Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 1 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 τον μεν πρωτον λογον εποιησαμην περι παντων, ω θεοφιλε, ων ηρξατο ο ιησους ποιειν τε και διδασκειν
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
2 αχρι ης ημερας εντειλαμενος τοις αποστολοις δια πνευματος αγιου ους εξελεξατο ανεληφθη·
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη·
3 οις και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοις τεκμηριοις, δι ημερων τεσσαρακοντα οπτανομενος αυτοις και λεγων τα περι της βασιλειας του θεου.
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
4 και συναλιζομενος παρηγγειλεν αυτοις απο ιεροσολυμων μη χωριζεσθαι, αλλα περιμενειν την επαγγελιαν του πατρος ην ηκουσατε μου·
4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
5 οτι ιωαννης μεν εβαπτισεν υδατι, υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω ου μετα πολλας ταυτας ημερας.
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 οι μεν ουν συνελθοντες επηρωτων αυτον λεγοντες· κυριε, ει εν τω χρονω τουτω αποκαθιστανεις την βασιλειαν τω ισραηλ;
6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7 ειπεν δε προς αυτους· ουχ υμων εστιν γνωναι χρονους η καιρους ους ο πατηρ εθετο εν τη ιδια εξουσια,
7 εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
8 αλλα ληψεσθε δυναμιν επελθοντος του αγιου πνευματος εφ υμας, και εσεσθε μοι μαρτυρες εν τε ιερουσαλημ και εν παση τη ιουδαια και σαμαρεια και εως εσχατου της γης.
8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
9 και ταυτα ειπων βλεποντων αυτων επηρθη, και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων.
9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 και ως ατενιζοντες ησαν εις τον ουρανον πορευομενου αυτου, και ιδου ανδρες δυο παρειστηκεισαν αυτοις εν εσθητι λευκη,
10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
11 οι και ειπον· ανδρες γαλιλαιοι, τι εστηκατε εμβλεποντες εις τον ουρανον; ουτος ο ιησους ο αναληφθεις αφ υμων εις τον ουρανον, ουτως ελευσεται, ον τροπον εθεασασθε αυτον πορευομενον εις τον ουρανον.
11 οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 τοτε υπεστρεψαν εις ιερουσαλημ απο ορους του καλουμενου ελαιωνος, ο εστιν εγγυς ιερουσαλημ, σαββατου εχον οδον.
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
13 και οτε εισηλθον, ανεβησαν εις το υπερωον ου ησαν καταμενοντες, ο τε πετρος και ιακωβος και ιωαννης και ανδρεας, φιλιππος και θωμας, βαρθολομαιος και ματθαιος, ιακωβος αλφαιου και σιμων ο ζηλωτης και ιουδας ιακωβου.
13 καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14 ουτοι παντες ησαν προσκαρτερουντες ομοθυμαδον τη προσευχη και τη δεησει συν γυναιξιν και μαρια τη μητρι του ιησου και συν τοις αδελφοις αυτου.
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 και εν ταις ημεραις ταυταις αναστας πετρος εν μεσω των μαθητων ειπεν· ην τε οχλος ονοματων επι το αυτο ως εκατον εικοσι·
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν·
16 ανδρες αδελφοι, εδει πληρωθηναι την γραφην ταυτην ην προειπεν το πνευμα το αγιον δια στοματος δαυιδ περι ιουδα του γενομενου οδηγου τοις συλλαβουσιν τον ιησουν,
16 ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν,
17 οτι κατηριθμημενος ην συν ημιν και ελαχεν τον κληρον της διακονιας ταυτης.
17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
18 ουτος μεν ουν εκτησατο χωριον εκ μισθου της αδικιας, και πρηνης γενομενος ελακησεν μεσος, και εξεχυθη παντα τα σπλαγχνα αυτου·
18 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
19 και γνωστον εγενετο πασιν τοις κατοικουσιν ιερουσαλημ, ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων ακελδαμα, τουτεστιν χωριον αιματος.
19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμᾶ, τουτέστι χωρίον αἵματος.
20 γεγραπται γαρ εν βιβλω ψαλμων· γενηθητω η επαυλις αυτου ερημος και μη εστω ο κατοικων εν αυτη· και· την επισκοπην αυτου λαβοι ετερος.
20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί· τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
21 δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω εν ω εισηλθεν και εξηλθεν εφ ημας ο κυριος ιησους,
21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22 αρξαμενος απο του βαπτισματος ιωαννου εως της ημερας ης ανεληφθη αφ ημων, μαρτυρα της αναστασεως αυτου γενεσθαι συν ημιν ενα τουτων.
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
23 και εστησαν δυο, ιωσηφ τον καλουμενον βαρσαββαν, ος επεκληθη ιουστος, και ματθιαν,
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν,
24 και προσευξαμενοι ειπον· συ κυριε, καρδιογνωστα παντων, αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα,
24 καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
25 λαβειν τον κληρον της διακονιας ταυτης και αποστολης, εξ ης παρεβη ιουδας πορευθηναι εις τον τοπον τον ιδιον.
25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 και εδωκαν κληρους αυτων, και επεσεν ο κληρος επι ματθιαν, και συγκατεψηφισθη μετα των ενδεκα αποστολων.
26 καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Joseph Barsabbas

    Candidate for apostleship

    One of the two men proposed to replace Judas; he was also called Justus.

