RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 επι το αυτο δε πετροσ και ιωαννησ ανεβαινον εισ το ιερον επι την ωραν τησ προσευχησ την ενατην 1 Peter and John were going up into the temple at the hour of prayer, the ninth hour.
1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
2 και τισ ανηρ χωλοσ εκ κοιλιασ μητροσ αυτου υπαρχων εβασταζετο ον ετιθουν καθ ημεραν προσ την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εισ το ιερον 2 A certain man who was lame from his mother’s womb was being carried, whom they laid daily at the door of the temple which is called Beautiful, to ask gifts for the needy of those who entered into the temple.
2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
3 οσ ιδων πετρον και ιωαννην μελλοντασ εισιεναι εισ το ιερον ηρωτα ελεημοσυνην 3 Seeing Peter and John about to go into the temple, he asked to receive gifts for the needy.
3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.
4 ατενισασ δε πετροσ εισ αυτον συν τω ιωαννη ειπεν βλεψον εισ ημασ 4 Peter, fastening his eyes on him, with John, said, “Look at us.”
4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς.
5 ο δε επειχεν αυτοισ προσδοκων τι παρ αυτων λαβειν 5 He listened to them, expecting to receive something from them.
5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
6 ειπεν δε πετροσ αργυριον και χρυσιον ουχ υπαρχει μοι ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι ιησου χριστου του ναζωραιου εγειραι και περιπατει 6 But Peter said, “I have no silver or gold, but what I have, that I give you. In the name of Jesus Christ of Nazareth, get up and walk!”
6 εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει.
7 και πιασασ αυτον τησ δεξιασ χειροσ ηγειρεν παραχρημα δε εστερεωθησαν αυτου αι βασεισ και τα σφυρα 7 He took him by the right hand and raised him up. Immediately his feet and his ankle bones received strength.
7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά,
8 και εξαλλομενοσ εστη και περιεπατει και εισηλθεν συν αυτοισ εισ το ιερον περιπατων και αλλομενοσ και αινων τον θεον 8 Leaping up, he stood and began to walk. He entered with them into the temple, walking, leaping, and praising God.
8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
9 και ειδεν αυτον πασ ο λαοσ περιπατουντα και αινουντα τον θεον 9 All the people saw him walking and praising God.
9 καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
10 επεγινωσκον τε αυτον οτι ουτοσ ην ο προσ την ελεημοσυνην καθημενοσ επι τη ωραια πυλη του ιερου και επλησθησαν θαμβουσ και εκστασεωσ επι τω συμβεβηκοτι αυτω 10 They recognized him, that it was he who used to sit begging for gifts for the needy at the Beautiful Gate of the temple. They were filled with wonder and amazement at what had happened to him.
10 ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 κρατουντοσ δε του ιαθεντοσ χωλου τον πετρον και ιωαννην συνεδραμεν προσ αυτουσ πασ ο λαοσ επι τη στοα τη καλουμενη σολομωντοσ εκθαμβοι 11 As the lame man who was healed held on to Peter and John, all the people ran together to them in the porch that is called Solomon’s, greatly wondering.
11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
12 ιδων δε πετροσ απεκρινατο προσ τον λαον ανδρεσ ισραηλιται τι θαυμαζετε επι τουτω η ημιν τι ατενιζετε ωσ ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον 12 When Peter saw it, he responded to the people, “You men of Israel, why do you marvel at this man? Why do you fasten your eyes on us, as though by our own power or godliness we had made him walk?
12 ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
13 ο θεοσ αβρααμ και ισαακ και ιακωβ ο θεοσ των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεισ μεν παρεδωκατε και ηρνησασθε αυτον κατα προσωπον πιλατου κριναντοσ εκεινου απολυειν 13 The God of Abraham, Isaac, and Jacob, the God of our fathers, has glorified his Servant Jesus, whom you delivered up and denied in the presence of Pilate, when he had determined to release him.
13 ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
14 υμεισ δε τον αγιον και δικαιον ηρνησασθε και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν 14 But you denied the Holy and Righteous One and asked for a murderer to be granted to you,
14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 τον δε αρχηγον τησ ζωησ απεκτεινατε ον ο θεοσ ηγειρεν εκ νεκρων ου ημεισ μαρτυρεσ εσμεν 15 and killed the Prince of life, whom God raised from the dead, to which we are witnesses.
15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 και επι τη πιστει του ονοματοσ αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου και η πιστισ η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων 16 By faith in his name, his name has made this man strong, whom you see and know. Yes, the faith which is through him has given him this perfect soundness in the presence of you all.
16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 και νυν αδελφοι οιδα οτι κατα αγνοιαν επραξατε ωσπερ και οι αρχοντεσ υμων 17 “Now, brothers, I know that you did this in ignorance, as did also your rulers.
17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
18 ο δε θεοσ α προκατηγγειλεν δια στοματοσ παντων των προφητων αυτου παθειν τον χριστον επληρωσεν ουτωσ 18 But the things which God announced by the mouth of all his prophets, that Christ should suffer, he thus fulfilled.
18 ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.
19 μετανοησατε ουν και επιστρεψατε εισ το εξαλειφθηναι υμων τασ αμαρτιασ οπωσ αν ελθωσιν καιροι αναψυξεωσ απο προσωπου του κυριου 19 “Repent therefore, and turn again, that your sins may be blotted out, so that there may come times of refreshing from the presence of the Lord,
19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
20 και αποστειλη τον προκεχειρισμενον υμιν χριστον ιησουν 20 and that he may send Christ Jesus, who was ordained for you before,
20 ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν Ἰησοῦν,
21 ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεωσ παντων ων ελαλησεν ο θεοσ δια στοματοσ παντων των αγιων αυτου προφητων απ αιωνοσ 21 whom heaven must receive until the times of restoration of all things, which God spoke long ago by the mouth of his holy prophets.
21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος [πάντων] ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.
22 μωσησ μεν γαρ προσ τουσ πατερασ ειπεν οτι προφητην υμιν αναστησει κυριοσ ο θεοσ ημων εκ των αδελφων υμων ωσ εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προσ υμασ 22 For Moses indeed said to the fathers, ‘The Lord God will raise up a prophet for you from among your brothers, like me. You shall listen to him in all things whatever he says to you.
22 Μωϋσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 εσται δε πασα ψυχη ητισ εαν μη ακουση του προφητου εκεινου εξολοθρευθησεται εκ του λαου 23 It will be that every soul that will not listen to that prophet will be utterly destroyed from among the people.’
23 ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 και παντεσ δε οι προφηται απο σαμουηλ και των καθεξησ οσοι ελαλησαν και κατηγγειλαν τασ ημερασ ταυτασ 24 Yes, and all the prophets from Samuel and those who followed after, as many as have spoken, also told of these days.
24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
25 υμεισ εστε υιοι των προφητων και τησ διαθηκησ ησ διεθετο ο θεοσ προσ τουσ πατερασ ημων λεγων προσ αβρααμ και εν τω σπερματι σου ενευλογηθησονται πασαι αι πατριαι τησ γησ 25 You are the children of the prophets, and of the covenant which God made with our fathers, saying to Abraham, ‘All the families of the earth will be blessed through your offspring.’
25 ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 υμιν πρωτον ο θεοσ αναστησασ τον παιδα αυτου ιησουν απεστειλεν αυτον ευλογουντα υμασ εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων 26 God, having raised up his servant Jesus, sent him to you first to bless you, in turning away every one of you from your wickedness.”
26 ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.