Skip to the text

Matthew · Patriarchal Text 1904 (accented, eBible edition)

Matthew 12 Patriarchal Text 1904 (accented, eBible edition)

Leer en español
About PT1904
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. 3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. 9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. 10 καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. 11 ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν. 13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. 14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, 16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· 18 ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· 19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. 20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· 21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. 22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν· 23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ; 24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰμὴ ἐν [τῷ] Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων. 25 εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτὴν οὐ σταθήσεται. 26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; 27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. 28 εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. 30 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει. 31 Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις· 32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. 33 Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπόν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. 34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. 36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· 37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. 38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. 39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40 ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται [καὶ] ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. 42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. 43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα [καὶ] σεσαρωμένον καὶ κεκοσμημένον. 45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. 46 Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες λαλῆσαι αὐτῷ. 47 εἶπε δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σε ἰδεῖν. 48 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; 49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ ἔφη· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Cross references (49)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Deuteronomy 23:25; Mark 2:23–28; Luke 6:1–5
  2. 2 Matthew 12:10; John 7:21–24; Exodus 20:9–11; Mark 3:2–5; Exodus 31:15–17
  3. 3 1 Samuel 21:3–6; Luke 6:3; Mark 2:25–26; Matthew 21:16; Mark 12:10
  4. 4 Leviticus 24:5–9; Exodus 25:30; Exodus 29:32–33; Leviticus 8:31
  5. 5 Numbers 28:9–10; John 7:22–23
  6. 6 Matthew 12:41–42; 2 Chronicles 6:18; 1 Peter 2:4–5; Malachi 3:1; Haggai 2:7–9
  7. 7 Hosea 6:6; Matthew 9:13; Micah 6:6–8; Isaiah 1:11–17; Proverbs 17:15
  8. 8 Luke 6:5; Mark 2:28; John 5:17–23; Mark 9:4–7; Matthew 9:6
  9. 9 Luke 6:6–11; Mark 3:1–6
  10. 10 Luke 13:14; John 9:16; John 8:6; Matthew 22:17–18; Luke 11:54
  11. 11 Deuteronomy 22:4; Luke 14:5; Luke 13:15–17; Exodus 23:4–5
  12. 12 Matthew 6:26; Luke 6:9; Mark 3:4; Matthew 10:31; Luke 12:24
  13. 13 Luke 13:13; Acts 3:7–8
  14. 14 John 11:53; Luke 6:11; Mark 3:6; John 10:39; John 5:18
  15. 15 Mark 3:7–12; Matthew 10:23; John 7:1; Matthew 19:2; John 11:54
  16. 16 Matthew 9:30; Matthew 8:4; Matthew 17:9; Mark 7:36; Luke 5:14–15
  17. 17 Isaiah 42:1–4; Isaiah 42:9; Isaiah 41:22–23; Matthew 13:35; Matthew 21:4
  18. 18 Isaiah 42:1; Luke 4:18; John 3:34; Acts 10:38; Isaiah 61:1–3
  19. 19 Matthew 11:29; 2 Timothy 2:24–25; John 18:36–38; 2 Corinthians 10:1; Luke 17:20
  20. 20 Isaiah 42:3–4; Ezekiel 34:16; Isaiah 61:1–3; Luke 4:18; Psalm 147:3
  21. 21 Isaiah 11:10; Romans 15:12–13; Isaiah 42:4; Colossians 1:27; Ephesians 1:12–13
  22. 22 Luke 11:14–15; Mark 7:35–37; Isaiah 29:18; Isaiah 35:5–6; Acts 26:18
  23. 23 Matthew 9:27; John 4:29; Matthew 22:42–43; Matthew 9:33; John 7:40–42
  24. 24 Mark 3:22; Matthew 9:34; Luke 11:15
  25. 25 Galatians 5:15; Jeremiah 17:10; Matthew 9:4; Mark 3:23–27; 1 Corinthians 2:11
  26. 26 Colossians 1:13; 1 John 5:19; Revelation 20:2–3; John 12:31; Revelation 12:9
  27. 27 Mark 9:38–39; Acts 19:13–16; Luke 9:49–50; Luke 11:19; Romans 3:19
  28. 28 Luke 11:20; Daniel 7:14; Matthew 6:33; Acts 10:38; Colossians 1:13
  29. 29 Isaiah 49:24; Mark 3:27; Luke 11:21–22; 1 John 4:4; Revelation 20:7–9
  30. 30 Mark 9:40; Luke 11:23; Joshua 24:15; Luke 9:50; 1 John 2:19
  31. 31 Luke 12:10; Mark 3:28–30; Hebrews 10:29; Hebrews 10:26; Acts 7:51
  32. 32 Mark 3:29; Hebrews 10:26–29; Hebrews 6:4–6; Luke 12:10; Matthew 12:31
  33. 33 Luke 6:43–44; Matthew 7:16–20; James 4:8; John 15:4–7; Matthew 3:8–10
  34. 34 Luke 6:45; Matthew 15:18; Ephesians 4:29; 1 Samuel 24:13; James 3:5–8
  35. 35 Colossians 4:6; Proverbs 15:4; Proverbs 15:28; Colossians 3:16; Proverbs 25:11–12
  36. 36 Ecclesiastes 12:14; Romans 2:16; Revelation 20:12; Jude 14–15; Ephesians 6:4–6
  37. 37 Proverbs 13:3; James 2:21–25
  38. 38 1 Corinthians 1:22; Mark 8:11–12; Luke 11:29; John 2:18; Luke 11:16
  39. 39 Matthew 16:4; Luke 11:29–32; James 4:4; Isaiah 57:3; Mark 8:38
  40. 40 Jonah 1:17; Matthew 27:63–64; John 2:19; Matthew 17:23; Matthew 16:21
  41. 41 Matthew 12:42; Hebrews 11:7; Romans 2:27; John 3:31; Matthew 12:6
  42. 42 1 Kings 10:1–13; 2 Chronicles 9:1–12; Hebrews 1:2–4; Luke 11:31–32; John 1:14
  43. 43 Luke 11:24–26; Luke 8:28–32; Matthew 8:29; Mark 5:7–13; Amos 8:11–13
  44. 44 1 John 4:4; 1 John 2:19; Psalm 81:11–12; Revelation 13:8–9; Jude 4–5
  45. 45 Luke 11:26; Hebrews 6:4–8; Mark 5:9; Hebrews 10:26–31; 2 Peter 2:14–22
  46. 46 Matthew 13:55; John 7:3; John 2:12; John 7:5; Mark 3:31–35
  47. 48 Mark 3:32–33; Matthew 10:37; Luke 2:52; Deuteronomy 33:9; John 2:3–4
  48. 49 Mark 3:34; John 17:20; John 20:17–20; Matthew 28:7; John 17:8–9
  49. 50 Luke 8:21; Mark 3:35; John 15:14; Matthew 28:10; Luke 11:27–28

