Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 20 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μετα δε το παυσασθαι τον θορυβον προσκαλεσαμενος ο παυλος τους μαθητας και ασπασαμενος εξηλθεν πορευθηναι εις μακεδονιαν.
1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ἀσπασάμενος ἐξῆλθε πορευθῆναι εἰς Μακεδονίαν.
2 διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα·
2 διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα·
3 ποιησας τε μηνας τρεις, γενομενης αυτω επιβουλης υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν, εγενετο γνωμη του υποστρεφειν δια μακεδονιας.
3 ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4 συνειπετο δε αυτω αχρι της ασιας σωπατρος βεροιαιος, θεσσαλονικεων δε αρισταρχος και σεκουνδος, και γαιος δερβαιος και τιμοθεος, ασιανοι δε τυχικος και τροφιμος.
4 συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος.
5 ουτοι προελθοντες εμενον ημας εν τρωαδι·
5 οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
6 ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρι ημερων πεντε, ου διετριψαμεν ημερας επτα.
6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
7 εν δε τη μια των σαββατων συνηγμενων των μαθητων κλασαι αρτον, ο παυλος διελεγετο αυτοις, μελλων εξιεναι τη επαυριον, παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου.
7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου.
8 ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι.
8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι.
9 καθημενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος, καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον, κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος.
9 καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
10 καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν· μη θορυβεισθε· η γαρ ψυχη αυτου εν αυτω εστιν.
10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπε· μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
11 αναβας δε και κλασας αρτον και γευσαμενος, εφ ικανον τε ομιλησας αχρι αυγης, ουτως εξηλθεν.
11 ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν.
12 ηγαγον δε τον παιδα ζωντα, και παρεκληθησαν ου μετριως.
12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13 ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν εις την ασσον, εκειθεν μελλοντες αναλαμβανειν τον παυλον· ουτως γαρ ην διατεταγμενος, μελλων αυτος πεζευειν.
13 Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν.
14 ως δε συνεβαλεν ημιν εις την ασσον, αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην·
14 ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην·
15 κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυ χιου, τη δε ετερα παρεβαλομεν εις σαμον, και μειναντες εν τρωγυλιω τη εχομενη ηλθομεν εις μιλητον.
15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
16 εκρινεν γαρ ο παυλος παραπλευσαι την εφεσον, οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια· εσπευδεν γαρ, ει δυνατον ην αυτω, την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα.
16 ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 ως δε παρεγενοντο προς αυτον, ειπεν αυτοις· υμεις επιστασθε, απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν, πως μεθ υμων τον παντα χρονον εγενομην,
18 ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19 δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και πολλων δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων,
19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων,
20 ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους,
20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους,
21 διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις [τον] θεον μετανοιαν και πιστιν την εις τον κυριον ημων ιησουν [χριστον].
21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς [τὸν] Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν [Χριστόν].
22 και νυν ιδου εγω δεδεμενος τω πνευματι πορευομαι εις ιερουσαλημ, τα εν αυτη συναντησοντα μοι μη ειδως,
22 καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
23 πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται λεγον οτι δεσμα με και θλιψεις μενουσιν.
23 πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεται λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν.
24 αλλ ουδενος λογον ποιουμαι ουδε εχω την ψυχην μου τιμιαν εμαυτω, ως τελειωσαι τον δρομον μου μετα χαρας και την διακονιαν ην ελαβον παρα του κυριου ιησου, διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου.
24 ἀλλ᾽ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
25 και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες, εν οις διηλθον κηρυσσων την βασιλειαν του θεου.
25 καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ.
26 διο μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος εγω απο του αιματος παντων·
26 διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων·
27 ου γαρ υπεστειλαμην του μη αναγγειλαι υμιν πασαν την βουλην του θεου.
27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.
28 προσεχετε ουν εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους, ποιμαινειν την εκκλησιαν του κυριου και θεου, ην περιεποιησατο δια του ιδιου αιματος.
28 προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.
29 εγω γαρ οιδα τουτο, οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου·
29 ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου·
30 και εξ υμων αυτων αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω αυτων.
30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
31 διο γρηγορειτε, μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον.
31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32 και τα νυν παρατιθεμαι υμας, αδελφοι, τω θεω και τω λογω της χαριτος αυτου τω δυναμενω εποικοδομησαι και δουναι υμιν κληρονομιαν εν τοις ηγιασμενοις πασιν.
32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33 αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα·
33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
34 αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται.
34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35 παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων, μνημονευειν τε τον λογον του κυριου ιησου, οτι αυτος ειπεν· μακαριον εστιν μαλλον διδοναι η λαμβανειν.
35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 και ταυτα ειπων, θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο.
36 καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37 ικανος δε εγενετο κλαυθμος παντων, και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον,
37 ἱκανὸς δὲ ἐγένετο κλαυθμὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
38 οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει, οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν. προεπεμπον δε αυτον εις το πλοιον.
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aristarchus

    Macedonian companion of Paul

    A Thessalonian who traveled with Paul, was seized in the Ephesus riot, sailed with him to Rome, and is called Paul's fellow prisoner.

