Skip to the text

James · Patriarchal Text (Antoniades 1904/1912)

James 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 αγε νυν οι πλουσιοι, κλαυσατε ολολυζοντες επι ταις ταλαιπωριαις υμων ταις επερχομεναις.
1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις·
2 ο πλουτος υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν,
2 ὁ πλοῦτος ὑμῶν σέσηπε καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
3 ο χρυσος υμων και ο αργυρος κατιωται, και ο ιος αυτων εις μαρτυριον υμιν εσται και φαγεται τας σαρκας υμων. ως πυρ εθησαυρισατε εν εσχαταις ημεραις.
3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν. ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
4 ιδου ο μισθος των εργατων των αμησαντων τας χωρας υμων ο απεστερημενος αφ υμων κραζει, και αι βοαι των θερισαντων εις τα ωτα κυριου σαβαωθ εισεληλυθασιν.
4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.
5 ετρυφησατε επι της γης και εσπαταλησατε, εθρεψατε τας καρδιας υμων ως εν ημερα σφαγης.
5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς.
6 κατεδικασατε, εφονευσατε τον δικαιον· ουκ αντιτασσεται υμιν.
6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
7 μακροθυμησατε ουν, αδελφοι, εως της παρουσιας του κυριου. ιδου ο γεωργος εκδεχεται τον τιμιον καρπον της γης, μακροθυμων επ αυτω εως λαβη υετον πρωιμον και οψιμον.
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον.
8 μακροθυμησατε και υμεις, στηριξατε τας καρδιας υμων, οτι η παρουσια του κυριου ηγγικεν.
8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
9 μη στεναζετε κατ αλληλων, αδελφοι, ινα μη κριθητε· ιδου ο κριτης προ των θυρων εστηκεν.
9 μὴ στενάζετε κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
10 υποδειγμα λαβετε, αδελφοι μου, της κακοπαθειας και της μακροθυμιας τους προφητας, οι ελαλησαν τω ονοματι κυριου.
10 ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
11 ιδου μακαριζομεν τους υπομενοντας· την υπομονην ιωβ ηκουσατε, και το τελος κυριου ειδετε, οτι πολυσπλαγχνος εστιν ο κυριος και οικτιρμων.
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
12 προ παντων δε, αδελφοι μου, μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον· ητω δε υμων το ναι ναι, και το ου ου, ινα μη εις υποκρισιν πεσητε.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.
13 κακοπαθει τις εν υμιν; προσευχεσθω· ευθυμει τις; ψαλλετω.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
14 ασθενει τις εν υμιν; προσκαλεσασθω τους πρεσβυτερους της εκκλησιας, και προσευξασθωσαν επ αυτον αλειψαντες αυτον ελαιω εν τω ονοματι του κυριου·
14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου·
15 και η ευχη της πιστεως σωσει τον καμνοντα, και εγερει αυτον ο κυριος· καν αμαρτιας η πεποιηκως, αφεθησεται αυτω.
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
16 εξομολογεισθε αλληλοις τα παραπτωματα, και ευχεσθε υπερ αλληλων, οπως ιαθητε· πολυ ισχυει δεησις δικαιου ενεργουμενη.
16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
17 ηλιας ανθρωπος ην ομοιοπαθης ημιν, και προσευχη προσηυξατο του μη βρεξαι, και ουκ εβρεξεν επι της γης ενιαυτους τρεις και μηνας εξ·
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
18 και παλιν προσηυξατο, και ο ουρανος υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτης.
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
19 αδελφοι, εαν τις εν υμιν πλανηθη απο της αληθειας, και επιστρεψη τις αυτον,
19 Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
20 γινωσκετω οτι ο επιστρεψας αμαρτωλον εκ πλανης οδου αυτου σωσει ψυχην εκ θανατου και καλυψει πληθος αμαρτιων.
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Proverbs 11:28; 1 Timothy 6:9–10; Proverbs 11:4; James 1:11; Luke 6:24–25
  2. 2 Matthew 6:19–20; Job 13:28; Luke 12:33; Isaiah 50:9; Isaiah 51:8
  3. 3 Romans 2:5; James 5:7–8; Revelation 21:8; Revelation 20:15; Isaiah 2:2
  4. 4 Leviticus 19:13; Jeremiah 22:13; Deuteronomy 24:14–15; Romans 9:29; Malachi 3:5
  5. 5 1 Timothy 5:6; Luke 16:25; Luke 16:19; Revelation 19:17–18; Amos 6:1
  6. 6 1 Peter 2:22–23; John 19:9–11; Matthew 5:39; Acts 8:32; Isaiah 53:7
  7. 7 Hebrews 12:1–3; James 5:8–9; Joel 2:23; Galatians 6:9; Deuteronomy 11:14
  8. 8 James 5:9; Galatians 5:22; Psalm 37:7; 1 Peter 4:7; Psalm 27:14
  9. 9 Leviticus 19:18; 1 Corinthians 4:5; James 4:11; Galatians 5:14; Matthew 7:1–2
  10. 10 Hebrews 11:32–38; Matthew 5:11–12; Hebrews 13:7; 1 Thessalonians 2:14–15; Acts 7:52
  11. 11 James 1:12; Exodus 34:6; Job 1:21–22; Isaiah 55:6–7; Matthew 5:10–11
  12. 12 Matthew 5:33–37; Matthew 23:16–22; 2 Corinthians 1:17–20
  13. 13 Psalm 50:15; Jonah 2:2; Ephesians 5:19; Acts 16:24–25; Revelation 19:1–6
  14. 14 Mark 6:13; Acts 28:8; Mark 16:18; 2 Kings 5:11; Acts 9:40
  15. 15 1 John 5:14–16; James 5:13; James 5:16; James 1:6; Matthew 21:21–22
  16. 16 Jeremiah 29:12–13; Proverbs 15:29; Matthew 21:22; Psalm 34:15; John 9:31
  17. 17 1 Kings 17:1; Luke 4:25; 1 Kings 18:1; Revelation 11:6; Acts 14:15
  18. 18 1 Kings 18:42–45; Jeremiah 14:22; 1 Kings 18:18; Acts 14:17
  19. 19 Galatians 6:1; Matthew 18:15; James 5:20; Jude 22–23; Luke 22:32
  20. 20 1 Peter 4:8; Proverbs 10:12; 1 Timothy 4:16; Proverbs 11:30; Romans 11:14

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 5:16 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XIII — 10-15)

    Let us listen to the Apostle James, who states this precept with the greatest clearness when he says, "Confess your faults one to another, and pray one for another." For of this also the Lord gave us the example.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Quotes verse 5:19 John Chrysostom, Homilies on Hebrews (Homily IX)

    Also, the converting our brethren from their wandering. For, it is said, "Go thou, and convert thy brethren, that thy sins may be forgiven thee." And from one's being in close relations with the priests, "and if," it is said, "a man hath committed sins it shall be forgiven him." ( Jas.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)