Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 3 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εισηλθεν παλιν εις την συναγωγην· και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα.
1 Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2 και παρετητηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον, ινα κατηγορησωσιν αυτου.
2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
3 και λεγει τω ανθρωπω τω εξηραμμενην εχοντι την χειρα· εγειρε εις το μεσον.
3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον.
4 και λεγει αυτοις· εξεστιν τοις σαββασιν αγαθοποιησαι η κακοποιησαι; ψυχην σωσαι η αποκτειναι; οι δε εσιωπων.
4 καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5 και περιβλεψαμενος αυτους μετ οργης, συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων, λεγει τω ανθρωπω· εκτεινον την χειρα σου. και εξετεινεν, και αποκατεσταθη η χειρ αυτου υγιης ως η αλλη.
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
6 και εξελθοντες οι φαρισαιοι ευθεως μετα των ηρωδιανων συμβουλιον εποιουν κατ αυτου, οπως αυτον απολεσωσιν.
6 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
7 και ο ιησους ανεχωρησεν μετα των μαθητων αυτου προς την θαλασσαν· και πολυ πληθος απο της γαλιλαιας ηκολουθησαν αυτω, και απο της ιουδαιας
7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ,
8 και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και οι περι τυρον και σιδωνα, πληθος πολυ, ακουσαντες οσα εποιει, ηλθον προς αυτον.
8 καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
9 και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον, ινα μη θλιβωσιν αυτον·
9 καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν·
10 πολλους γαρ εθεραπευσεν, ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας·
10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας·
11 και τα πνευματα τα ακαθαρτα, οταν αυτον εθεωρουν, προσεπιπτον αυτω και εκραζον λεγοντα οτι συ ει ο υιος του θεου.
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.
12 και πολλα επετιμα αυτοις ινα μη φανερον αυτον ποιησωσιν.
12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.
13 και αναβαινει εις το ορος, και προσκαλειται ους ηθελεν αυτος, και απηλθον προς αυτον.
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 και εποιησεν δωδεκα, ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν
14 καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 και εχειν εξουσιαν θεραπευειν τας νοσους και εκβαλλειν τα δαιμονια·
15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια·
16 και επεθηκεν ονομα τω σιμωνι πετρον,
16 καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον,
17 και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου· και επεθηκεν αυτοις ονοματα βοανεργες, ο εστιν υιοι βροντης·
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
18 και ανδρεαν και φιλιππον και βαρθολομαιον και ματθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον κανανιτην
18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην
19 και ιουδαν ισκαριωτην, ος και παρεδωκεν αυτον. και ερχονται εις οικον·
19 καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
20 και συνερχεται παλιν οχλος, ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν.
20 Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
21 και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον· ελεγον γαρ οτι εξεστη.
21 καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
22 και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει, και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια.
22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις· πως δυναται σατανας σαταναν εκβαλλειν;
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
24 και εαν βασιλεια εφ εαυτην μερισθη, ου δυναται σταθηναι η βασιλεια εκεινη·
24 καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 και εαν οικια εφ εαυτην μερισθη, ου δυναται σταθηναι η οικια εκεινη.
25 καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.
26 και ει ο σατανας ανεστη εφ εαυτον και μεμερισται, ου δυναται σταθηναι, αλλα τελος εχει.
26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.
27 ουδεις δυναται τα σκευη του ισχυρου εισελθων εις την οικιαν αυτου διαρπασαι, εαν μη πρωτον τον ισχυρον δηση, και τοτε την οικιαν αυτου διαρπασει.
27 οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
28 αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσας εαν βλασφημησωσιν·
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσας ἐὰν βλασφημήσωσιν·
29 ος δ αν βλασφημηση εις το πνευμα το αγιον, ουκ εχει αφεσιν εις τον αιωνα, αλλ ενοχος εστιν αιωνιου κρισεως·
29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως·
30 οτι ελεγον, πνευμα ακαθαρτον εχει.
30 ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει.
31 ερχονται ουν η μητηρ αυτου και οι αδελφοι αυτου, και εξω εστωτες απεστειλαν προς αυτον φωνουντες αυτον.
31 Ἔρχονται οὖν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν.
32 και εκαθητο περι αυτον οχλος· ειπον δε αυτω· ιδου η μητηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε.
32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος· εἶπον δὲ αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε.
33 και απεκριθη αυτοις λεγων· τις εστιν η μητηρ μου η οι αδελφοι μου;
33 καὶ ἀπεκρίθη αὐτοῖς λέγων· τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
34 και περιβλεψαμενος κυκλω τους περι αυτον καθημενους λεγει· ιδε η μητηρ μου και οι αδελφοι μου·
34 καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
35 ος γαρ αν ποιηση το θελημα του θεου, ουτος αδελφος μου και αδελφη μου και μητηρ εστιν.
35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Alphaeus