    Cited in the guide: Acts 19:29; Acts 20:4; Acts 27:2

  • Eutychus

    Young man at Troas

    A young man who fell asleep during Paul's long talk, fell from a third-story window, and was taken up dead; Paul embraced him and he was restored alive.

    Cited in the guide: Acts 20:9

  • Gaius

    Companion from Derbe

    A man of Derbe who accompanied Paul into Asia.

    Cited in the guide: Acts 20:4

  • Pyrrhus

    Father of Sopater

    Named only as the father of Sopater of Berea.

    Cited in the guide: Acts 20:4

  • Secundus

    Companion from Thessalonica

    A Thessalonian who accompanied Paul into Asia.

    Cited in the guide: Acts 20:4

  • Sopater

    Companion from Berea

    A man from Berea, son of Pyrrhus, who accompanied Paul into Asia.

    Cited in the guide: Acts 20:4

  • Trophimus

    Ephesian companion of Paul

    An Ephesian who accompanied Paul; Jews at Jerusalem falsely claimed Paul had brought him into the temple, and Paul later left him sick at Miletus.

    Cited in the guide: Acts 20:4; Acts 21:29; 2 Timothy 4:20

  • Tychicus

    Companion and messenger of Paul

    A man from Asia who traveled with Paul; Paul calls him a beloved brother and faithful servant and sent him with letters to Ephesus, Colossae, and elsewhere.

    Cited in the guide: Acts 20:4; Ephesians 6:21; Colossians 4:7

Places

  • Antioch (Syrian)

    Today: Antakya, southern Turkey · On First Journey · On Second Journey · On Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Cited in the guide: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Corinth

    Today: Southern Greece (the isthmus) · On Second Journey · On Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Cited in the guide: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

  • Ephesus

    Today: Western Turkey (Aegean coast) · On Second Journey · On Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Cited in the guide: Acts 19:1; Acts 19:28; Revelation 2:1

  • Jerusalem

    Today: Israel / Palestinian territories · On Third Journey

    Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.

    Cited in the guide: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8

  • Philippi

    Today: Northern Greece (Macedonia) · On Second Journey · On Third Journey

    A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.

