PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και ηλθον εις το περαν της θαλασσης εις την χωραν των γεργεσηνων. 1 They came to the other side of the sea, into the country of the Gadarenes.
1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν.
2 και εξελθοντος αυτου εκ του πλοιου ευθεως απηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω, 2 When he had come out of the boat, immediately a man with an unclean spirit met him out of the tombs.
2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3 ος την κατοικησιν ειχεν εν τοις μνημασιν, και ουτε αλυσεσιν ουδεις ηδυνατο αυτον δησαι, 3 He lived in the tombs. Nobody could bind him any more, not even with chains,
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι,
4 δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι, και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι, και ουδεις ισχυεν αυτον δαμασαι· 4 because he had been often bound with fetters and chains, and the chains had been torn apart by him, and the fetters broken in pieces. Nobody had the strength to tame him.
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
5 και δια παντος νυκτος και ημερας εν τοις μνημασιν και εν τοις ορεσιν ην κραζων και κατακοπτων εαυτον λιθοις. 5 Always, night and day, in the tombs and in the mountains, he was crying out, and cutting himself with stones.
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6 ιδων δε τον ιησουν [απο] μακροθεν εδραμεν και προσεκυνησεν αυτον, 6 When he saw Jesus from afar, he ran and bowed down to him,
6 ἰδὼν δὲ τὸν Ἰησοῦν [ἀπὸ] μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν,
7 και κραξας φωνη μεγαλη λεγει· τι εμοι και σοι, ιησου, υιε του θεου του υψιστου; ορκιζω σε τον θεον, μη με βασανισης. 7 and crying out with a loud voice, he said, “What have I to do with you, Jesus, you Son of the Most High God? I adjure you by God, don’t torment me.”
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
8 ελεγεν γαρ αυτω· εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου. 8 For he said to him, “Come out of the man, you unclean spirit!”
8 ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9 και επηρωτα αυτον· τι ονομα σοι; και απεκριθη λεγων· λεγεων ονομα μοι, οτι πολλοι εσμεν. 9 He asked him, “What is your name?” He said to him, “My name is Legion, for we are many.”
9 καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
10 και παρεκαλει αυτον πολλα ινα μη αποστειλη αυτους εξω της χωρας. 10 He begged him much that he would not send them away out of the country.
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας.
11 ην δε εκει αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει· 11 Now on the mountainside there was a great herd of pigs feeding.
11 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει·
12 και παρεκαλεσαν αυτον παντες οι δαιμονες λεγοντες· πεμψον ημας εις τους χοιρους, ινα εις αυτους εισελθωμεν. 12 All the demons begged him, saying, “Send us into the pigs, that we may enter into them.”
12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
13 και επετρεψεν αυτοις ευθεως ο ιησους. και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους· και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν· ησαν δε ως δισχιλιοι· και επνιγοντο εν τη θαλασση. 13 At once Jesus gave them permission. The unclean spirits came out and entered into the pigs. The herd of about two thousand rushed down the steep bank into the sea, and they were drowned in the sea.
13 καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14 και οι βοσκοντες τους χοιρους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους· και εξηλθον ιδειν τι εστιν το γεγονος. 14 Those who fed the pigs fled, and told it in the city and in the country. The people came to see what it was that had happened.
14 καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός.
15 και ερχονται προς τον ιησουν, και θεωρουσιν τον δαιμονιζομενον καθημενον και ιματισμενον και σωφρονουντα, τον εσχηκοτα τον λεγεωνα, και εφοβηθησαν. 15 They came to Jesus, and saw him who had been possessed by demons sitting, clothed, and in his right mind, even him who had the legion; and they were afraid.
15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.
16 και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων. 16 Those who saw it declared to them what happened to him who was possessed by demons, and about the pigs.
16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
17 και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων. 17 They began to beg him to depart from their region.
17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
18 και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η. 18 As he was entering into the boat, he who had been possessed by demons begged him that he might be with him.
18 καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ.
19 και ουκ αφηκεν αυτον, αλλα λεγει αυτω· υπαγε εις τον οικον σου προς τους σους και αναγγειλον αυτοις οσα σοι ο κυριος πεποιηκεν και ηλεησεν σε. 19 He didn’t allow him, but said to him, “Go to your house, to your friends, and tell them what great things the Lord has done for you and how he had mercy on you.”
19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε.
20 και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους, και παντες εθαυμαζον. 20 He went his way, and began to proclaim in Decapolis how Jesus had done great things for him, and everyone marveled.
20 καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21 και διαπερασαντος του ιησου εν τω πλοιω παλιν εις το περαν συνηχθη οχλος πολυς επ αυτον, και ην παρα την θαλασσαν. 21 When Jesus had crossed back over in the boat to the other side, a great multitude was gathered to him; and he was by the sea.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
22 και ερχεται εις των αρχισυναγωγων, ονοματι ιαειρος, και ιδων αυτον πιπτει προς τους ποδας αυτου 22 Behold, one of the rulers of the synagogue, Jairus by name, came; and seeing him, he fell at his feet
22 Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
23 και παρεκαλει αυτον πολλα, λεγων οτι το θυγατριον μου εσχατως εχει, ινα ελθων επιθης αυτη τας χειρας, οπως σωθη και ζησεται. 23 and begged him much, saying, “My little daughter is at the point of death. Please come and lay your hands on her, that she may be made healthy, and live.”
