Skip to the text

Luke · Byzantine Textform (Robinson-Pierpont 2018)

Luke 2 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εγενετο δε εν ταισ ημεραισ εκειναισ εξηλθεν δογμα παρα καισαροσ αυγουστου απογραφεσθαι πασαν την οικουμενην
1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
2 αυτη η απογραφη πρωτη εγενετο ηγεμονευοντοσ τησ συριασ κυρηνιου
2 αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3 και επορευοντο παντεσ απογραφεσθαι εκαστοσ εισ την ιδιαν πολιν
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
4 ανεβη δε και ιωσηφ απο τησ γαλιλαιασ εκ πολεωσ ναζαρετ εισ την ιουδαιαν εισ πολιν δαυιδ ητισ καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριασ δαυιδ
4 ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ,
5 απογραψασθαι συν μαριαμ τη μεμνηστευμενη αυτω γυναικι ουση εγκυω
5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
6 εγενετο δε εν τω ειναι αυτουσ εκει επλησθησαν αι ημεραι του τεκειν αυτην
6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7 και ετεκεν τον υιον αυτησ τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν τη φατνη διοτι ουκ ην αυτοισ τοποσ εν τω καταλυματι
7 καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8 και ποιμενεσ ησαν εν τη χωρα τη αυτη αγραυλουντεσ και φυλασσοντεσ φυλακασ τησ νυκτοσ επι την ποιμνην αυτων
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9 και ιδου αγγελοσ κυριου επεστη αυτοισ και δοξα κυριου περιελαμψεν αυτουσ και εφοβηθησαν φοβον μεγαν
9 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
10 και ειπεν αυτοισ ο αγγελοσ μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητισ εσται παντι τω λαω
10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
11 οτι ετεχθη υμιν σημερον σωτηρ οσ εστιν χριστοσ κυριοσ εν πολει δαυιδ
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ.
12 και τουτο υμιν το σημειον ευρησετε βρεφοσ εσπαργανωμενον κειμενον εν φατνη
12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.
13 και εξαιφνησ εγενετο συν τω αγγελω πληθοσ στρατιασ ουρανιου αινουντων τον θεον και λεγοντων
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων·
14◆ δοξα εν υψιστοισ θεω και επι γησ ειρηνη εν ανθρωποισ ευδοκια
14 δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
15 και εγενετο ωσ απηλθον απ αυτων εισ τον ουρανον οι αγγελοι και οι ανθρωποι οι ποιμενεσ ειπον προσ αλληλουσ διελθωμεν δη εωσ βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονοσ ο ο κυριοσ εγνωρισεν ημιν
15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
16 και ηλθον σπευσαντεσ και ανευρον την τε μαριαμ και τον ιωσηφ και το βρεφοσ κειμενον εν τη φατνη
16 καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
17 ιδοντεσ δε διεγνωρισαν περι του ρηματοσ του λαληθεντοσ αυτοισ περι του παιδιου τουτου
17 ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου·
18 και παντεσ οι ακουσαντεσ εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προσ αυτουσ
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
19 η δε μαριαμ παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτησ
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20 και υπεστρεψαν οι ποιμενεσ δοξαζοντεσ και αινουντεσ τον θεον επι πασιν οισ ηκουσαν και ειδον καθωσ ελαληθη προσ αυτουσ
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον και εκληθη το ονομα αυτου ιησουσ το κληθεν υπο του αγγελου προ του συλληφθηναι αυτον εν τη κοιλια
21 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22 και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωσεωσ ανηγαγον αυτον εισ ιεροσολυμα παραστησαι τω κυριω
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ,
23 καθωσ γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται
23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,
24 και του δουναι θυσιαν κατα το ειρημενον εν νομω κυριου ζευγοσ τρυγονων η δυο νεοσσουσ περιστερων
24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
25 και ιδου ην ανθρωποσ εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωποσ ουτοσ δικαιοσ και ευλαβησ προσδεχομενοσ παρακλησιν του ισραηλ και πνευμα ην αγιον επ αυτον
25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾽ αὐτόν·
26 και ην αυτω κεχρηματισμενον υπο του πνευματοσ του αγιου μη ιδειν θανατον πριν η ιδη τον χριστον κυριου
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.
27 και ηλθεν εν τω πνευματι εισ το ιερον και εν τω εισαγαγειν τουσ γονεισ το παιδιον ιησουν του ποιησαι αυτουσ κατα το ειθισμενον του νομου περι αυτου
27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28 και αυτοσ εδεξατο αυτο εισ τασ αγκαλασ αυτου και ευλογησεν τον θεον και ειπεν
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·
29 νυν απολυεισ τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη
29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ,
30 οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ο ητοιμασασ κατα προσωπον παντων των λαων
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32 φωσ εισ αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33 και ην ιωσηφ και η μητηρ αυτου θαυμαζοντεσ επι τοισ λαλουμενοισ περι αυτου
33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34 και ευλογησεν αυτουσ συμεων και ειπεν προσ μαριαμ την μητερα αυτου ιδου ουτοσ κειται εισ πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εισ σημειον αντιλεγομενον
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
35 και σου δε αυτησ την ψυχην διελευσεται ρομφαια οπωσ αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι
35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36 και ην αννα προφητισ θυγατηρ φανουηλ εκ φυλησ ασηρ αυτη προβεβηκυια εν ημεραισ πολλαισ ζησασα ετη μετα ανδροσ επτα απο τησ παρθενιασ αυτησ
36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37 και αυτη χηρα ωσ ετων ογδοηκοντα τεσσαρων η ουκ αφιστατο απο του ιερου νηστειαισ και δεησεσιν λατρευουσα νυκτα και ημεραν
37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν·
38 και αυτη αυτη τη ωρα επιστασα ανθωμολογειτο τω κυριω και ελαλει περι αυτου πασιν τοισ προσδεχομενοισ λυτρωσιν εν ιερουσαλημ
38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
39 και ωσ ετελεσαν απαντα τα κατα τον νομον κυριου υπεστρεψαν εισ την γαλιλαιαν εισ την πολιν εαυτων ναζαρετ
39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ.
40 το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι πληρουμενον σοφιασ και χαρισ θεου ην επ αυτο
40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό.
41 και επορευοντο οι γονεισ αυτου κατ ετοσ εισ ιερουσαλημ τη εορτη του πασχα
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
42 και οτε εγενετο ετων δωδεκα αναβαντων αυτων εισ ιεροσολυμα κατα το εθοσ τησ εορτησ
42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43 και τελειωσαντων τασ ημερασ εν τω υποστρεφειν αυτουσ υπεμεινεν ιησουσ ο παισ εν ιερουσαλημ και ουκ εγνω ιωσηφ και η μητηρ αυτου
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.
44 νομισαντεσ δε αυτον εν τη συνοδια ειναι ηλθον ημερασ οδον και ανεζητουν αυτον εν τοισ συγγενεσιν και εν τοισ γνωστοισ
44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·
45 και μη ευροντεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ ζητουντεσ αυτον
45 καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν.
46 και εγενετο μεθ ημερασ τρεισ ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτουσ
46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47 εξισταντο δε παντεσ οι ακουοντεσ αυτου επι τη συνεσει και ταισ αποκρισεσιν αυτου
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48 και ιδοντεσ αυτον εξεπλαγησαν και προσ αυτον η μητηρ αυτου ειπεν τεκνον τι εποιησασ ημιν ουτωσ ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε
48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
49 και ειπεν προσ αυτουσ τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοισ του πατροσ μου δει ειναι με
49 καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
50 και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοισ
50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51 και κατεβη μετ αυτων και ηλθεν εισ ναζαρετ και ην υποτασσομενοσ αυτοισ και η μητηρ αυτου διετηρει παντα τα ρηματα ταυτα εν τη καρδια αυτησ
51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52 και ιησουσ προεκοπτεν σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποισ
52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Anna

