PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ελεγεν δε και προς τους μαθητας αυτου· ανθρωπος τις ην πλουσιος, ος ειχεν οικονομον, και ουτος διεβληθη αυτω ως διασκορπιζων τα υπαρχοντα αυτου. 1 He also said to his disciples, “There was a certain rich man who had a manager. An accusation was made to him that this man was wasting his possessions.
1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2 και φωνησας αυτον ειπεν αυτω· τι τουτο ακουω περι σου; αποδος τον λογον της οικονομιας σου· ου γαρ δυνη ετι οικονομειν. 2 He called him, and said to him, ‘What is this that I hear about you? Give an accounting of your management, for you can no longer be manager.’
2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
3 ειπεν δε εν εαυτω ο οικονομος· τι ποιησω, οτι ο κυριος μου αφαιρειται την οικονομιαν απ εμου; σκαπτειν ουκ ισχυω, επαιτειν αισχυνομαι· 3 “The manager said within himself, ‘What will I do, seeing that my lord is taking away the management position from me? I don’t have strength to dig. I am ashamed to beg.
3 εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
4 εγνων τι ποιησω, ινα, οταν μετασταθω εκ της οικονομιας, δεξωνται με εις τους οικους εαυτων. 4 I know what I will do, so that when I am removed from management, they may receive me into their houses.’
4 ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
5 και προσκαλεσαμενος ενα εκαστον των χρεωφειλετων του κυριου εαυτου ελεγεν τω πρωτω· ποσον οφειλεις συ τω κυριω μου; 5 Calling each one of his lord’s debtors to him, he said to the first, ‘How much do you owe to my lord?’
5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου;
6 ο δε ειπεν· εκατον βατους ελαιου. και ειπεν αυτω· δεξαι σου το γραμμα και καθισας ταχεως γραψον πεντηκοντα. 6 He said, ‘A hundred batos of oil.’ He said to him, ‘Take your bill, and sit down quickly and write fifty.’
6 ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
7 επειτα ετερω ειπεν· συ δε ποσον οφειλεις; ο δε ειπεν· εκατον κορους σιτου. και λεγει αυτω· δεξαι σου το γραμμα και γραψον ογδοηκοντα. 7 Then he said to another, ‘How much do you owe?’ He said, ‘A hundred cors of wheat.’ He said to him, ‘Take your bill, and write eighty.’
7 ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα.
8 και επηνεσεν ο κυριος τον οικονομον της αδικιας, οτι φρονιμως εποιησεν· οτι οι υιοι του αιωνος τουτου φρονιμωτεροι υπερ τους υιους του φωτος εις την γενεαν την εαυτων εισιν. 8 “His lord commended the dishonest manager because he had done wisely, for the children of this world are, in their own generation, wiser than the children of the light.
8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι.
9 καγω υμιν λεγω· ποιησατε εαυτοις φιλους εκ του μαμωνα της αδικιας, ινα, οταν εκλιπητε, δεξωνται υμας εις τας αιωνιους σκηνας. 9 I tell you, make for yourselves friends by means of unrighteous mammon, so that when you fail, they may receive you into the eternal tents.
9 Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10 ο πιστος εν ελαχιστω και εν πολλω πιστος εστιν, και ο εν ελαχιστω αδικος και εν πολλω αδικος εστιν. 10 He who is faithful in a very little is faithful also in much. He who is dishonest in a very little is also dishonest in much.
10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11 ει ουν εν τω αδικω μαμωνα πιστοι ουκ εγενεσθε, το αληθινον τις υμιν πιστευσει; 11 If therefore you have not been faithful in the unrighteous mammon, who will commit to your trust the true riches?
11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12 και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε, το υμετερον τις υμιν δωσει; 12 If you have not been faithful in that which is another’s, who will give you that which is your own?
12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
13 ουδεις οικετης δυναται δυσιν κυριοις δουλευειν· η γαρ τον ενα μισησει και τον ετερον αγαπησει, η ενος ανθεξεται και του ετερου καταφρονησει. ου δυνασθε θεω δουλευειν και μαμωνα. 13 No servant can serve two masters, for either he will hate the one and love the other; or else he will hold to one and despise the other. You aren’t able to serve God and Mammon.”
13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 ηκουον δε ταυτα παντα και οι φαρισαιοι φιλαργυροι υπαρχοντες, και εξεμυκτηριζον αυτον. 14 The Pharisees, who were lovers of money, also heard all these things, and they scoffed at him.
14 Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
15 και ειπεν αυτοις· υμεις εστε οι δικαιουντες εαυτους ενωπιον των ανθρωπων, ο δε θεος γινωσκει τας καρδιας υμων· οτι το εν ανθρωποις υψηλον βδελυγμα ενωπιον του θεου. 15 He said to them, “You are those who justify yourselves in the sight of men, but God knows your hearts. For that which is exalted among men is an abomination in the sight of God.
