Skip to the text

Matthew · Byzantine Textform (Robinson-Pierpont 2018)

Matthew 13 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν δε τη ημερα εκεινη εξελθων ο ιησουσ απο τησ οικιασ εκαθητο παρα την θαλασσαν
1 Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
2 και συνηχθησαν προσ αυτον οχλοι πολλοι ωστε αυτον εισ το πλοιον εμβαντα καθησθαι και πασ ο οχλοσ επι τον αιγιαλον ειστηκει
2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
3 και ελαλησεν αυτοισ πολλα εν παραβολαισ λεγων ιδου εξηλθεν ο σπειρων του σπειρειν
3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4 και εν τω σπειρειν αυτον α μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτα
4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά·
5 αλλα δε επεσεν επι τα πετρωδη οπου ουκ ειχεν γην πολλην και ευθεωσ εξανετειλεν δια το μη εχειν βαθοσ γησ
5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
6 ηλιου δε ανατειλαντοσ εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη·
7 αλλα δε επεσεν επι τασ ακανθασ και ανεβησαν αι ακανθαι και απεπνιξαν αυτα
7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά·
8 αλλα δε επεσεν επι την γην την καλην και εδιδου καρπον ο μεν εκατον ο δε εξηκοντα ο δε τριακοντα
8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
9 ο εχων ωτα ακουειν ακουετω
9 ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
10 και προσελθοντεσ οι μαθηται ειπον αυτω δια τι εν παραβολαισ λαλεισ αυτοισ
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
11 ο δε αποκριθεισ ειπεν αυτοισ οτι υμιν δεδοται γνωναι τα μυστηρια τησ βασιλειασ των ουρανων εκεινοισ δε ου δεδοται
11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
12 οστισ γαρ εχει δοθησεται αυτω και περισσευθησεται οστισ δε ουκ εχει και ο εχει αρθησεται απ αυτου
12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
13 δια τουτο εν παραβολαισ αυτοισ λαλω οτι βλεποντεσ ου βλεπουσιν και ακουοντεσ ουκ ακουουσιν ουδε συνιουσιν
13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι μηδὲ συνῶσι,
14 και αναπληρουται αυτοισ η προφητεια ησαιου η λεγουσα ακοη ακουσετε και ου μη συνητε και βλεποντεσ βλεψετε και ου μη ιδητε
14 μήποτε ἐπιστρέψωσι· καὶ τότε πληρωθήσεται αὐτοῖς ἡ προφητεία Ἡσαΐου [ἡ] λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
15 επαχυνθη γαρ η καρδια του λαου τουτου και τοισ ωσιν βαρεωσ ηκουσαν και τουσ οφθαλμουσ αυτων εκαμμυσαν μηποτε ιδωσιν τοισ οφθαλμοισ και τοισ ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτουσ
15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
16 υμων δε μακαριοι οι οφθαλμοι οτι βλεπουσιν και τα ωτα υμων οτι ακουει
16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.
17 αμην γαρ λεγω υμιν οτι πολλοι προφηται και δικαιοι επεθυμησαν ιδειν α βλεπετε και ουκ ειδον και ακουσαι α ακουετε και ουκ ηκουσαν
17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
18 υμεισ ουν ακουσατε την παραβολην του σπειροντοσ
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
19 παντοσ ακουοντοσ τον λογον τησ βασιλειασ και μη συνιεντοσ ερχεται ο πονηροσ και αρπαζει το εσπαρμενον εν τη καρδια αυτου ουτοσ εστιν ο παρα την οδον σπαρεισ
19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ αἴρει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
20 ο δε επι τα πετρωδη σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και ευθυσ μετα χαρασ λαμβανων αυτον
20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς [δεχόμενος καὶ] λαμβάνων αὐτόν·
21 ουκ εχει δε ριζαν εν εαυτω αλλα προσκαιροσ εστιν γενομενησ δε θλιψεωσ η διωγμου δια τον λογον ευθυσ σκανδαλιζεται
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
22 ο δε εισ τασ ακανθασ σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και η μεριμνα του αιωνοσ τουτου και η απατη του πλουτου συμπνιγει τον λογον και ακαρποσ γινεται
22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
23 ο δε επι την γην την καλην σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και συνιων οσ δη καρποφορει και ποιει ο μεν εκατον ο δε εξηκοντα ο δε τριακοντα
23 ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
24 αλλην παραβολην παρεθηκεν αυτοισ λεγων ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω σπειροντι καλον σπερμα εν τω αγρω αυτου
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ·
25 εν δε τω καθευδειν τουσ ανθρωπουσ ηλθεν αυτου ο εχθροσ και εσπειρεν ζιζανια ανα μεσον του σιτου και απηλθεν
25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
26 οτε δε εβλαστησεν ο χορτοσ και καρπον εποιησεν τοτε εφανη και τα ζιζανια
26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
27 προσελθοντεσ δε οι δουλοι του οικοδεσποτου ειπον αυτω κυριε ουχι καλον σπερμα εσπειρασ εν τω σω αγρω ποθεν ουν εχει ζιζανια
27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ [σῷ] ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
28 ο δε εφη αυτοισ εχθροσ ανθρωποσ τουτο εποιησεν οι δε δουλοι ειπον αυτω θελεισ ουν απελθοντεσ συλλεξομεν αυτα
28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
29 ο δε εφη ου μηποτε συλλεγοντεσ τα ζιζανια εκριζωσητε αμα αυτοισ τον σιτον
29 ὁ δὲ ἔφη· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·
