Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 18 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντες· τις αρα μειζων εστιν εν τη βασιλεια των ουρανων;
1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
2 και προσκαλεσαμενος ο ιησους παιδιον εστησεν αυτο εν μεσω αυτων
2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν·
3 και ειπεν· αμην λεγω υμιν, εαν μη στραφητε και γενησθε ως τα παιδια, ου μη εισελθητε εις την βασιλειαν των ουρανων.
3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4 οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο, ουτος εστιν ο μειζων εν τη βασιλεια των ουρανων.
4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5 και ος εαν δεξηται παιδιον τοιουτον εν επι τω ονοματι μου, εμε δεχεται·
5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
6 ος δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε, συμφερει αυτω ινα κρεμασθη μυλος ονικος εις τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης.
6 ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
7 ουαι τω κοσμω απο των σκανδαλων· αναγκη γαρ εστιν ελθειν τα σκανδαλα· πλην ουαι τω ανθρωπω εκεινω δι ου το σκανδαλον ερχεται.
7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.
8 ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε, εκκοψον αυτα και βαλε απο σου· καλον σοι εστιν εισελθειν εις την ζωην χωλον η κυλλον, η δυο χειρας η δυο ποδας εχοντα βληθηναι εις το πυρ το αιωνιον.
8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
9 και ει ο οφθαλμος σου σκανδαλιζει σε, εξελε αυτον και βαλε απο σου· καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν, η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος.
9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10 ορατε μη καταφρονησητε ενος των μικρων τουτων· λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσιν το προσωπον του πατρος μου του εν ουρανοις.
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
11 ηλθεν γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος.
11 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
12 τι υμιν δοκει; εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων, ουχι αφεις τα ενενηκοντα εννεα επι τα ορη, πορευθεις ζητει το πλανωμενον;
12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
13 και εαν γενηται ευρειν αυτο, αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοις ενενηκοντα εννεα τοις μη πεπλανημενοις.
13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14 ουτως ουκ εστιν θελημα εμπροσθεν του πατρος υμων του εν ουρανοις ινα αποληται εις των μικρων τουτων.
14 οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
15 εαν δε αμαρτηση εις σε ο αδελφος σου, υπαγε [και] ελεγξον αυτον μεταξυ σου και αυτου μονου· εαν σου ακουση, εκερδησας τον αδελφον σου·
15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε [καὶ] ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
16 εαν δε μη ακουση, παραλαβε μετα σου ετι ενα η δυο, ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα.
16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
17 εαν δε παρακουση αυτων, ειπε τη εκκλησια· εαν δε και της εκκλησιας παρακουση, εστω σοι ωσπερ ο εθνικος και ο τελωνης.
17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
18 αμην λεγω υμιν, οσα εαν δησητε επι της γης, εσται δεδεμενα εν τω ουρανω, και οσα εαν λυσητε επι της γης, εσται λελυμενα εν τω ουρανω.
18 Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
19 παλιν αμην λεγω υμιν οτι εαν δυο υμων συμφωνησωσιν επι της γης περι παντος πραγματος ου εαν αιτησωνται, γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις.
19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
20 ου γαρ εισιν δυο η τρεις συνηγμενοι εις το εμον ονομα, εκει ειμι εν μεσω αυτων.
20 οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 τοτε προσελθων αυτω ο πετρος ειπεν· κυριε, ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω; εως επτακις;
21 Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
22 λεγει αυτω ο ιησους· ου λεγω σοι εως επτακις, αλλ εως εβδομηκοντακις επτα.
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει, ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
24 αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εις οφειλετης μυριων ταλαντων.
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
25 μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος αυτου πραθηναι και την γυναικα αυτου και τα τεκνα και παντα οσα ειχεν, και αποδοθηναι.
25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
26 πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων· κυριε, μακροθυμησον επ εμοι και παντα σοι αποδωσω.
26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω.
27 σπλαγχνισθεις δε ο κυριος του δουλου εκεινου απελυσεν αυτον και το δανειον αφηκεν αυτω.
27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
28 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου, ος ωφειλεν αυτω εκατον δηναρια, και κρατησας αυτον επνιγεν λεγων· αποδος μοι ει τι οφειλεις.
28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις.
29 πεσων ουν ο συνδουλος αυτου εις τους ποδας αυτου παρεκαλει αυτον λεγων· μακροθυμησον επ εμοι και αποδωσω σοι.
29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ ἀποδώσω σοι.
30 ο δε ουκ ηθελεν, αλλα απελθων εβαλεν αυτον εις φυλακην εως ου αποδω το οφειλομενον.
30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
