Skip to the text

Acts · Byzantine Textform (Robinson-Pierpont 2018)

Acts 12 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδησ ο βασιλευσ τασ χειρασ κακωσαι τινασ των απο τησ εκκλησιασ
1 Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2 ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρα
2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
3 και ιδων οτι αρεστον εστιν τοισ ιουδαιοισ προσεθετο συλλαβειν και πετρον ησαν δε αι ημεραι των αζυμων
3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων·
4 ον και πιασασ εθετο εισ φυλακην παραδουσ τεσσαρσιν τετραδιοισ στρατιωτων φυλασσειν αυτον βουλομενοσ μετα το πασχα αναγαγειν αυτον τω λαω
4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 ο μεν ουν πετροσ ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενησ γινομενη υπο τησ εκκλησιασ προσ τον θεον υπερ αυτου
5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
6 οτε δε εμελλεν αυτον προαγειν ο ηρωδησ τη νυκτι εκεινη ην ο πετροσ κοιμωμενοσ μεταξυ δυο στρατιωτων δεδεμενοσ αλυσεσιν δυσιν φυλακεσ τε προ τησ θυρασ ετηρουν την φυλακην
6 Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 και ιδου αγγελοσ κυριου επεστη και φωσ ελαμψεν εν τω οικηματι παταξασ δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσον αυτου αι αλυσεισ εκ των χειρων
7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 ειπεν τε ο αγγελοσ προσ αυτον περιζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτωσ και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι
8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
9 και εξελθων ηκολουθει αυτω και ουκ ηδει οτι αληθεσ εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν
9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10 διελθοντεσ δε πρωτην φυλακην και δευτεραν ηλθον επι την πυλην την σιδηραν την φερουσαν εισ την πολιν ητισ αυτοματη ηνοιχθη αυτοισ και εξελθοντεσ προηλθον ρυμην μιαν και ευθεωσ απεστη ο αγγελοσ απ αυτου
10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ.
11 και ο πετροσ γενομενοσ εν εαυτω ειπεν νυν οιδα αληθωσ οτι εξαπεστειλεν κυριοσ τον αγγελον αυτου και εξειλετο με εκ χειροσ ηρωδου και πασησ τησ προσδοκιασ του λαου των ιουδαιων
11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 συνιδων τε ηλθεν επι την οικιαν μαριασ τησ μητροσ ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι
12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 κρουσαντοσ δε του πετρου την θυραν του πυλωνοσ προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη
13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
14 και επιγνουσα την φωνην του πετρου απο τησ χαρασ ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνοσ
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 οι δε προσ αυτην ειπον μαινη η δε διισχυριζετο ουτωσ εχειν οι δε ελεγον ο αγγελοσ αυτου εστιν
15 οἱ δὲ πρὸς αὐτὴν εἶπον· μαίνῃ. ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ὁ ἄγγελος αὐτοῦ ἐστιν.
16 ο δε πετροσ επεμενεν κρουων ανοιξαντεσ δε ειδον αυτον και εξεστησαν
16 ὁ δὲ Πέτρος ἐπέμενε κρούων. ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν.
17 κατασεισασ δε αυτοισ τη χειρι σιγαν διηγησατο αυτοισ πωσ ο κυριοσ αυτον εξηγαγεν εκ τησ φυλακησ ειπεν δε απαγγειλατε ιακωβω και τοισ αδελφοισ ταυτα και εξελθων επορευθη εισ ετερον τοπον
17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, εἶπε δέ· ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 γενομενησ δε ημερασ ην ταραχοσ ουκ ολιγοσ εν τοισ στρατιωταισ τι αρα ο πετροσ εγενετο
18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 ηρωδησ δε επιζητησασ αυτον και μη ευρων ανακρινασ τουσ φυλακασ εκελευσεν απαχθηναι και κατελθων απο τησ ιουδαιασ εισ την καισαρειαν διετριβεν
19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.
20 ην δε ο ηρωδησ θυμομαχων τυριοισ και σιδωνιοισ ομοθυμαδον δε παρησαν προσ αυτον και πεισαντεσ βλαστον τον επι του κοιτωνοσ του βασιλεωσ ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο τησ βασιλικησ
20 Ἦν δὲ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 τακτη δε ημερα ο ηρωδησ ενδυσαμενοσ εσθητα βασιλικην και καθισασ επι του βηματοσ εδημηγορει προσ αυτουσ
21 τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς.
22 ο δε δημοσ επεφωνει φωνη θεου και ουκ ανθρωπου
22 ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
23 παραχρημα δε επαταξεν αυτον αγγελοσ κυριου ανθ ων ουκ εδωκεν δοξαν τω θεω και γενομενοσ σκωληκοβρωτοσ εξεψυξεν
23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
24 ο δε λογοσ του θεου ηυξανεν και επληθυνετο
24 Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
25 βαρναβασ δε και σαυλοσ υπεστρεψαν εισ ιερουσαλημ πληρωσαντεσ την διακονιαν συμπαραλαβοντεσ και ιωαννην τον επικληθεντα μαρκον
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Blastus

    Royal chamberlain

    The king's chamberlain whom the people of Tyre and Sidon won over to seek peace with Herod.

