1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. 28 μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός. 31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 ἐγὼ δέ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε. 37 καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· 42 ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;
John · Patriarchal Text 1904 (accented, eBible edition)
John 5 Patriarchal Text 1904 (accented, eBible edition)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Cross references (46)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 16:16; Exodus 23:14–17; Leviticus 23:2–4; Exodus 34:23; John 2:13
- 2 Nehemiah 12:39; Nehemiah 3:1; Isaiah 22:11; Nehemiah 3:32; John 19:13
- 3 Mark 3:1–4; Matthew 15:30; Luke 7:22; Zechariah 11:17; Lamentations 3:26
- 5 Acts 3:2; Luke 8:43; Mark 9:21; Luke 13:16; Acts 14:8
- 6 Luke 18:41; Hebrews 4:15; Hebrews 4:13; Isaiah 65:1; John 21:17
- 7 Psalm 72:12; Deuteronomy 32:36; 1 Corinthians 9:24; Psalm 142:4; 2 Corinthians 1:8–10
- 8 Luke 5:24; Matthew 9:6; Mark 2:11; Acts 9:34
- 9 Acts 3:7–8; John 9:14; Mark 3:2–4; Luke 13:10–16; Mark 5:41–42
- 10 Jeremiah 17:21; Luke 6:2; John 9:16; Mark 3:4; Luke 13:14
- 11 Mark 2:9–11; John 9:16
- 12 Matthew 21:23; Romans 10:2; Judges 6:29; 1 Samuel 14:38
- 13 Luke 4:30; Luke 24:31; John 8:59; John 14:9
- 14 John 8:11; Leviticus 26:23–24; Psalm 118:18; Nehemiah 9:28; Matthew 12:45
- 15 John 4:29; John 9:25; John 9:11–12; Mark 1:45; John 1:19
- 16 Acts 9:4–5; John 10:39; Mark 3:6; John 15:20; Matthew 12:13
- 17 John 9:4; John 14:10; Colossians 1:16; 1 Corinthians 12:6; Hebrews 1:3
- 18 John 10:30; John 10:33; John 19:7; John 8:58; John 14:23
- 19 John 12:49; John 8:28; John 14:10; John 10:18; John 5:28–30
- 20 John 3:35; Matthew 3:17; Proverbs 8:22–31; 2 Peter 1:17; John 15:15
- 21 Romans 8:11; Deuteronomy 32:39; John 11:25; Acts 26:8; Luke 7:14–15
- 22 John 5:27; Acts 17:31; 2 Corinthians 5:10; Matthew 28:18; Acts 10:42
- 23 1 John 2:23; Luke 10:16; Matthew 11:27; 2 John 9; John 15:23–24
- 24 John 3:36; 1 John 5:11–13; John 6:40; John 3:18; Romans 8:1
- 25 John 5:28; Ephesians 5:14; Ephesians 2:5; John 4:23; Colossians 2:13
- 26 John 11:26; John 1:4; John 14:6; Exodus 3:14; John 17:2–3
- 27 Acts 10:42; John 5:22; Acts 17:31; 1 Peter 3:22; Daniel 7:13–14
- 28 Revelation 20:12; 1 Thessalonians 4:14–17; Isaiah 26:19; John 11:24–25; Job 19:25–26
- 29 Daniel 12:2–3; Romans 2:6–10; Acts 24:15; Matthew 25:31–46; Luke 14:14
- 30 John 6:38; John 5:19; John 4:34; John 14:10; Matthew 26:39
- 31 Proverbs 27:2; John 8:54; Revelation 3:14; John 8:13–14
- 32 John 1:33; 1 John 5:6–9; John 8:17–18; Matthew 17:5; John 12:50
- 33 John 3:26–36; John 1:29–34; John 1:6–8; John 1:15–27
- 34 1 John 5:9; 1 Timothy 4:16; John 20:31; Luke 19:41–42; John 5:41
- 35 2 Peter 1:19; John 1:7–8; Matthew 11:11; Matthew 3:5–7; Luke 1:76–77
- 36 John 10:25; John 15:24; John 2:23; John 10:37–38; 1 John 5:9
- 37 John 8:18; Matthew 3:17; John 1:18; 1 Timothy 1:17; 1 Timothy 6:16
- 38 1 John 2:14; John 12:44–48; Deuteronomy 6:6–9; Proverbs 7:1–2; Isaiah 53:1–3
- 39 Luke 24:27; Luke 24:44; 2 Peter 1:19–21; Acts 26:22–23; Proverbs 8:33–34
- 40 John 3:19; John 1:11; Psalm 81:11; John 6:37; Matthew 23:37
- 41 John 7:18; John 8:50; John 5:44; John 5:34; 1 Thessalonians 2:6
- 42 1 John 4:20; 1 John 2:15; 1 John 3:17; John 2:25; Romans 8:7
- 43 Matthew 24:5; John 10:25; John 17:4–6; John 8:28–29; Hebrews 5:4–5
- 44 John 12:43; Romans 2:29; Philippians 2:3; Matthew 23:5; Romans 8:7–8
- 45 Romans 3:19–20; Galatians 3:10; Romans 2:12; 2 Corinthians 3:7–11; John 9:28–29
- 46 Deuteronomy 18:15; Deuteronomy 18:18–19; John 1:45; Luke 24:27; Numbers 24:17–18
- 47 Luke 16:31; Luke 16:29
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The lesson of the Gospel has just sounded in our ears, and made us intent to know what is the meaning of what has been read. This, I suppose, is looked for from me, this I promise, by the Lord's assistance, to explain as well as I can.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
John the evangelist, among his fellows and companions the other evangelists, received this special and peculiar gift from the Lord (on whose breast he reclined at the feast, hereby to signify that he was drinking deeper secrets from His inmost heart), to utter those things concerning the Son of God which may perhaps rouse the attentive minds of the little …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Great is the profit of the divine Scriptures, and all-sufficient is the aid which comes from them. And Paul declared this when he said, "Whatsoever things were written aforetime, were written aforetime for our admonition upon whom the ends of the world are come, that we through patience and comfort of the Scriptures might have hope." ( Rom. xv.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
But they cannot maintain this; otherwise their primary and original Ogdoad will be included in the number of Æons who suffered together. Moreover, there was also a certain other person healed by the Lord, after he had suffered for eight-and-thirty years: they ought therefore to affirm that the Æon who occupies the thirty-eighth place suffered.
… unto me, heal my soul, for I have sinned against Thee;" and not to abuse Thy goodness for a license to sin, but to remember the words of the Lord, "Behold, thou art made whole; sin no more, lest a worse thing come unto thee." All of which salutary advice they endeavour to destroy when they say, "The cause of …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)