30 αφετε συναυξανεσθαι αμφοτερα μεχρι του θερισμου και εν καιρω του θερισμου ερω τοισ θερισταισ συλλεξατε πρωτον τα ζιζανια και δησατε αυτα εισ δεσμασ προσ το κατακαυσαι αυτα τον δε σιτον συναγαγετε εισ την αποθηκην μου
30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
31 αλλην παραβολην παρεθηκεν αυτοισ λεγων ομοια εστιν η βασιλεια των ουρανων κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εσπειρεν εν τω αγρω αυτου
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
32 ο μικροτερον μεν εστιν παντων των σπερματων οταν δε αυξηθη μειζον των λαχανων εστιν και γινεται δενδρον ωστε ελθειν τα πετεινα του ουρανου και κατασκηνουν εν τοισ κλαδοισ αυτου
32 ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον [πάντων] τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33 αλλην παραβολην ελαλησεν αυτοισ ομοια εστιν η βασιλεια των ουρανων ζυμη ην λαβουσα γυνη εκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολον
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
34 ταυτα παντα ελαλησεν ο ιησουσ εν παραβολαισ τοισ οχλοισ και χωρισ παραβολησ ουκ ελαλει αυτοισ
34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς,
35 οπωσ πληρωθη το ρηθεν δια του προφητου λεγοντοσ ανοιξω εν παραβολαισ το στομα μου ερευξομαι κεκρυμμενα απο καταβολησ κοσμου
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
36 τοτε αφεισ τουσ οχλουσ ηλθεν εισ την οικιαν ο ιησουσ και προσηλθον αυτω οι μαθηται αυτου λεγοντεσ φρασον ημιν την παραβολην των ζιζανιων του αγρου
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
37 ο δε αποκριθεισ ειπεν αυτοισ ο σπειρων το καλον σπερμα εστιν ο υιοσ του ανθρωπου
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·
38 ο δε αγροσ εστιν ο κοσμοσ το δε καλον σπερμα ουτοι εισιν οι υιοι τησ βασιλειασ τα δε ζιζανια εισιν οι υιοι του πονηρου
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ·
39 ο δε εχθροσ ο σπειρασ αυτα εστιν ο διαβολοσ ο δε θερισμοσ συντελεια του αιωνοσ εστιν οι δε θερισται αγγελοι εισιν
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
40 ωσπερ ουν συλλεγεται τα ζιζανια και πυρι καιεται ουτωσ εσται εν τη συντελεια του αιωνοσ τουτου
40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου.
41 αποστελει ο υιοσ του ανθρωπου τουσ αγγελουσ αυτου και συλλεξουσιν εκ τησ βασιλειασ αυτου παντα τα σκανδαλα και τουσ ποιουντασ την ανομιαν
41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
42 και βαλουσιν αυτουσ εισ την καμινον του πυροσ εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
43 τοτε οι δικαιοι εκλαμψουσιν ωσ ο ηλιοσ εν τη βασιλεια του πατροσ αυτων ο εχων ωτα ακουειν ακουετω
43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
44 παλιν ομοια εστιν η βασιλεια των ουρανων θησαυρω κεκρυμμενω εν τω αγρω ον ευρων ανθρωποσ εκρυψεν και απο τησ χαρασ αυτου υπαγει και παντα οσα εχει πωλει και αγοραζει τον αγρον εκεινον
44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν [τῷ] ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 παλιν ομοια εστιν η βασιλεια των ουρανων ανθρωπω εμπορω ζητουντι καλουσ μαργαριτασ
45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
46 οσ ευρων ενα πολυτιμον μαργαριτην απελθων πεπρακεν παντα οσα ειχεν και ηγορασεν αυτον
46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν.
47 παλιν ομοια εστιν η βασιλεια των ουρανων σαγηνη βληθειση εισ την θαλασσαν και εκ παντοσ γενουσ συναγαγουση
47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
48 ην οτε επληρωθη αναβιβασαντεσ επι τον αιγιαλον και καθισαντεσ συνελεξαν τα καλα εισ αγγεια τα δε σαπρα εξω εβαλον
48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
49 ουτωσ εσται εν τη συντελεια του αιωνοσ εξελευσονται οι αγγελοι και αφοριουσιν τουσ πονηρουσ εκ μεσου των δικαιων
49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,
50 και βαλουσιν αυτουσ εισ την καμινον του πυροσ εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
51 λεγει αυτοισ ο ιησουσ συνηκατε ταυτα παντα λεγουσιν αυτω ναι κυριε
51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε.
52 ο δε ειπεν αυτοισ δια τουτο πασ γραμματευσ μαθητευθεισ εισ την βασιλειαν των ουρανων ομοιοσ εστιν ανθρωπω οικοδεσποτη οστισ εκβαλλει εκ του θησαυρου αυτου καινα και παλαια
52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
53 και εγενετο οτε ετελεσεν ο ιησουσ τασ παραβολασ ταυτασ μετηρεν εκειθεν
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν,
54 και ελθων εισ την πατριδα αυτου εδιδασκεν αυτουσ εν τη συναγωγη αυτων ωστε εκπληττεσθαι αυτουσ και λεγειν ποθεν τουτω η σοφια αυτη και αι δυναμεισ
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
55 ουχ ουτοσ εστιν ο του τεκτονοσ υιοσ ουχι η μητηρ αυτου λεγεται μαριαμ και οι αδελφοι αυτου ιακωβοσ και ιωσησ και σιμων και ιουδασ
55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;
56 και αι αδελφαι αυτου ουχι πασαι προσ ημασ εισιν ποθεν ουν τουτω ταυτα παντα
56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
57 και εσκανδαλιζοντο εν αυτω ο δε ιησουσ ειπεν αυτοισ ουκ εστιν προφητησ ατιμοσ ει μη εν τη πατριδι αυτου και εν τη οικια αυτου
57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58 και ουκ εποιησεν εκει δυναμεισ πολλασ δια την απιστιαν αυτων
58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • James