    Prophetess in the temple

    A prophetess of the tribe of Asher, well along in years, who never left the temple and gave thanks to God and spoke of the child to all who awaited redemption.

    Cited in the guide: Luke 2:36

  • Caesar Augustus

    Roman emperor

    The emperor from whom a decree went out that the whole empire be registered, bringing Joseph and Mary to Bethlehem.

    Cited in the guide: Luke 2:1

  • Joseph

    Legal father of Jesus

    The carpenter of Nazareth, a just man who became Jesus' legal father.

    Cited in the guide: Matt. 1:16-25; 2:13-23; Luke 1:27; 2:1-7

  • Mary

    Mother of Jesus

    The virgin mother of Jesus, a young woman of Nazareth who trusted God's word.

    Cited in the guide: Matthew 1; Luke 1-2

  • Phanuel

    Father of Anna

    Named in Luke 2:36 as the father of the prophetess Anna.

    Cited in the guide: Luke 2:36

  • Quirinius

    Governor of Syria

    The governor of Syria at the time of the first census decreed by Caesar Augustus.

    Cited in the guide: Luke 2:2

  • Simeon

    Righteous man who held the infant Jesus

    A righteous and devout man of Jerusalem, told by the Holy Spirit he would not die before seeing the Lord's Christ, who took the child in his arms and blessed God.

    Cited in the guide: Luke 2:25; Luke 2:34

Places

  • Bethlehem

    Today: West Bank, Palestinian territories

    Bethlehem was the home of Ruth and Boaz and the birthplace of David. Micah named it as the Messiah's birthplace — fulfilled in Jesus' nativity.

    Cited in the guide: Micah 5:2; Ruth 1:19; Luke 2:4-7

  • Nazareth

    Today: Northern Israel (Galilee)

    A small agricultural village never named in the Old Testament. Jesus spent his childhood and early life here before beginning his public ministry.

