RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εν εκειναισ ταισ ημεραισ παμπολλου οχλου οντοσ και μη εχοντων τι φαγωσιν προσκαλεσαμενοσ ο ιησουσ τουσ μαθητασ αυτου λεγει αυτοισ 1 In those days, when there was a very great multitude, and they had nothing to eat, Jesus called his disciples to himself and said to them,
1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς·
2 σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεισ προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν 2 “I have compassion on the multitude, because they have stayed with me now three days and have nothing to eat.
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι·
3 και εαν απολυσω αυτουσ νηστεισ εισ οικον αυτων εκλυθησονται εν τη οδω τινεσ γαρ αυτων μακροθεν ηκουσιν 3 If I send them away fasting to their home, they will faint on the way, for some of them have come a long way.”
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι.
4 και απεκριθησαν αυτω οι μαθηται αυτου ποθεν τουτουσ δυνησεται τισ ωδε χορτασαι αρτων επ ερημιασ 4 His disciples answered him, “From where could one satisfy these people with bread here in a deserted place?”
4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 και επηρωτα αυτουσ ποσουσ εχετε αρτουσ οι δε ειπον επτα 5 He asked them, “How many loaves do you have?” They said, “Seven.”
5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά.
6 και παρηγγειλεν τω οχλω αναπεσειν επι τησ γησ και λαβων τουσ επτα αρτουσ ευχαριστησασ εκλασεν και εδιδου τοισ μαθηταισ αυτου ινα παραθωσιν και παρεθηκαν τω οχλω 6 He commanded the multitude to sit down on the ground, and he took the seven loaves. Having given thanks, he broke them and gave them to his disciples to serve, and they served the multitude.
6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 και ειχον ιχθυδια ολιγα και ευλογησασ ειπεν παραθειναι και αυτα 7 They also had a few small fish. Having blessed them, he said to serve these also.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά.
8 εφαγον δε και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σπυριδασ 8 They ate and were filled. They took up seven baskets of broken pieces that were left over.
8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 ησαν δε οι φαγοντεσ ωσ τετρακισχιλιοι και απελυσεν αυτουσ 9 Those who had eaten were about four thousand. Then he sent them away.
9 ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 και ευθεωσ εμβασ εισ το πλοιον μετα των μαθητων αυτου ηλθεν εισ τα μερη δαλμανουθα 10 Immediately he entered into the boat with his disciples and came into the region of Dalmanutha.
10 Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντεσ παρ αυτου σημειον απο του ουρανου πειραζοντεσ αυτον 11 The Pharisees came out and began to question him, seeking from him a sign from heaven and testing him.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 και αναστεναξασ τω πνευματι αυτου λεγει τι η γενεα αυτη σημειον επιζητει αμην λεγω υμιν ει δοθησεται τη γενεα ταυτη σημειον 12 He sighed deeply in his spirit and said, “Why does this generation seek a sign? Most certainly I tell you, no sign will be given to this generation.”
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 και αφεισ αυτουσ εμβασ παλιν εισ πλοιον απηλθεν εισ το περαν 13 He left them, and again entering into the boat, departed to the other side.
13 καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν.
14 και επελαθοντο λαβειν αρτουσ και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω 14 They forgot to take bread; and they didn’t have more than one loaf in the boat with them.
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 και διεστελλετο αυτοισ λεγων ορατε βλεπετε απο τησ ζυμησ των φαρισαιων και τησ ζυμησ ηρωδου 15 He warned them, saying, “Take heed: beware of the yeast of the Pharisees and the yeast of Herod.”
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16 και διελογιζοντο προσ αλληλουσ λεγοντεσ οτι αρτουσ ουκ εχομεν 16 They reasoned with one another, saying, “It’s because we have no bread.”
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν.
17 και γνουσ ο ιησουσ λεγει αυτοισ τι διαλογιζεσθε οτι αρτουσ ουκ εχετε ουπω νοειτε ουδε συνιετε ετι πεπωρωμενην εχετε την καρδιαν υμων 17 Jesus, perceiving it, said to them, “Why do you reason that it’s because you have no bread? Don’t you perceive yet or understand? Is your heart still hardened?
17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 οφθαλμουσ εχοντεσ ου βλεπετε και ωτα εχοντεσ ουκ ακουετε και ου μνημονευετε 18 Having eyes, don’t you see? Having ears, don’t you hear? Don’t you remember?
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 οτε τουσ πεντε αρτουσ εκλασα εισ τουσ πεντακισχιλιουσ ποσουσ κοφινουσ πληρεισ κλασματων ηρατε λεγουσιν αυτω δωδεκα 19 When I broke the five loaves among the five thousand, how many baskets full of broken pieces did you take up?” They told him, “Twelve.”