    Cited in the guide: Acts 1:23

  • Matthias

    Apostle chosen by lot

    Chosen by lot to take the place of Judas among the twelve apostles.

    Cited in the guide: Acts 1:23; Acts 1:26

  • Theophilus

    Addressee of Luke

    The person to whom Luke wrote his orderly account so that he would know the certainty of what he had been taught.

    Cited in the guide: Luke 1:3; Acts 1:1

Places

  • Jerusalem

    Today: Israel / Palestinian territories · On Third Journey

    Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.

    Cited in the guide: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8

  • Mount of Olives

    Today: East of Jerusalem's Old City

    Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.

    Cited in the guide: Zechariah 14:4; Luke 22:39; Acts 1:12

Cross references (26)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 1:3; Luke 24:19; Matthew 4:23–24; Luke 3:23; Matthew 11:5
  2. 2 Acts 1:9; Acts 10:38; John 20:21; Hebrews 9:24; Isaiah 59:20–21
  3. 3 1 Corinthians 15:5–7; Acts 13:31; John 20:26; 1 John 1:1; John 21:14
  4. 4 Luke 24:49; John 14:16; John 15:26; John 14:26–28; John 7:39
  5. 5 Matthew 3:11; Acts 11:15–16; Luke 3:16; 1 Corinthians 12:13; Titus 3:5
  6. 6 Luke 19:11; Daniel 7:27; Luke 17:20; Matthew 24:3; Ezekiel 37:24–27
  7. 7 Matthew 24:36; 1 Thessalonians 5:1–2; Mark 13:32; Deuteronomy 29:29; Mark 10:40
  8. 8 Matthew 28:19; Mark 16:15; Romans 15:19; Acts 4:33; Acts 5:32
  9. 9 Daniel 7:13; Luke 24:50–51; Mark 16:19; Ephesians 4:8–12; John 6:62
  10. 10 Luke 24:4; John 20:12; Mark 16:5; Revelation 7:14; Daniel 7:9
  11. 11 Revelation 1:7; 1 Thessalonians 4:16; Mark 13:26; John 14:3; Matthew 24:30
  12. 12 Luke 24:52; Matthew 21:1; Luke 24:50; Luke 21:37; Zechariah 14:4
  13. 13 Acts 20:8; Luke 22:12; Mark 14:15; Matthew 10:2–4; Mark 2:14
  14. 14 Acts 6:4; Ephesians 6:18; Acts 2:42; Colossians 4:2; Romans 12:12
  15. 15 1 Corinthians 15:6; Acts 21:20; Revelation 3:4; Psalm 32:5–6; Revelation 11:13
  16. 16 Psalm 41:9; John 13:18; Psalm 55:12–15; Acts 1:20; John 12:38–40
  17. 17 Acts 1:25; Acts 20:24; John 6:70–71; John 17:12; Mark 3:19
  18. 18 Matthew 27:3–10; Psalm 55:23; Matthew 26:14–15; Psalm 55:15; Joshua 7:21–26
  19. 19 Matthew 28:15; Acts 2:22; 2 Samuel 2:16; Acts 21:40
  20. 20 Psalm 69:25; Psalm 109:8–15; Acts 1:25; Luke 24:44
  21. 21 John 15:27; Luke 10:1–2; Numbers 27:17; Deuteronomy 31:2; 2 Samuel 5:2
  22. 22 Acts 1:2; Acts 4:33; Acts 1:8–9; Mark 1:1–8; John 15:27
  23. 23 Acts 15:22; Acts 1:26
  24. 24 1 Samuel 16:7; Acts 15:8; Hebrews 4:13; Jeremiah 17:10; Revelation 2:23
  25. 25 1 Corinthians 9:2; Romans 1:5; John 17:12; John 6:70–71; Acts 1:16–21
  26. 26 Leviticus 16:8; Joshua 18:10; Jonah 1:7; 1 Samuel 14:41–42; 1 Chronicles 24:5

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 1:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily I)

    To many persons this Book is so little known, both it and its author, that they are not even aware that there is such a book in existence.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 1:20 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIX)

    … Judas to be, after being separated from her Enthymesis, was restored or recalled [to her former position]; but Judas was deprived [of his office], and cast out, while Matthias was ordained in his place, according to what is written, "And his bishopric let another take." They ought therefore to maintain that the twelfth Æon was cast out of the Pleroma, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 1:7 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 49–51)

    … the Father hath put in His own power; but ye shall receive the power of the Holy Ghost coming upon you, and ye shall be witnesses unto me both in Jerusalem, and in all Judea, and Samaria, and even unto the ends of the earth." First of all, the Church spread herself abroad from Jerusalem; and when very many in …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 1:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LVI)

    "For a cloud and darkness are round about Him;" and, "He sitteth on a light cloud;" and again, "Who maketh clouds His chariot;" and, "A cloud received Him out of their sight;" and, "As the Son of Man coming in the clouds." In order then that they might believe that the voice proceeds from God, it comes from thence.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 1:7 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XV)

    For it is not for you, He says, to know times or seasons, which the Father hath put in His own power.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)