PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 πρωιας δε γενομενης συμβουλιον ελαβον παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του ιησου ωστε θανατωσαι αυτον· 1 Now when morning had come, all the chief priests and the elders of the people took counsel against Jesus to put him to death.
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
2 και δησαντες αυτον απηγαγον και παρεδωκαν αυτον ποντιω πιλατω τω ηγεμονι. 2 They bound him, led him away, and delivered him up to Pontius Pilate, the governor.
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
3 τοτε ιδων ιουδας ο παραδιδους αυτον οτι κατεκριθη, μεταμεληθεις απεστρεψεν τα τριακοντα αργυρια τοις αρχιερευσιν και τοις πρεσβυτεροις 3 Then Judas, who betrayed him, when he saw that Jesus was condemned, felt remorse, and brought back the thirty pieces of silver to the chief priests and elders,
3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις
4 λεγων· ημαρτον παραδους αιμα αθωον. οι δε ειπον· τι προς ημας; συ οψει. 4 saying, “I have sinned in that I betrayed innocent blood.” But they said, “What is that to us? You see to it.”
4 λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει.
5 και ριψας τα αργυρια εν τω ναω ανεχωρησεν, και απελθων απηγξατο. 5 He threw down the pieces of silver in the sanctuary and departed. Then he went away and hanged himself.
5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
6 οι δε αρχιερεις λαβοντες τα αργυρια ειπον· ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν, επει τιμη αιματος εστιν. 6 The chief priests took the pieces of silver and said, “It’s not lawful to put them into the treasury, since it is the price of blood.”
6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
7 συμβουλιον δε λαβοντες ηγορασαν εξ αυτων τον αγρον του κεραμεως εις ταφην τοις ξενοις· 7 They took counsel, and bought the potter’s field with them to bury strangers in.
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
8 διο εκληθη ο αγρος εκεινος αγρος αιματος εως της σημερον. 8 Therefore that field has been called “The Field of Blood” to this day.
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
9 τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντος· και ελαβον τα τριακοντα αργυρια, την τιμην του τετιμημημενου ον ετιμησαντο απο υιων ισραηλ, 9 Then that which was spoken through Jeremiah the prophet was fulfilled, saying, “They took the thirty pieces of silver, the price of him upon whom a price had been set, whom some of the children of Israel priced,
9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 και εδωκαν αυτα εις τον αγρον του κεραμεως, καθα συνεταξεν μοι κυριος. 10 and they gave them for the potter’s field, as the Lord commanded me.”
10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
11 ο δε ιησους εστη εμπροσθεν του ηγεμονος· και επηρωτησεν αυτον ο ηγεμων λεγων· συ ει ο βασιλευς των ιουδαιων; ο δε ιησους εφη αυτω· συ λεγεις. 11 Now Jesus stood before the governor; and the governor asked him, saying, “Are you the King of the Jews?” Jesus said to him, “So you say.”
11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· σὺ λέγεις.
12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και των πρεσβυτερων ουδεν απεκρινατο. 12 When he was accused by the chief priests and elders, he answered nothing.
12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
13 τοτε λεγει αυτω ο πιλατος· ουκ ακουεις ποσα σου καταμαρτυρουσιν; 13 Then Pilate said to him, “Don’t you hear how many things they testify against you?”
13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
14 και ουκ απεκριθη αυτω προς ουδε εν ρημα, ωστε θαυμαζειν τον ηγεμονα λιαν. 14 He gave him no answer, not even one word, so that the governor marveled greatly.
14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον, ον ηθελον. 15 Now at the feast the governor was accustomed to release to the multitude one prisoner whom they desired.
15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
16 ειχον δε τοτε δεσμιον επισημον λεγομενον βαραββαν. 16 They had then a notable prisoner called Barabbas.
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
17 συνηγμενων ουν αυτων ειπεν αυτοις ο πιλατος· τινα θελετε απολυσω υμιν; βαραββαν η ιησουν τον λεγομενον χριστον; 17 When therefore they were gathered together, Pilate said to them, “Whom do you want me to release to you? Barabbas, or Jesus who is called Christ?”
17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
18 ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον. 18 For he knew that because of envy they had delivered him up.
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα· μηδεν σοι και τω δικαιω εκεινω· πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον. 19 While he was sitting on the judgment seat, his wife sent to him, saying, “Have nothing to do with that righteous man, for I have suffered many things today in a dream because of him.”
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.
20 οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν, τον δε ιησουν απολεσωσιν. 20 Now the chief priests and the elders persuaded the multitudes to ask for Barabbas and destroy Jesus.
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις· τινα θελετε απο των δυο απολυσω υμιν; οι δε ειπον· βαραββαν. 21 But the governor answered them, “Which of the two do you want me to release to you?” They said, “Barabbas!”
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν.
22 λεγει αυτοις ο πιλατος· τι ουν ποιησω ιησουν τον λεγομενον χριστον; λεγουσιν αυτω παντες· σταυρωθητω. 22 Pilate said to them, “What then shall I do to Jesus who is called Christ?” They all said to him, “Let him be crucified!”
22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω.