    Cited in the guide: Acts 12:20

  • Herod

    King of Judea

    The Herod who killed James the brother of John, arrested Peter, and was struck down by an angel of the Lord when he accepted worship as a god; he was eaten by worms and died.

    Cited in the guide: Acts 12:1; Acts 12:21; Acts 12:23

  • John Mark

    Companion of Paul and Barnabas

    Son of Mary of Jerusalem, taken to Antioch by Paul and Barnabas; he left them early on the first journey, then went with Barnabas to Cyprus, and was later counted by Paul as…

    Cited in the guide: Acts 12:12; Acts 12:25; Acts 15:37

  • Mary

    Mother of John Mark

    A Jerusalem believer in whose house many were gathered praying when Peter was released from prison.

    Cited in the guide: Acts 12:12

  • Rhoda

    Servant girl in Jerusalem

    The servant girl who recognized Peter's voice at the gate and ran to tell the others, leaving him standing outside.

    Cited in the guide: Acts 12:13

Cross references (22)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 24:9; John 15:20; Matthew 10:17–18; Luke 22:53; John 16:2
  2. 2 Hebrews 11:37; Matthew 20:23; Matthew 4:21–22; Mark 10:38; Mark 10:35
  3. 3 Exodus 23:15; John 12:43; Acts 24:27; Leviticus 23:6–14; Exodus 12:14–20
  4. 4 Proverbs 19:21; Luke 22:33; Luke 21:12; John 13:36–38; Acts 4:28
  5. 5 1 Corinthians 12:26; 1 Thessalonians 5:17; James 5:16; Ephesians 6:18–20; 2 Corinthians 1:11
  6. 6 Hebrews 13:6; Acts 21:33; 1 Samuel 23:26–27; 2 Timothy 1:16; Philippians 4:6–7
  7. 7 Acts 16:26; Acts 5:19; Psalm 146:7; Psalm 105:18–20; Psalm 142:6–7
  8. 9 Psalm 126:1; Hebrews 11:8; Genesis 45:26; Acts 26:19; Acts 10:3
  9. 10 Acts 5:19; Acts 16:26; Isaiah 45:1–2; Numbers 15:34; Genesis 42:17
  10. 11 Daniel 6:22; Daniel 3:28; 2 Peter 2:9; Psalm 34:7; Psalm 33:18
  11. 12 1 John 5:14–15; Acts 12:5; Matthew 18:19–20; Acts 12:25; Acts 13:5
  12. 13 Luke 13:25; Acts 12:16; John 18:16–17
  13. 14 Luke 24:41; Matthew 28:8
  14. 15 Matthew 18:10; Luke 24:37–38; Luke 24:11; Mark 16:14; Acts 26:24
  15. 17 Acts 21:40; Acts 13:16; Acts 19:33; Acts 15:13; Acts 21:18
  16. 18 Acts 5:22–25; Acts 16:27; Acts 19:23
  17. 19 Acts 16:27; John 12:10–11; Psalm 37:32–33; Acts 21:8; 1 Kings 20:43
  18. 20 Ezra 3:7; Ezekiel 27:17; Matthew 11:21–22; Luke 14:31–32; Luke 16:8
  19. 22 Acts 14:10–13; Jude 16; Revelation 13:4; Psalm 12:2; Daniel 6:7
  20. 23 Psalm 115:1; Acts 10:25–26; 2 Thessalonians 2:4; Acts 14:14–15; Daniel 4:30–37
  21. 24 Acts 6:7; Acts 19:20; 2 Thessalonians 3:1; Matthew 16:18; Acts 11:21
  22. 25 Acts 12:12; Acts 15:37; 1 Peter 5:13; Acts 11:29–30; Acts 4:36

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 12:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXVI)

    "At that time," of course meaning the time immediately following: for this is the custom of Scripture. And he well says that Herod "the king" (did this): this was not he of Christ's time.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 12:2 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XXI — 19-25)

    Was there not present there amongst those seven, another son of Zebedee, the brother of John, who, after His ascension, is plainly recorded to have been slain by Herod? But some one may say that, as James was not crucified, it was properly enough said to Peter, "Follow me," inasmuch as he underwent not only death, but, like Christ, even …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Quotes verse 12:23 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IV)

    … temple at Jerusalem, fire burst out from the foundations, and utterly hindered them all; and when both his treasurer, and his uncle and namesake, made the sacred vessels the subject of their open insolence, the one was "eaten with worms, and gave up the ghost," the other "burst asunder in the midst." Moreover, the fountains failing, when sacrifices were made …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 12:7 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXIV)

    He delivered Peter, when the Angel came unto him being in prison, and said, "Arise, and go forth," and suddenly his chains were loosed, and he followed the Angel, and He delivered him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)