    Cited in the guide: Acts 16:12; Acts 16:25; Philippians 1:1

  • Miletus
Cross references (37)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Corinthians 7:5; Acts 19:21; 1 Timothy 1:3; Genesis 48:10; Romans 16:16
  2. 2 1 Thessalonians 4:1; Colossians 1:28; 1 Thessalonians 2:3; 1 Thessalonians 2:11; Acts 20:11
  3. 3 Acts 20:19; 2 Corinthians 11:26; Acts 9:23–24; Acts 25:3; 2 Corinthians 7:5
  4. 4 Acts 19:29; Ephesians 6:21; 2 Timothy 4:20; Acts 16:1; Acts 21:29
  5. 5 Acts 16:8; 2 Corinthians 2:12; Acts 16:10–11; 2 Timothy 4:13; Acts 20:6–8
  6. 6 Acts 12:3; Exodus 12:14–15; Acts 16:12; Exodus 23:15; 2 Timothy 4:13
  7. 7 1 Corinthians 16:2; Acts 2:42; John 20:19; John 20:1; Revelation 1:10
  8. 8 Acts 1:13; Luke 22:12
  9. 9 Mark 13:36; Matthew 26:40–41; Mark 9:26; Jonah 1:5–6; Acts 14:19
  10. 10 Mark 5:39; John 11:40; Matthew 9:23–24; John 11:11; 1 Kings 17:21–22
  11. 11 Acts 20:7; Acts 20:9
  12. 12 2 Thessalonians 2:16; 2 Corinthians 1:4; 1 Thessalonians 5:14; Isaiah 40:1; 1 Thessalonians 3:2
  13. 13 Mark 6:46; Mark 1:35; Mark 6:31–33
  14. 15 2 Timothy 4:20; Acts 20:17
  15. 16 1 Corinthians 16:8; Acts 2:1; Acts 19:21; Acts 20:6; Acts 18:21
  16. 17 1 Timothy 5:17; Acts 11:30; Titus 1:5; Acts 20:28; James 5:14
  17. 18 1 Thessalonians 1:5–6; Acts 19:1; Acts 18:19; Acts 19:10; 2 Thessalonians 3:7–9
  18. 19 Colossians 3:24; 2 Corinthians 2:4; 2 Corinthians 4:7–11; Romans 12:11; Acts 20:3
  19. 20 Acts 20:27; 2 Timothy 4:2; Acts 5:42; Acts 20:31; Colossians 1:28
  20. 21 Acts 2:38; 1 John 5:11–13; Acts 11:18; Luke 13:3; Luke 24:47
  21. 22 James 4:14; 2 Corinthians 5:14; Luke 18:31–33; 2 Peter 1:14; Luke 9:51
  22. 23 Acts 9:16; Acts 21:4; 1 Thessalonians 3:3; Acts 14:22; Acts 21:33
  23. 24 2 Timothy 4:6–8; 2 Corinthians 12:10; 2 Corinthians 4:1; 1 Corinthians 15:58; Acts 21:13
  24. 25 Acts 28:31; Acts 20:38; Matthew 4:23; Matthew 4:17; Matthew 10:7
  25. 26 Acts 18:6; John 12:17; Ezekiel 3:18–21; Ezekiel 33:2–9; 1 Thessalonians 2:10–12
  26. 27 Acts 20:20; 1 Thessalonians 2:4; 2 Corinthians 4:2; Galatians 4:16; Jeremiah 23:22
  27. 28 1 Peter 5:2–3; 1 Timothy 4:16; 1 Peter 1:18–19; Isaiah 40:11; 1 Timothy 3:2
  28. 29 Matthew 7:15; 2 Peter 2:1; Luke 10:3; Acts 20:28; John 10:12
  29. 30 1 Timothy 1:19–20; 2 Timothy 4:3–4; Proverbs 23:33; 1 John 2:19; Proverbs 19:1
  30. 31 Acts 19:8; Acts 19:10; Acts 20:19; Ezekiel 3:17–20; Hebrews 13:17
  31. 32 Colossians 1:12; Ephesians 1:14; Acts 26:18; Colossians 3:24; Ephesians 1:18
  32. 33 2 Corinthians 11:9; 1 Corinthians 9:12; 1 Corinthians 9:18; 2 Corinthians 7:2; 1 Thessalonians 2:5
  33. 34 Acts 18:3; 1 Corinthians 4:12; 2 Thessalonians 3:8–9; Acts 19:22; 1 Thessalonians 2:9
  34. 35 Hebrews 13:16; Proverbs 19:17; 2 Corinthians 9:6–12; Luke 14:12–14; Matthew 10:8
  35. 36 Acts 21:5; Luke 22:41; Acts 7:60; Philippians 4:6; Daniel 6:10
  36. 37 2 Timothy 1:4; 1 Thessalonians 5:26; 2 Corinthians 13:12; Luke 15:20; 1 Corinthians 16:20
  37. 38 Acts 15:3; Acts 20:25; 1 Corinthians 16:11; Acts 21:16; Acts 21:5

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 20:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLIII)

    There was need of much comforting after that uproar. Accordingly, having done this, he goes into Macedonia, and then into Greece. For, it says, "when he had gone over those parts, and had given them much exhortation, he came into Greece, and there abode three months.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 20:35 Clement of Rome, First Epistle to the Corinthians (Chapters I–VI)

    Moreover, ye were all distinguished by humility, and were in no respect puffed up with pride, but yielded obedience rather than extorted it, and were more willing to give than to receive. Content with the provision which God had made for you, and carefully attending to His words, ye were inwardly filled with His doctrine, and His sufferings were before …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 20:31 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily VI)

    Therefore also with regard to Paul, that he wept, that he did so three years night and day, both he hath said of himself, and others say this of him; but that he laughed, neither hath he said himself anywhere, neither hath so much as one other of the saints, either concerning him, or any other like him; but this …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 20:29 Basil of Caesarea, Hexaemeron (Homily II)

    From this what perverse and impious dogmas have been imagined! What grievous wolves, tearing the flock of the Lord, have sprung from these words to cast themselves upon souls!

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)

  5. Quotes verse 20:30 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LIX)

    Declaring this, Paul said, "Without were fightings, within were fears;" and, "In perils among false brethren;" and in his discourse to the Milesians too He said, "Also of you shall some arise speaking perverse things;" and He Himself too said, "The man's foes shall be they of his own household." But when He said, "It must needs be," it is …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)