23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται.
24 και απηλθεν μετ αυτου· και ηκολουθει αυτω οχλος πολυς, και συνεθλιβον αυτον. 24 He went with him, and a great multitude followed him, and they pressed upon him on all sides.
24 καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25 και γυνη τις ουσα εν ρυσει αιματος ετη δωδεκα, 25 A certain woman who had a discharge of blood for twelve years,
25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,
26 και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ εαυτης παντα, και μηδεν ωφεληθεισα, αλλα μαλλον εις το χειρον ελθουσα, 26 and had suffered many things by many physicians, and had spent all that she had, and was no better, but rather grew worse,
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
27 ακουσασα περι του ιησου, ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου· 27 having heard the things concerning Jesus, came up behind him in the crowd and touched his clothes.
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
28 ελεγεν γαρ εν εαυτη οτι εαν αψωμαι καν των ιματιων αυτου, σωθησομαι. 28 For she said, “If I just touch his clothes, I will be made well.”
28 ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι.
29 και ευθεως εξηρανθη η πηγη του αιματος αυτης, και εγνω τω σωματι οτι ιαται απο της μαστιγος. 29 Immediately the flow of her blood was dried up, and she felt in her body that she was healed of her affliction.
29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
30 και ευθεως ο ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν, επιστραφεις εν τω οχλω ελεγεν· τις μου ηψατο των ιματιων; 30 Immediately Jesus, perceiving in himself that the power had gone out from him, turned around in the crowd and asked, “Who touched my clothes?”
30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων;
31 και ελεγον αυτω οι μαθηται αυτου· βλεπεις τον οχλον συνθλιβοντα σε, και λεγεις τις μου ηψατο; 31 His disciples said to him, “You see the multitude pressing against you, and you say, ‘Who touched me?’”
31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο;
32 και περιεβλεπετο ιδειν την τουτο ποιησασαν. 32 He looked around to see her who had done this thing.
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33 η δε γυνη φοβηθεισα και τρεμουσα, ειδυια ο γεγονεν επ αυτη, ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν. 33 But the woman, fearing and trembling, knowing what had been done to her, came and fell down before him, and told him all the truth.
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34 ο δε ειπεν αυτη· θυγατερ, η πιστις σου σεσωκεν σε· υπαγε εις ειρηνην, και ισθι υγιης απο της μαστιγος σου. 34 He said to her, “Daughter, your faith has made you well. Go in peace, and be cured of your disease.”
34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι η θυγατηρ σου απεθανεν· τι ετι σκυλλεις τον διδασκαλον; 35 While he was still speaking, people came from the synagogue ruler’s house, saying, “Your daughter is dead. Why bother the Teacher any more?”
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
36 ο δε ιησους ευθεως ακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω· μη φοβου, μονον πιστευε. 36 But Jesus, when he heard the message spoken, immediately said to the ruler of the synagogue, “Don’t be afraid, only believe.”
36 ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε.
37 και ουκ αφηκεν αυτω ουδενα συνακολουθησαι ει μη πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου. 37 He allowed no one to follow him except Peter, James, and John the brother of James.
37 καὶ οὐκ ἀφῆκεν αὑτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
38 και ερχεται εις τον οικον του αρχισυναγωγου, και θεωρει θορυβον, [και] κλαιοντας και αλαλαζοντας πολλα, 38 He came to the synagogue ruler’s house, and he saw an uproar, weeping, and great wailing.
38 καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, [καὶ] κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
39 και εισελθων λεγει αυτοις· τι θορυβεισθε και κλαιετε; το παιδιον ουκ απεθανεν, αλλα καθευδει. 39 When he had entered in, he said to them, “Why do you make an uproar and weep? The child is not dead, but is asleep.”
39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
40 και κατεγελων αυτου. ο δε εκβαλων παντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου, και εισπορευεται οπου ην το παιδιον ανακειμενον, 40 They ridiculed him. But he, having put them all out, took the father of the child, her mother, and those who were with him, and went in where the child was lying.
40 ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον,
41 και κρατησας της χειρος του παιδιου λεγει αυτη· ταλιθα, κουμι· ο εστιν μεθερμηνευομενον, το κορασιον, σοι λεγω, εγειρε. 41 Taking the child by the hand, he said to her, “Talitha cumi!” which means, being interpreted, “Girl, I tell you, get up!”
41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
42 και ευθεως ανεστη το κορασιον και περιεπατει· ην γαρ ετων δωδεκα. και εξεστησαν εκστασει μεγαλη. 42 Immediately the girl rose up and walked, for she was twelve years old. They were amazed with great amazement.
42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ.
43 και διεστειλατο αυτοις πολλα ινα μηδεις γνω τουτο· και ειπεν δοθηναι αυτη φαγειν. 43 He strictly ordered them that no one should know this, and commanded that something should be given to her to eat.
43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.