    Father of James (and of Levi)

    Named as father of James, one of the Twelve (Matthew 10:3), and as the father of Levi the tax collector (Mark 2:14); the text does not say whether these are two different men…

    Cited in the guide: Matthew 10:3; Mark 2:14; Mark 3:18

  • Andrew

    Apostle, Peter's brother

    Simon Peter's brother, a disciple of John the Baptist who first followed Jesus and brought Peter to him, from Bethsaida, and one of the Twelve.

    Cited in the guide: Matthew 10:2; Mark 3:18; John 1:40

  • Bartholomew

    One of the Twelve

    Listed among the Twelve after Philip in Matthew 10:3, Mark 3:18 and Luke 6:14; the Gospels say nothing more of him by that name.

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:14

  • James

    Apostle, son of Alphaeus

    One of the Twelve, named son of Alphaeus in every list of the apostles.

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:15

  • James

    Apostle, brother of John

    A fisherman called by Jesus together with his brother John, one of the Twelve, to whom Jesus gave the name Boanerges, 'Sons of Thunder'.

    Cited in the guide: Matthew 4:21; Matthew 10:2; Mark 3:17

  • John

    Apostle, brother of James

    A fisherman called together with his brother James, one of the Twelve, to whom Jesus gave the name Boanerges, 'Sons of Thunder'.

    Cited in the guide: Matthew 4:21; Matthew 10:2; Mark 3:17

  • Judas Iscariot

    Apostle who betrayed Jesus

    One of the Twelve, son of Simon Iscariot, who betrayed Jesus.

    Cited in the guide: Matthew 10:4; Mark 3:19; Luke 6:16

  • Peter

    Apostle, brother of Andrew

    Simon, whom Jesus named Peter (Cephas), a fisherman from Bethsaida and the first listed of the Twelve, who confessed Jesus as Christ, denied him three times, and was told to feed…

    Cited in the guide: Matthew 10:2; Matthew 16:17; Mark 3:16

  • Simon the Zealot

    One of the Twelve

    One of the Twelve, called the Zealot, listed next to Judas Iscariot in each list.

    Cited in the guide: Matthew 10:4; Mark 3:18; Luke 6:15

  • Thaddaeus

    One of the Twelve

    Listed as Thaddaeus in Matthew 10:3 and Mark 3:18 (Lebbaeus in some KJV readings) and as Judas son of James in Luke 6:16 in the same place among the Twelve; John 14:22 names a…