    Cited in the guide: Luke 2:39-40; Matthew 2:23; John 1:46

Cross references (49)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 3:1; Matthew 24:14; Acts 25:21
  2. 2 Luke 3:1
  3. 4 Micah 5:2; John 7:42; 1 Samuel 16:1; Matthew 2:23; Luke 1:26–27
  4. 5 Matthew 1:18–19; Deuteronomy 22:22–27
  5. 6 Psalm 33:11; Revelation 12:1–5; Micah 5:2; Proverbs 19:21; Luke 1:57
  6. 7 Galatians 4:4; 2 Corinthians 8:9; Isaiah 53:2–3; John 1:14; Luke 2:11–12
  7. 8 Psalm 78:70–71; Genesis 31:39–40; John 10:8–12; 1 Samuel 17:34–35; Ezekiel 34:8
  8. 9 Isaiah 60:1; 2 Corinthians 3:18; Acts 27:23; Revelation 18:1; 1 Kings 8:11
  9. 10 Isaiah 40:9; Isaiah 61:1; Isaiah 52:7; Genesis 12:3; Matthew 28:18
  10. 11 Isaiah 9:6; Matthew 1:21; Titus 3:4–7; Acts 2:36; Matthew 16:16
  11. 12 Isaiah 7:14; Isaiah 53:1–2; Isaiah 7:11; Psalm 22:6; 2 Kings 19:29
  12. 13 Revelation 5:11; Psalm 148:2; Psalm 103:20–21; 1 Kings 22:19; Luke 15:10
  13. 14 Romans 5:1; Luke 19:38; Luke 1:79; Colossians 1:20; Isaiah 9:6–7
  14. 15 1 Peter 3:22; Matthew 2:1–2; Luke 24:51; Exodus 3:3; Matthew 2:9–11
  15. 16 Luke 19:32; Luke 2:12; Luke 2:7; Luke 22:13; Luke 1:39
  16. 17 Psalm 66:16; Luke 8:39; Psalm 71:17–18; Luke 2:38; Psalm 16:9–10
  17. 18 Luke 1:65–66; Luke 4:36; Luke 2:33; Isaiah 8:18; Luke 5:9–10
  18. 19 Luke 2:51; Luke 1:66; Proverbs 4:4; 1 Samuel 21:12; Genesis 37:11
  19. 20 Psalm 106:48; Acts 11:18; 1 Chronicles 29:10–12; Psalm 72:17–19; Matthew 9:8
  20. 21 Leviticus 12:3; Genesis 17:12; Luke 1:31; Luke 1:59; Matthew 1:21
  21. 22 Leviticus 12:1–8
  22. 23 Exodus 13:2; Numbers 3:13; Exodus 22:29; Numbers 18:15; Exodus 34:19
  23. 24 Leviticus 12:6–8; Leviticus 12:2; 2 Corinthians 8:9
  24. 25 Isaiah 25:9; Luke 2:38; Luke 1:6; Titus 2:11–14; Mark 15:43
  25. 26 John 8:51; Hebrews 11:5; Luke 9:27; Acts 10:38; John 20:31
  26. 27 Luke 2:22; Matthew 4:1; Luke 2:48; Luke 2:41; Acts 10:19
  27. 28 Luke 1:64; Luke 2:13–14; Mark 9:36; Luke 2:20; Mark 10:16
  28. 29 Revelation 14:13; Genesis 15:15; Philippians 1:23; Genesis 46:30; Isaiah 57:1–2
  29. 30 Isaiah 49:6; Luke 2:10–11; Genesis 49:18; Isaiah 52:10; Luke 3:6
  30. 31 Isaiah 42:1–4; Isaiah 62:1–2; Psalm 98:2–3; Isaiah 42:10–12; Isaiah 45:21–25
  31. 32 Isaiah 60:1–3; Isaiah 49:6; Acts 26:23; Acts 13:47–48; Isaiah 42:6–7
  32. 33 Isaiah 8:18; Luke 1:65–66; Luke 2:48
  33. 34 1 Corinthians 1:23; 1 Peter 2:7–8; Isaiah 8:14–15; Matthew 21:44; 2 Corinthians 2:15–16
  34. 35 Deuteronomy 8:2; 1 Corinthians 11:19; Matthew 12:24–35; Luke 16:14–15; Acts 8:21–23
  35. 36 Psalm 92:14; Exodus 15:20; Genesis 30:13; Judges 4:4; Acts 2:18
  36. 37 1 Timothy 5:5; Psalm 23:6; Acts 14:23; Psalm 27:4; Acts 13:3
  37. 38 Luke 2:25; 2 Corinthians 9:15; Luke 1:68; Mark 15:43; Luke 24:21
  38. 39 Luke 2:4; Galatians 4:4–5; Matthew 3:15; Deuteronomy 12:32; Luke 2:21–24
  39. 40 Luke 2:52; Luke 1:80; Isaiah 11:1–5; John 1:14; 1 Samuel 2:26
  40. 41 Numbers 28:16; Leviticus 23:5; Exodus 23:14–17; Deuteronomy 16:1–8; Exodus 12:14
  41. 43 2 Chronicles 30:21–23; Exodus 12:15; 2 Chronicles 25:17
  42. 44 Isaiah 2:3; Psalm 122:1–4; Psalm 42:4
  43. 46 Isaiah 49:1–2; Luke 5:17; Isaiah 50:4; Acts 5:34; Matthew 27:63–64
  44. 47 Matthew 7:28; Luke 4:32; Psalm 119:99; John 7:15; Luke 4:22
  45. 48 Luke 2:49; Matthew 12:46; Luke 3:23; Luke 4:22
  46. 49 John 6:38; John 8:29; Malachi 3:1; Psalm 40:8; John 4:34
  47. 50 Luke 18:34; Mark 9:32; Luke 9:45
  48. 51 Luke 2:19; Daniel 7:28; Genesis 37:11; Mark 6:3; Ephesians 5:21
  49. 52 Luke 2:40; Proverbs 3:3–4; 1 Samuel 2:26; Romans 14:18; Luke 1:80

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 2:42 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 2:14 Augustine of Hippo, Confessions (Book XIII, Chapters VI–XI)

    In Thy good pleasure lies our peace. The body by its own weight gravitates towards its own place.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 2:48 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily III)

    See, for instance, what saith the Virgin even to Himself: "Behold, Thy father and I have sought Thee." For if this suspicion had been entertained, neither would He any longer have been accounted to be a Son of David, and this opinion not being held, many other evils besides would have arisen.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 2:49 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    For we shall not tolerate the heretics who sever the Old Testament from the New, but shall believe Christ, who says concerning the temple, Wist ye not that I must be in My Father's house?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 2:14 Basil of Caesarea, On the Holy Spirit (Chapter XVI)

    For how are angels to cry "Glory to God in the highest" without being empowered by the Spirit?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)