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
20 οτε δε τουσ επτα εισ τουσ τετρακισχιλιουσ ποσων σπυριδων πληρωματα κλασματων ηρατε οι δε ειπον επτα 20 “When the seven loaves fed the four thousand, how many baskets full of broken pieces did you take up?” They told him, “Seven.”
20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά.
21 και ελεγεν αυτοισ πωσ ου συνιετε 21 He asked them, “Don’t you understand yet?”
21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
22 και ερχεται εισ βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται 22 He came to Bethsaida. They brought a blind man to him and begged him to touch him.
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδά. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 και επιλαβομενοσ τησ χειροσ του τυφλου εξηγαγεν αυτον εξω τησ κωμησ και πτυσασ εισ τα ομματα αυτου επιθεισ τασ χειρασ αυτω επηρωτα αυτον ει τι βλεπει 23 He took hold of the blind man by the hand, and brought him out of the village. When he had spat on his eyes, and laid his hands on him, he asked him if he saw anything.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 και αναβλεψασ ελεγεν βλεπω τουσ ανθρωπουσ οτι ωσ δενδρα ορω περιπατουντασ 24 He looked up, and said, “I see men, but I see them like walking trees.”
24 καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας.
25 ειτα παλιν επεθηκεν τασ χειρασ επι τουσ οφθαλμουσ αυτου και εποιησεν αυτον αναβλεψαι και αποκατεσταθη και ενεβλεψεν τηλαυγωσ απαντασ 25 Then again he laid his hands on his eyes. He looked intently, and was restored, and saw everyone clearly.
25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26 και απεστειλεν αυτον εισ τον οικον αυτου λεγων μηδε εισ την κωμην εισελθησ μηδε ειπησ τινι εν τη κωμη 26 He sent him away to his house, saying, “Don’t enter into the village, nor tell anyone in the village.”
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 και εξηλθεν ο ιησουσ και οι μαθηται αυτου εισ τασ κωμασ καισαρειασ τησ φιλιππου και εν τη οδω επηρωτα τουσ μαθητασ αυτου λεγων αυτοισ τινα με λεγουσιν οι ανθρωποι ειναι 27 Jesus went out, with his disciples, into the villages of Caesarea Philippi. On the way he asked his disciples, “Who do men say that I am?”
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 οι δε απεκριθησαν ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε ενα των προφητων 28 They told him, “John the Baptizer, and others say Elijah, but others, one of the prophets.”
28 οἱ δὲ ἀπεκρίθησαν· Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν.
29 και αυτοσ λεγει αυτοισ υμεισ δε τινα με λεγετε ειναι αποκριθεισ δε ο πετροσ λεγει αυτω συ ει ο χριστοσ 29 He said to them, “But who do you say that I am?” Peter answered, “You are the Christ.”
29 καὶ αὐτὸς λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός.
30 και επετιμησεν αυτοισ ινα μηδενι λεγωσιν περι αυτου 30 He commanded them that they should tell no one about him.
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 και ηρξατο διδασκειν αυτουσ οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεισ ημερασ αναστηναι 31 He began to teach them that the Son of Man must suffer many things, and be rejected by the elders, the chief priests, and the scribes, and be killed, and after three days rise again.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 και παρρησια τον λογον ελαλει και προσλαβομενοσ αυτον ο πετροσ ηρξατο επιτιμαν αυτω 32 He spoke to them openly. Peter took him and began to rebuke him.
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 ο δε επιστραφεισ και ιδων τουσ μαθητασ αυτου επετιμησεν τω πετρω λεγων υπαγε οπισω μου σατανα οτι ου φρονεισ τα του θεου αλλα τα των ανθρωπων 33 But he, turning around and seeing his disciples, rebuked Peter, and said, “Get behind me, Satan! For you have in mind not the things of God, but the things of men.”
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 και προσκαλεσαμενοσ τον οχλον συν τοισ μαθηταισ αυτου ειπεν αυτοισ οστισ θελει οπισω μου ακολουθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι 34 He called the multitude to himself with his disciples and said to them, “Whoever wants to come after me, let him deny himself, and take up his cross, and follow me.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 οσ γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην οσ δ αν απολεση την εαυτου ψυχην ενεκεν εμου και του ευαγγελιου ουτοσ σωσει αυτην 35 For whoever wants to save his life will lose it; and whoever will lose his life for my sake and the sake of the Good News will save it.
35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου 36 For what does it profit a man to gain the whole world and forfeit his life?
36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37 η τι δωσει ανθρωποσ ανταλλαγμα τησ ψυχησ αυτου 37 For what will a man give in exchange for his life?
37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 οσ γαρ εαν επαισχυνθη με και τουσ εμουσ λογουσ εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιοσ του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατροσ αυτου μετα των αγγελων των αγιων 38 For whoever will be ashamed of me and of my words in this adulterous and sinful generation, the Son of Man also will be ashamed of him when he comes in his Father’s glory with the holy angels.”
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.