Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 21 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μετα ταυτα εφανερωσεν εαυτον παλιν ο ιησους τοις μαθηταις επι της θαλασσης της τιβεριαδος· εφανερωσεν δε ουτως.
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως.
2 ησαν ομου σιμων πετρος, και θωμας ο λεγομενος διδυμος, και ναθαναηλ ο απο κανα της γαλιλαιας, και οι του ζεβεδαιου, και αλλοι εκ των μαθητων αυτου δυο.
2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3 λεγει αυτοις σιμων πετρος· υπαγω αλιευειν. λεγουσιν αυτω· ερχομεθα και ημεις συν σοι. εξηλθον και ενεβησαν εις το πλοιον ευθυς, και εν εκεινη τη νυκτι επιασαν ουδεν.
3 λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4 πρωιας δε ηδη γενομενης εστη ο ιησους εις τον αιγιαλον· ου μεντοι ηδεισαν οι μαθηται οτι ιησους εστιν.
4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.
5 λεγει ουν αυτοις ο ιησους· παιδια, μη τι προσφαγιον εχετε; απεκριθησαν αυτω· ου.
5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
6 ο δε ειπεν αυτοις· βαλετε εις τα δεξια μερη του πλοιου το δικτυον, και ευρησετε. εβαλον ουν, και ουκετι αυτο ελκυσαι ισχυσαν απο του πληθους των ιχθυων.
6 ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7 λεγει ουν ο μαθητης εκεινος, ον ηγαπα ο ιησους, τω πετρω· ο κυριος εστιν. σιμων ουν πετρος ακουσας οτι ο κυριος εστιν, τον επενδυτην διεζωσατο· ην γαρ γυμνος· και εβαλεν εαυτον εις την θαλασσαν·
7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·
8 οι δε αλλοι μαθηται τω πλοιαριω ηλθον· ου γαρ ησαν μακραν απο της γης, αλλ ως απο πηχων διακοσιων, συροντες το δικτυον των ιχθυων.
8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 ως ουν απεβησαν εις την γην, βλεπουσιν ανθρακιαν κειμενην και οψαριον επικειμενον και αρτον.
9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10 λεγει αυτοις ο ιησους· ενεγκατε απο των οψαριων ων επιασατε νυν.
10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11 ανεβη σιμων πετρος και ειλκυσεν το δικτυον επι της γης, μεστον ιχθυων μεγαλων εκατον πεντηκοντα τριων· και τοσουτων οντων ουκ εσχισθη το δικτυον.
11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
12 λεγει αυτοις ο ιησους· δευτε αριστησατε. ουδεις δε ετολμα των μαθητων εξετασαι αυτον συ τις ει, ειδοτες οτι ο κυριος εστιν.
12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
13 ερχεται ουν ο ιησους και λαμβανει τον αρτον και διδωσιν αυτοις, και το οψαριον ομοιως.
13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14 τουτο ηδη τριτον εφανερωθη ο ιησους τοις μαθηταις αυτου εγερθεις εκ νεκρων.
14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
15 οτε ουν ηριστησαν, λεγει τω σιμωνι πετρω ο ιησους· σιμων ιωνα, αγαπας με πλειον τουτων; λεγει αυτω· ναι, κυριε, συ οιδας οτι φιλω σε. λεγει αυτω· βοσκε τα αρνια μου.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
16 λεγει αυτω παλιν δευτερον· σιμων ιωνα, αγαπας με; λεγει αυτω· ναι, κυριε, συ οιδας οτι φιλω σε. λεγει αυτω· ποιμαινε τα προβατα μου.
16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
17 λεγει αυτω το τριτον· σιμων ιωνα, φιλεις με; ελυπηθη ο πετρος οτι ειπεν αυτω το τριτον, φιλεις με, και ειπεν αυτω· κυριε, συ παντα οιδας, συ γινωσκεις οτι φιλω σε. λεγει αυτω ο ιησους· βοσκε τα προβατα μου.
17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
18 αμην αμην λεγω σοι, οτε ης νεωτερος, εζωννυες σεαυτον και περιεπατεις οπου ηθελες· οταν δε γηρασης, εκτενεις τας χειρας σου, και αλλος σε ζωσει, και οισει οπου ου θελεις.
18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις.
19 τουτο δε ειπεν σημαινων ποιω θανατω δοξασει τον θεον. και τουτο ειπων λεγει αυτω· ακολουθει μοι.
19 τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.
20 επιστραφεις δε ο πετρος βλεπει τον μαθητην ον ηγαπα ο ιησους ακολουθουντα, ος και ανεπεσεν εν τω δειπνω επι το στηθος αυτου και ειπεν· κυριε, τις εστιν ο παραδιδους σε;
20 ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
21 τουτον ιδων ο πετρος λεγει τω ιησου· κυριε, ουτος δε τι;
21 τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
22 λεγει αυτω ο ιησους· εαν αυτον θελω μενειν εως ερχομαι, τι προς σε; συ ακολουθει μοι.
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι.
23 εξηλθεν ουν ο λογος ουτος εις τους αδελφους οτι ο μαθητης εκεινος ουκ αποθνησκει· και ουκ ειπεν αυτω ο ιησους οτι ουκ αποθνησκει, αλλ εαν αυτον θελω μενειν εως ερχομαι, τι προς σε;
23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24 ουτος εστιν ο μαθητης ο μαρτυρων περι τουτων και γραψας ταυτα, και οιδαμεν οτι αληθης εστιν η μαρτυρια αυτου.
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
25 εστιν δε και αλλα πολλα οσα εποιησεν ο ιησους, ατινα εαν γραφηται καθ εν, ουδε αυτον οιμαι τον κοσμον χωρησαι τα γραφομενα βιβλια. αμην.
25 ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Jonah

    Father of Simon Peter

    The father of Simon Peter, named Jonah in Matthew 16:17 and John in John 1:42 and 21:15.

