PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων των φαρισαιων σαββατω φαγειν αρτον, και αυτοι ησαν παρατηρουμενοι αυτον. 1 When he went into the house of one of the rulers of the Pharisees on a Sabbath to eat bread, they were watching him.
1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2 και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου. 2 Behold, a certain man who had dropsy was in front of him.
2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3 και αποκριθεις ο ιησους ειπεν προς τους νομικους και φαρισαιους λεγων· ει εξεστιν τω σαββατω θεραπευειν; 3 Jesus, answering, spoke to the lawyers and Pharisees, saying, “Is it lawful to heal on the Sabbath?”
3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν;
4 οι δε ησυχασαν. και επιλαβομενος ιασατο αυτον και απελυσεν. 4 But they were silent. He took him, and healed him, and let him go.
4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε.
5 και αποκριθεις προς αυτους ειπεν· τινος υμων υιος η βους εις φρεαρ εμπεσειται, και ουκ ευθεως ανασπασει αυτον εν τη ημερα του σαββατου; 5 He answered them, “Which of you, if your son or an ox fell into a well, wouldn’t immediately pull him out on a Sabbath day?”
5 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;
6 και ουκ ισχυσαν ανταποκριθηναι αυτω προς ταυτα. 6 They couldn’t answer him regarding these things.
6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα.
7 ελεγεν δε προς τους κεκλημενους παραβολην, επεχων πως τας πρωτοκλισιας εξελεγοντο, λεγων προς αυτους· 7 He spoke a parable to those who were invited, when he noticed how they chose the best seats, and said to them,
7 Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
8 οταν κληθης υπο τινος εις γαμους, μη κατακλιθης εις την πρωτοκλισιαν, μηποτε εντιμοτερος σου η κεκλημενος υπ αυτου, 8 “When you are invited by anyone to a wedding feast, don’t sit in the best seat, since perhaps someone more honorable than you might be invited by him,
8 ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
9 και ελθων ο σε και αυτον καλεσας ερει σοι· δος τουτω τοπον· και τοτε αρξη μετ αισχυνης τον εσχατον τοπον κατεχειν. 9 and he who invited both of you would come and tell you, ‘Make room for this person.’ Then you would begin, with shame, to take the lowest place.
9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10 αλλ οταν κληθης, πορευθεις αναπεσε εις τον εσχατον τοπον, ινα οταν ελθη ο κεκληκως σε ειπη σοι· φιλε, προσαναβηθι ανωτερον· τοτε εσται σοι δοξα ενωπιον των συνανακειμενων σοι. 10 But when you are invited, go and sit in the lowest place, so that when he who invited you comes, he may tell you, ‘Friend, move up higher.’ Then you will be honored in the presence of all who sit at the table with you.
10 ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι.
11 οτι πας ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται. 11 For everyone who exalts himself will be humbled, and whoever humbles himself will be exalted.”
11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 ελεγεν δε και τω κεκληκοτι αυτον· οταν ποιης αριστον η δειπνον, μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους, μηποτε και αυτοι σε αντικαλεσωσιν, και γενησεται σοι ανταποδομα. 12 He also said to the one who had invited him, “When you make a dinner or a supper, don’t call your friends, nor your brothers, nor your kinsmen, nor rich neighbors, or perhaps they might also return the favor, and pay you back.
12 Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα.
13 αλλ οταν ποιης δοχην, καλει πτωχους, αναπηρους, χωλους, τυφλους, 13 But when you make a feast, ask the poor, the maimed, the lame, or the blind;
13 ἀλλ᾽ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς,
14 και μακαριος εση, οτι ουκ εχουσιν ανταποδουναι σοι· ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων. 14 and you will be blessed, because they don’t have the resources to repay you. For you will be repaid in the resurrection of the righteous.”
14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω· μακαριος ος φαγεται αριστον εν τη βασιλεια του θεου. 15 When one of those who sat at the table with him heard these things, he said to him, “Blessed is he who will feast in God’s Kingdom!”
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
16 ο δε ειπεν αυτω· ανθρωπος τις εποιησεν δειπνον μεγα και εκαλεσεν πολλους· 16 But he said to him, “A certain man made a great supper, and he invited many people.
16 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς·
17 και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις· ερχεσθε, οτι ηδη ετοιμα εστιν παντα. 17 He sent out his servant at supper time to tell those who were invited, ‘Come, for everything is ready now.’
17 καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα.
18 και ηρξαντο απο μιας παραιτεισθαι παντες. ο πρωτος ειπεν αυτω· αγρον ηγορασα, και εχω αναγκην εξελθειν και ιδειν αυτον· ερωτω σε, εχε με παρητημενον. 18 They all as one began to make excuses. “The first said to him, ‘I have bought a field, and I must go and see it. Please have me excused.’