23 ο δε ηγεμων εφη· τι γαρ κακον εποιησεν; οι δε περισσως εκραζον λεγοντες· σταυρωθητω. 23 But the governor said, “Why? What evil has he done?” But they cried out exceedingly, saying, “Let him be crucified!”
23 ὁ δὲ ἡγεμὼν ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
24 ιδων δε ο πιλατος οτι ουδεν ωφελει, αλλα μαλλον θορυβος γινεται, λαβων υδωρ απενιψατο τας χειρας απεναντι του οχλου λεγων· αθωος ειμι απο του αιματος του δικαιου τουτου· υμεις οψεσθε. 24 So when Pilate saw that nothing was being gained, but rather that a disturbance was starting, he took water and washed his hands before the multitude, saying, “I am innocent of the blood of this righteous person. You see to it.”
24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
25 και αποκριθεις πας ο λαος ειπεν· το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων. 25 All the people answered, “May his blood be on us and on our children!”
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 τοτε απελυσεν αυτοις τον βαραββαν, τον δε ιησουν φραγελλωσας παρεδωκεν ινα σταυρωθη. 26 Then he released Barabbas to them, but Jesus he flogged and delivered to be crucified.
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27 τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον ιησουν εις το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν· 27 Then the governor’s soldiers took Jesus into the Praetorium, and gathered the whole garrison together against him.
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν·
28 και εκδυσαντες αυτον περιεθηκαν αυτω χλαμυδα κοκκινην, 28 They stripped him and put a scarlet robe on him.
28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην,
29 και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι την κεφαλην αυτου και καλαμον επι την δεξιαν αυτου, και γονυπετησαντες εμπροσθεν αυτου ενεπαιζον αυτω λεγοντες· χαιρε ο βασιλευς των ιουδαιων· 29 They braided a crown of thorns and put it on his head, and a reed in his right hand; and they kneeled down before him and mocked him, saying, “Hail, King of the Jews!”
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
30 και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου. 30 They spat on him, and took the reed and struck him on the head.
30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 και οτε ενεπαιξαν αυτω, εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου, και απηγαγον αυτον εις το σταυρωσαι. 31 When they had mocked him, they took the robe off him, and put his clothes on him, and led him away to crucify him.
31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον ονοματι σιμωνα· τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου. 32 As they came out, they found a man of Cyrene, Simon by name, and they compelled him to go with them, that he might carry his cross.
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 και ελθοντες εις τοπον λεγομενον γολγοθα, ο εστιν λεγομενος κρανιου τοπος, 33 When they came to a place called “Golgotha”, that is to say, “The place of a skull,”
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,
34 εδωκαν αυτω πιειν οξος μετα χολης μεμιγμενον· και γευσαμενος ουκ ηθελεν πιειν. 34 they gave him sour wine to drink mixed with gall. When he had tasted it, he would not drink.
34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
35 σταυρωσαντες δε αυτον διεμερισαντο τα ιματια αυτου βαλοντες κληρον, 35 When they had crucified him, they divided his clothing among them, casting lots,
35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον,
36 και καθημενοι ετηρουν αυτον εκει. 36 and they sat and watched him there.
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37 και επεθηκαν επανω της κεφαλης αυτου την αιτιαν αυτου γεγραμμενην· ουτος εστιν ιησους ο βασιλευς των ιουδαιων. 37 They set up over his head the accusation against him written, “THIS IS JESUS, THE KING OF THE JEWS.”
37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 τοτε σταυρουνται συν αυτω δυο λησται, εις εκ δεξιων και εις εξ ευωνυμων. 38 Then there were two robbers crucified with him, one on his right hand and one on the left.
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων 39 Those who passed by blasphemed him, wagging their heads
39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40 και λεγοντες· ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων! σωσον σεαυτον· ει υιος ει του θεου, καταβηθι απο του σταυρου. 40 and saying, “You who destroy the temple and build it in three days, save yourself! If you are the Son of God, come down from the cross!”
40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
41 ομοιως δε και οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων και φαρισαιων ελεγον· 41 Likewise the chief priests also mocking with the scribes, the Pharisees, and the elders, said,
41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·
42 αλλους εσωσεν, εαυτον ου δυναται σωσαι· ει βασιλευς ισραηλ εστιν, καταβατω νυν απο του σταυρου και πιστευσωμεν επ αυτω· 42 “He saved others, but he can’t save himself. If he is the King of Israel, let him come down from the cross now, and we will believe in him.
42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσωμεν ἐπ᾽ αὐτῷ·
43 πεποιθεν επι τον θεον, ρυσασθω νυν αυτον, ει θελει αυτον· ειπεν γαρ οτι θεου ειμι υιος. 43 He trusts in God. Let God deliver him now, if he wants him; for he said, ‘I am the Son of God.’”
43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44 το δ αυτο και οι λησται οι συσταυρωθεντες αυτω ωνειδιζον αυτον. 44 The robbers also who were crucified with him cast on him the same reproach.
44 τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
45 απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ωρας ενατης. 45 Now from the sixth hour there was darkness over all the land until the ninth hour.