15 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.
16 ο νομος και οι προφηται εως ιωαννου· απο τοτε η βασιλεια του θεου ευαγγελιζεται, και πας εις αυτην βιαζεται. 16 “The law and the prophets were until John. From that time the Good News of God’s Kingdom is preached, and everyone is forcing his way into it.
16 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
17 ευκοπωτερον δε εστιν τον ουρανον και την γην παρελθειν η του νομου μιαν κεραιαν πεσειν. 17 But it is easier for heaven and earth to pass away than for one tiny stroke of a pen in the law to fall.
17 εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 πας ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει, και πας ο απολελυμενην απο ανδρος γαμων μοιχευει. 18 “Everyone who divorces his wife and marries another commits adultery. He who marries one who is divorced from a husband commits adultery.
18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 ανθρωπος δε τις ην πλουσιος, και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενος καθ ημεραν λαμπρως. 19 “Now there was a certain rich man, and he was clothed in purple and fine linen, living in luxury every day.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς.
20 πτωχος δε τις ην ονοματι λαζαρος, ος εβεβλητο προς τον πυλωνα αυτου ηλκωμενος 20 A certain beggar, named Lazarus, was taken to his gate, full of sores,
20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
21 και επιθυμων χορτασθηναι απο των ψιχιων των πιπτοντων απο της τραπεζης του πλουσιου· αλλα και οι κυνες ερχομενοι απελειχον τα ελκη αυτου. 21 and desiring to be fed with the crumbs that fell from the rich man’s table. Yes, even the dogs came and licked his sores.
21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
22 εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εις τον κολπον αβρααμ· απεθανεν δε και ο πλουσιος και εταφη. 22 The beggar died, and he was carried away by the angels to Abraham’s bosom. The rich man also died and was buried.
22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 και εν τω αδη επαρας τους οφθαλμους αυτου, υπαρχων εν βασανοις, ορα τον αβρααμ απο μακροθεν και λαζαρον εν τοις κολποις αυτου. 23 In Hades, he lifted up his eyes, being in torment, and saw Abraham far off, and Lazarus at his bosom.
23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
24 και αυτος φωνησας ειπεν· πατερ αβρααμ, ελεησον με και πεμψον λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατος και καταψυξη την γλωσσαν μου, οτι οδυνωμαι εν τη φλογι ταυτη. 24 He cried and said, ‘Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water and cool my tongue! For I am in anguish in this flame.’
24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25 ειπεν δε αβρααμ· τεκνον, μνησθητι οτι απελαβες συ τα αγαθα σου εν τη ζωη σου, και λαζαρος ομοιως τα κακα· νυν δε ωδε παρακαλειται, συ δε οδυνασαι· 25 “But Abraham said, ‘Son, remember that you, in your lifetime, received your good things, and Lazarus, in the same way, bad things. But here he is now comforted and you are in anguish.
25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·
26 και επι πασιν τουτοις μεταξυ ημων και υμων χασμα μεγα εστηρικται, οπως οι θελοντες διαβηναι ενθεν προς υμας μη δυνωνται, μηδε οι εκειθεν προς ημας διαπερωσιν. 26 Besides all this, between us and you there is a great gulf fixed, that those who want to pass from here to you are not able, and that no one may cross over from there to us.’
26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27 ειπεν δε· ερωτω ουν σε, πατερ, ινα πεμψης αυτον εις τον οικον του πατρος μου· 27 “He said, ‘I ask you therefore, father, that you would send him to my father’s house—
27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου·
28 εχω γαρ πεντε αδελφους· οπως διαμαρτυρηται αυτοις, ινα μη και αυτοι ελθωσιν εις τον τοπον τουτον της βασανου. 28 for I have five brothers—that he may testify to them, so they won’t also come into this place of torment.’
28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
29 λεγει αυτω αβρααμ· εχουσιν μωυσεα και τους προφητας· ακουσατωσαν αυτων. 29 “But Abraham said to him, ‘They have Moses and the prophets. Let them listen to them.’
29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30 ο δε ειπεν· ουχι, πατερ αβρααμ, αλλ εαν τις απο νεκρων πορευθη προς αυτους, μετανοησουσιν. 30 “He said, ‘No, father Abraham, but if one goes to them from the dead, they will repent.’
30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.
31 ειπεν δε αυτω· ει μωυσεως και των προφητων ουκ ακουουσιν, ουδε εαν τις εκ νεκρων αναστη πεισθησονται. 31 “He said to him, ‘If they don’t listen to Moses and the prophets, neither will they be persuaded if one rises from the dead.’”
31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.