18 καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19 και ετερος ειπεν· ζευγη βοων ηγορασα πεντε, και πορευομαι δοκιμασαι αυτα· ερωτω σε, εχε με παρητημενον. 19 “Another said, ‘I have bought five yoke of oxen, and I must go try them out. Please have me excused.’
19 καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
20 και ετερος ειπεν· γυναικα εγημα, και δια τουτο ου δυναμαι ελθειν. 20 “Another said, ‘I have married a wife, and therefore I can’t come.’
20 καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
21 και παραγενομενος ο δουλος εκεινος απηγγειλεν τω κυριω αυτου ταυτα. τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου· εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως, και τους πτωχους και αναπηρους και χωλους και τυφλους εισαγαγε ωδε. 21 “That servant came, and told his lord these things. Then the master of the house, being angry, said to his servant, ‘Go out quickly into the streets and lanes of the city, and bring in the poor, maimed, blind, and lame.’
21 καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε.
22 και ειπεν ο δουλος· κυριε, γεγονεν ως επεταξας, και ετι τοπος εστιν. 22 “The servant said, ‘Lord, it is done as you commanded, and there is still room.’
22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί.
23 και ειπεν ο κυριος προς τον δουλον· εξελθε εις τας οδους και φραγμους και αναγκασον εισελθειν, ινα γεμισθη ο οικος μου. 23 “The lord said to the servant, ‘Go out into the highways and hedges, and compel them to come in, that my house may be filled.
23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου.
24 λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου. 24 For I tell you that none of those men who were invited will taste of my supper. For many are called, but few are chosen.’”
24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
25 συνεπορευοντο δε αυτω οχλοι πολλοι. και στραφεις ειπεν προς αυτους· 25 Now great multitudes were going with him. He turned and said to them,
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπε πρὸς αὐτούς·
26 ει τις ερχεται προς με και ου μισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας, ετι δε και την εαυτου ψυχην, ου δυναται μου μαθητης ειναι. 26 “If anyone comes to me, and doesn’t disregard his own father, mother, wife, children, brothers, and sisters, yes, and his own life also, he can’t be my disciple.
26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι.
27 και οστις ου βασταζει τον σταυρον εαυτου και ερχεται οπισω μου, ου δυναται ειναι μου μαθητης. 27 Whoever doesn’t bear his own cross and come after me, can’t be my disciple.
27 καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28 τις γαρ εξ υμων, θελων πυργον οικοδομησαι, ουχι πρωτον καθισας ψηφιζει την δαπανην, ει εχει τα προς απαρτισμον; 28 For which of you, desiring to build a tower, doesn’t first sit down and count the cost, to see if he has enough to complete it?
28 τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν;
29 ινα μηποτε, θεντος αυτου θεμελιον και μη ισχυσαντος εκτελεσαι, παντες οι θεωρουντες αρξωνται αυτω εμπαιζειν, 29 Or perhaps, when he has laid a foundation and isn’t able to finish, everyone who sees begins to mock him,
29 ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν,
30 λεγοντες οτι ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι; 30 saying, ‘This man began to build and wasn’t able to finish.’
30 λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι;
31 η τις βασιλευς, πορευομενος συμβαλειν ετερω βασιλει εις πολεμον, ουχι πρωτον καθισας βουλευεται ει δυνατος εστιν εν δεκα χιλιασιν απαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον; 31 Or what king, as he goes to encounter another king in war, will not sit down first and consider whether he is able with ten thousand to meet him who comes against him with twenty thousand?
31 ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
32 ει δε μηγε, ετι πορρω αυτου οντος πρεσβειαν αποστειλας ερωτα τα προς ειρηνην. 32 Or else, while the other is yet a great way off, he sends an envoy and asks for conditions of peace.
32 εἰ δὲ μήγε, ἔτι πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33 ουτως ουν πας εξ υμων, ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν, ου δυναται ειναι μου μαθητης. 33 So therefore, whoever of you who doesn’t renounce all that he has, he can’t be my disciple.
33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
34 καλον το αλας· εαν δε και το αλας μωρανθη, εν τινι αρτυθησεται; 34 “Salt is good, but if the salt becomes flat and tasteless, with what do you season it?
34 Καλὸν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35 ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν· εξω βαλλουσιν αυτο. ο εχων ωτα ακουειν ακουετω. 35 It is fit neither for the soil nor for the manure pile. It is thrown out. He who has ears to hear, let him hear.”
35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.