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 12:32 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    There has been a great question raised touching the late lesson of the Gospel, to the solution of which I am unequal by any power of mine own; but "our sufficiency is of God," to whatever degree we are capable of receiving His aid.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 12:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXIX)

    But Luke saith, "On a double Sabbath." Now what is a double Sabbath? When the cessation from toil is twofold, both that of the regular Sabbath, and that of another feast coming upon it. For they call every cessation from toil, a sabbath.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 12:43 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XVI–XVII)

    For when the unclean spirit of folly has gone forth, and when afterwards he finds them not waiting upon God, but occupied with mere worldly questions, then, "taking seven other spirits more wicked than himself," and inflating the minds of these men with the notion of their being able to conceive of something beyond God, and having fitly prepared them …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 12:41 Augustine of Hippo, The City of God (Book XX, Chapters 3–5)

    The queen of the south shall rise up in the judgment with this generation, and shall condemn it: for she came from the utter most parts of the earth to hear the words of Solomon; and behold, a greater than Solomon is here." Two things we learn from this passage, that a judgment is to take place, and that it …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 12:25 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily I)

    Whereas, if they were in discord, neither could this have been pointed out, and the doctrine itself had long since been brought to nought: "for every kingdom," saith He, "divided against itself shall not stand." But now even in this shines forth the might of the Spirit, namely, in that it prevailed on these men, engaged as they were in …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)