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:16

Cross references (32)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 12:9–14; Luke 6:6–11; Mark 1:21; 1 Kings 13:4
  2. 2 Psalm 37:32; Luke 14:1; Luke 6:7; Luke 20:20; Luke 11:53–54
  3. 3 Philippians 1:28–30; 1 Corinthians 15:58; 1 Peter 4:1; John 9:4; Luke 6:8
  4. 4 Luke 6:9; Luke 14:1–5; Matthew 12:10–12; Hosea 6:6; Mark 2:27–28
  5. 5 Luke 6:10; Ephesians 4:18; Romans 11:25; 1 Kings 13:6; Matthew 13:14–15
  6. 6 Mark 12:13; Matthew 22:16; Matthew 12:14; John 11:53; Psalm 109:3–4
  7. 7 Matthew 4:25; Luke 6:17; Matthew 12:15; Joshua 20:7; John 11:53–54
  8. 8 Ezekiel 35:15; Matthew 11:21; Isaiah 34:5; Ezekiel 36:5; Joshua 13:8–14
  9. 9 Mark 5:30; John 6:15
  10. 10 Mark 6:56; Matthew 14:36; Matthew 4:23; Acts 19:11–12; Luke 7:2
  11. 11 Luke 4:41; Mark 1:23–24; Luke 8:28; Matthew 4:3; James 2:19
  12. 12 Matthew 12:16; Mark 1:34; Mark 1:25; Matthew 8:4; Acts 16:18
  13. 13 Luke 6:12–16; Luke 9:1; Matthew 10:1–4; Matthew 5:1; Mark 6:7
  14. 14 Acts 1:8; John 15:16; Luke 9:1–6; Galatians 1:1; Luke 10:1–11
  15. 16 John 1:42; Acts 1:13; Galatians 2:7–9; Matthew 10:2–4; Mark 1:16
  16. 17 Mark 5:37; Hebrews 4:12; Jeremiah 23:29; Mark 14:33; John 21:20–25
  17. 18 Acts 1:13; Mark 2:14; Matthew 9:9; James 1:1; Galatians 2:9
  18. 19 John 13:2; Matthew 27:3–5; Matthew 26:47; John 13:26–30; John 6:71
  19. 20 Mark 6:31; John 4:31–34; Mark 3:9; Mark 9:28; Mark 7:17
  20. 21 Acts 26:24; John 10:20; John 7:3–10; Mark 3:31; 2 Corinthians 5:13
  21. 22 Matthew 10:25; Matthew 15:1; Matthew 9:34; Matthew 12:24; John 7:20
  22. 23 Matthew 12:25–30; Luke 11:17–23; Matthew 13:34; Mark 4:2; Matthew 4:10
  23. 24 Zechariah 11:14; Isaiah 19:2–3; Ezekiel 37:22; 1 Corinthians 1:10–13; 2 Samuel 20:6
  24. 25 James 3:16; Galatians 5:15; Psalm 133:1; Genesis 37:4; Genesis 13:7–8
  25. 27 Isaiah 49:24–26; Matthew 12:29; Luke 11:21–23; Ephesians 6:10–13; Revelation 20:1–3
  26. 28 Luke 12:10; Matthew 12:31–32; 1 John 5:16; Mark 3:28–30; Hebrews 6:4–8
  27. 29 Matthew 12:31–32; Luke 12:10; Matthew 25:46; 2 Thessalonians 1:9; Jude 13
  28. 30 John 10:20; Mark 3:22
  29. 31 Luke 8:19–21; Matthew 12:46–50
  30. 33 Mark 3:21; Deuteronomy 33:9; Mark 6:3; 2 Corinthians 5:16; John 7:3–5
  31. 34 Matthew 12:49–50; Luke 11:27–28; Romans 8:29; Matthew 25:40–45; Hebrews 2:11–12
  32. 35 1 John 2:17; Matthew 7:21; 1 John 3:22–23; John 7:17; James 1:25

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 3:27 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XIX)

    For when Satan is bound, man is set free; since "none can enter a strong man's house and spoil his goods, unless he first bind the strong man himself." The Lord therefore exposes him as speaking contrary to the word of that God who made all things, and subdues him by means of the commandment.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 3:27 Augustine of Hippo, The City of God (Book XX, Chapters 6–7)

    The Lord Jesus Christ Himself says, "No man can enter into a strong man's house, and spoil his goods, except he first bind the strong man" --meaning by the strong man the devil, because he had power to take captive the human race; and meaning by his goods which he was to take, those who had been held by the …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 3:24 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily I)

    Whereas, if they were in discord, neither could this have been pointed out, and the doctrine itself had long since been brought to nought: "for every kingdom," saith He, "divided against itself shall not stand." But now even in this shines forth the might of the Spirit, namely, in that it prevailed on these men, engaged as they were in …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 3:29 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    He dared too to say that he was the Paraclete, though it is written, But whosoever shall blaspheme against the Holy Ghost, hath no forgiveness.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 3:28 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    But forasmuch as it is first said, "All manner of sin and blasphemy shall be forgiven unto men;" which in another Evangelist is also thus expressed, "All sins shall be forgiven unto the sons of men, and blasphemies wherewithsoever they shall blaspheme;" without doubt, that blasphemy also which is spoken against the Father is included in that general expression; and …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)