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46 περι δε την ενατην ωραν ανεβοησεν ο ιησους φωνη μεγαλη λεγων· ηλι ηλι, λιμα σαβαχθανι; τουτ εστιν, θεε μου θεε μου, ινατι με εγκατελιπες; 46 About the ninth hour Jesus cried with a loud voice, saying, “Eli, Eli, lima sabachthani?” That is, “My God, my God, why have you forsaken me?”
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾽ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
47 τινες δε των εκει εστωτων ακουσαντες ελεγον οτι ηλιαν φωνει ουτος. 47 Some of them who stood there, when they heard it, said, “This man is calling Elijah.”
47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48 και ευθεως δραμων εις εξ αυτων και λαβων σπογγον πλησας τε οξους και περιθεις καλαμω εποτιζεν αυτον. 48 Immediately one of them ran and took a sponge, filled it with vinegar, put it on a reed, and gave him a drink.
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
49 οι δε λοιποι ελεγον· αφες ιδωμεν ει ερχεται ηλιας σωσων αυτον. 49 The rest said, “Let him be. Let’s see whether Elijah comes to save him.”
49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
50 ο δε ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα. 50 Jesus cried again with a loud voice, and yielded up his spirit.
50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
51 και ιδου το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω, και η γη εσεισθη και αι πετραι εσχισθησαν, 51 Behold, the veil of the temple was torn in two from the top to the bottom. The earth quaked and the rocks were split.
51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
52 και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθη, 52 The tombs were opened, and many bodies of the saints who had fallen asleep were raised;
52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
53 και εξελθοντες εκ των μνημειων, μετα την εγερσιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν πολλοις. 53 and coming out of the tombs after his resurrection, they entered into the holy city and appeared to many.
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54 ο δε εκατονταρχος και οι μετ αυτου τηρουντες τον ιησουν, ιδοντες τον σεισμον και τα γενομενα εφοβηθησαν σφοδρα λεγοντες· αληθως θεου υιος ην ουτος. 54 Now the centurion and those who were with him watching Jesus, when they saw the earthquake and the things that were done, were terrified, saying, “Truly this was the Son of God!”
54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
55 ησαν δε εκει και γυναικες πολλαι απο μακροθεν θεωρουσαι, αιτινες ηκολουθησαν τω ιησου απο της γαλιλαιας διακονουσαι αυτω· 55 Many women were there watching from afar, who had followed Jesus from Galilee, serving him.
55 Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
56 εν αις ην μαρια η μαγδαληνη, και μαρια η του ιακωβου και ιωση μητηρ, και η μητηρ των υιων ζεβεδαιου. 56 Among them were Mary Magdalene, Mary the mother of James and Joses, and the mother of the sons of Zebedee.
56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57 οψιας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο αριμαθαιας, τουνομα ιωσηφ, ος και αυτος εμαθητευσεν τω ιησου· 57 When evening had come, a rich man from Arimathaea named Joseph, who himself was also Jesus’ disciple, came.
57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·
58 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου. τοτε ο πιλατος εκελευσεν αποδοθηναι το σωμα. 58 This man went to Pilate and asked for Jesus’ body. Then Pilate commanded the body to be given up.
58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
59 και λαβων το σωμα ο ιωσηφ ενετυλιξεν αυτο σινδονι καθαρα, 59 Joseph took the body and wrapped it in a clean linen cloth
59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
60 και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα, και προσκυλισας λιθον μεγαν τη θυρα του μνημειου απηλθεν. 60 and laid it in his own new tomb, which he had cut out in the rock. Then he rolled a large stone against the door of the tomb, and departed.
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
61 ην δε εκει μαρια η μαγδαληνη και η αλλη μαρια, καθημεναι απεναντι του ταφου. 61 Mary Magdalene was there, and the other Mary, sitting opposite the tomb.
61 Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62 τη δε επαυριον, ητις εστιν μετα την παρασκευην, συνηχθησαν οι αρχιερεις και οι φαρισαιοι προς πιλατον 62 Now on the next day, which was the day after the Preparation Day, the chief priests and the Pharisees were gathered together to Pilate,
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63 λεγοντες· κυριε, εμνησθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων, μετα τρεις ημερας εγειρομαι. 63 saying, “Sir, we remember what that deceiver said while he was still alive: ‘After three days I will rise again.’
63 λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 κελευσον ουν ασφαλισθηναι τον ταφον εως της τριτης ημερας, μηποτε ελθοντες οι μαθηται αυτου νυκτος κλεψωσιν αυτον και ειπωσιν τω λαω, ηγερθη απο των νεκρων· και εσται η εσχατη πλανη χειρων της πρωτης. 64 Command therefore that the tomb be made secure until the third day, lest perhaps his disciples come at night and steal him away, and tell the people, ‘He is risen from the dead;’ and the last deception will be worse than the first.”
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65 εφη αυτοις ο πιλατος· εχετε κουστωδιαν· υπαγετε ασφαλισασθε ως οιδατε. 65 Pilate said to them, “You have a guard. Go, make it as secure as you can.”
65 ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66 οι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας. 66 So they went with the guard and made the tomb secure, sealing the stone.
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.