31 ιδοντες δε οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα, και ελθοντες διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα.
31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
32 τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει αυτω· δουλε πονηρε, πασαν την οφειλην εκεινην αφηκα σοι, επει παρεκαλεσας με·
32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
33 ουκ εδει και σε ελεησαι τον συνδουλον σου, ως και εγω σε ηλεησα;
33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
34 και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως ου αποδω παν το οφειλομενον αυτω.
34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
35 ουτως και ο πατηρ μου ο επουρανιος ποιησει υμιν, εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων τα παραπτωματα αυτων.
35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 9:33–37; Luke 9:46–48; Matthew 20:20–28; Luke 22:24–27; Philippians 2:3
  2. 2 Matthew 19:13–14; Mark 9:36–37; 1 Kings 3:7; Jeremiah 1:7
  3. 3 Mark 10:14–15; 1 Peter 2:2; Matthew 19:14; 1 Corinthians 14:20; Luke 18:16–17
  4. 4 James 4:10; Mark 10:43; Luke 14:11; Luke 9:48; Matthew 23:11–12
  5. 5 Matthew 25:40; John 13:20; Mark 9:37; Galatians 4:14; Luke 17:1–2
  6. 6 Mark 9:42; Luke 17:1–2; Matthew 18:10; 2 Thessalonians 1:6–9; Matthew 18:14
  7. 7 Luke 17:1; 1 Corinthians 11:19; Matthew 26:24; 1 Timothy 4:1–3; Jude 4
  8. 8 Matthew 5:29–30; Philippians 3:8–9; Romans 13:12; Luke 18:22–23; Ezekiel 18:31
  9. 9 Acts 14:22; Matthew 18:8; Revelation 21:27; Matthew 5:22; Matthew 5:29
  10. 10 Psalm 91:11; Psalm 34:7; Hebrews 1:14; Luke 16:22; Acts 12:7–11
  11. 12 Ezekiel 34:12; Luke 15:4–7; Ezekiel 34:16; Isaiah 53:6; Ezekiel 34:28
  12. 13 Luke 15:5–10; Zephaniah 3:17; Psalm 147:11; Luke 15:23–24; John 4:34–36
  13. 14 John 17:12; 2 Peter 3:9; John 6:39–40; John 10:27–30; Isaiah 40:11
  14. 15 Leviticus 19:17; Galatians 6:1; Luke 17:3–4; 2 Thessalonians 3:15; Colossians 3:13
  15. 16 Deuteronomy 19:15; 2 Corinthians 13:1; John 8:17; 1 Timothy 5:19; Hebrews 10:28
  16. 17 2 Thessalonians 3:6; 1 Corinthians 5:9–6:7; 2 Thessalonians 3:14–15; 1 Corinthians 5:3–5; 2 John 10–11
  17. 18 Matthew 16:19; 2 Corinthians 2:10; John 20:23; 1 Corinthians 5:4–5; Revelation 3:7–8
  18. 19 Matthew 7:7; 1 John 5:14–16; Mark 11:24; John 14:13–14; Philippians 1:19
  19. 20 1 Corinthians 5:4; Revelation 21:3; Matthew 28:20; Zechariah 2:5; John 20:26
  20. 21 Luke 17:3–4; Matthew 18:15
  21. 22 Colossians 3:13; Mark 11:25; Genesis 4:24; Ephesians 4:31–5:1; Matthew 6:14–15
  22. 23 Romans 14:12; Matthew 13:24; Matthew 3:2; Matthew 13:44–45; Matthew 13:47
  23. 24 Psalm 38:4; Psalm 130:3–4; Psalm 40:12; Luke 13:4; Luke 16:5
  24. 25 Nehemiah 5:5; 2 Kings 4:1; Luke 7:42; Leviticus 25:39; Nehemiah 5:8
  25. 26 Matthew 18:29; Luke 7:43; Matthew 8:2; Romans 10:3
  26. 27 Psalm 145:8; Psalm 86:15; Psalm 86:5; Nehemiah 9:17; Psalm 78:38
  27. 28 Ezekiel 45:9; Matthew 20:2; Deuteronomy 15:2; Isaiah 58:3; Nehemiah 5:10–11
  28. 29 Matthew 6:12; Matthew 18:26; Philemon 18–19
  29. 30 1 Kings 22:27; 1 Kings 21:27–29
  30. 31 Romans 12:15; Hebrews 13:3; Mark 3:5; Jeremiah 9:1; Hebrews 13:17
  31. 32 Romans 3:19; Luke 19:22; Matthew 25:26
  32. 33 Colossians 3:13; Ephesians 4:32–5:2; Matthew 6:12; Luke 6:35–36; Matthew 5:44–45
  33. 34 James 2:13; Matthew 5:25–26; Luke 12:58–59; 2 Thessalonians 1:8–9; Revelation 14:10–11
  34. 35 Matthew 6:14–15; James 2:13; Luke 6:37–38; Mark 11:25; Matthew 6:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 18:7 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXI)

    The divine lessons, which we have just heard as they were being read, warn us to gather in a stock of virtues, to fortify a Christian heart, against the offences which were predicted to come, and this from the mercy of the Lord.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 18:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LIX)

    "And if it must needs be that offenses come,'" (some one of our adversaries may perchance say), "why doth He lament over the world, when He ought rather to afford succor, and to stretch forth His hand in its behalf?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 18:10 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter XIV)

    The diverse sounds (he adds) are those which give form to that Æon who is without material substance and unbegotten, and these, again, are the forms which the Lord has called angels, who continually behold the face of the Father.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 18:10 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    Let them praise Thy Name,--those super-celestial people, Thine angels, who have no need to look up at this firmament, or by reading to attain the knowledge of Thy Word,--let them praise Thee. For they always behold Thy face, and therein read without any syllables in time what Thy eternal will willeth.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 18:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIII)

    How then doth He say elsewhere, "Reprove, rebuke, exhort," and, "Them that sin rebuke before all?" And Christ too to Peter, "Go and tell him his fault between thee and him alone," and if he neglect to hear, add to thyself another also; and if not even so doth he yield, declare it to the church likewise?" And how hath …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)