    Cited in the guide: Matthew 16:17; John 1:42; John 21:15

Places

  • Sea of Galilee

    Today: Northern Israel

    This harp-shaped lake (~13 miles long) lies in the Jordan Rift Valley. Cool air dropping onto the warm water spawns sudden storms — the setting of several Gospel miracles.

    Cited in the guide: Matthew 4:18; Mark 4:39; John 21:1

Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 6:1; Matthew 28:16; John 6:23; Mark 16:7; John 20:19–29
  2. 2 Matthew 4:21–22; John 4:46; John 11:16; John 1:45–2:1; John 20:28
  3. 3 Luke 5:5; Matthew 4:18–20; 2 Thessalonians 3:7–9; Luke 5:10–11; 1 Thessalonians 2:9
  4. 4 John 20:14; Mark 16:12; Luke 24:15–16; Luke 24:31
  5. 5 Philippians 4:19; Philippians 4:11–13; Psalm 37:3; Luke 24:41–43; 1 John 2:13
  6. 6 Luke 5:4–7; Acts 2:41; Acts 4:4; John 2:5; Hebrews 2:6–9
  7. 7 John 13:23; John 21:24; Matthew 14:28–29; John 19:26; John 20:2
  8. 9 1 Kings 19:5–6; John 21:10; John 21:13; John 18:18
  9. 11 Luke 5:6–8; Acts 2:41
  10. 12 Acts 10:41; John 16:19; Luke 9:45; John 21:15; Genesis 32:29–30
  11. 13 John 21:9; Acts 10:41; Luke 24:42–43
  12. 14 John 20:26; John 20:19
  13. 15 1 John 4:19; Isaiah 40:11; Romans 15:1; 2 Corinthians 5:14–15; 1 Peter 1:8
  14. 16 Acts 20:28; 1 Peter 5:2; 1 Peter 2:25; Psalm 100:3; John 10:11–16
  15. 17 John 13:38; John 16:30; Mark 14:72; John 15:10; John 14:15
  16. 18 John 13:36; Acts 12:3–4; Acts 21:11
  17. 19 2 Peter 1:14; John 21:22; Matthew 10:38; Philippians 1:20; Mark 8:33–38
  18. 20 John 21:7; John 20:2; John 21:24; John 13:23–26
  19. 21 Luke 13:23–24; Acts 1:6–7; Matthew 24:3–4
  20. 22 Revelation 2:25; Revelation 3:11; Mark 9:1; Matthew 16:27–28; 1 Corinthians 4:5
  21. 23 Deuteronomy 29:29; Job 33:13; Daniel 4:35; Acts 1:15; Job 28:28
  22. 24 John 15:27; John 19:35; 1 John 1:1–2; 1 John 5:6; 3 John 12
  23. 25 Psalm 40:5; John 20:30–31; Psalm 71:15; Job 26:14; Hebrews 11:32

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 21:16 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XCVI)

    Ye have observed, beloved, that in to-day's lesson it was said by the Lord to Peter in a question, "Lovest thou Me?" To whom he answered, "Thou knowest, Lord, that I love thee." This was done a second, and a third time; and at each several reply, the Lord said, "Feed My lambs." To Peter did Christ commend His lambs …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 21:12 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XXI — 12-19)

    With this third manifestation of Himself by the Lord to His disciples after His resurrection, the Gospel of the blessed Apostle John is brought to a close, of which we have already lectured through the earlier part as we were able, on to the place where it is related that an hundred and fifty-three fishes were taken by the disciples …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 21:15 John Chrysostom, Homilies on the Gospel of John (Homily LXXXVIII)

    There are indeed many other things which are able to give us boldness towards God, and to show us bright and approved, but that which most of all brings good will from on high, is tender care for our neighbor. Which therefore Christ requireth of Peter.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 21:15–17 Augustine of Hippo, The City of God (Book XIV, Chapters 6–7)

    … from which we gather that, even when the Lord said "diligis," He used an equivalent for "amas." Peter, too, throughout used one word for the one thing, and the third time also replied, "Lord, Thou knowest all things, Thou knowest that I love (amo) Thee." I have judged it right to mention this, because some are of opinion that charity …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 21:16 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLVI)

    "Let your light shine before men, that they may see your good works, and glorify your Father which is in Heaven." And to Peter again He said not, "If thou lovest me," "do miracles," but "feed my sheep." And whereas He everywhere distinguishes him with James and John above all the rest, for what, I pray thee, did He distinguish …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)