    Jerusalem church leader

    The Gospels name him first among Jesus' brothers (Matthew 13:55; Mark 6:3), and Paul calls him 'James, the Lord's brother' (Galatians 1:19); he led the church in Jerusalem and is…

    Cited in the guide: Matthew 13:55; Acts 15; James 1:1

  • Joses

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers: Joses in Mark 6:3, Joseph in Matthew 13:55. The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of…

    Cited in the guide: Matthew 13:55; Mark 6:3

  • Jude

    Brother of Jesus; letter-writer

    Named in the Gospels among Jesus' brothers as Judas (Matthew 13:55; Mark 6:3), and honored as the author of the epistle of Jude, who calls himself 'a brother of James' (Jude 1).…

    Cited in the guide: Matthew 13:55; Jude 1:1

  • Simon

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers (Matthew 13:55; Mark 6:3). The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of Joseph from an…

    Cited in the guide: Matthew 13:55; Mark 6:3

Cross references (56)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 8:4–10; Matthew 13:1–15; Mark 4:1–12; Matthew 13:36
  2. 2 Luke 5:3; Matthew 15:30; Luke 8:4–8; Genesis 49:10; Matthew 4:25
  3. 3 Mark 4:2–9; Mark 4:13; Psalm 78:2; Mark 4:33; Matthew 13:34–35
  4. 4 Matthew 13:18–19
  5. 5 Ezekiel 36:26; Ezekiel 11:19; Zechariah 7:12; Amos 6:12; Matthew 13:20
  6. 6 James 1:11–12; Matthew 13:21; Luke 8:13; Isaiah 49:10; Colossians 1:23
  7. 7 Mark 4:18–19; Jeremiah 4:3–4; Genesis 3:18; Matthew 13:22
  8. 8 John 15:8; Luke 8:15; Matthew 13:23; Genesis 26:12; Galatians 5:22–23
  9. 9 Revelation 2:7; Revelation 2:11; Matthew 11:15; Revelation 2:17; Revelation 3:13
  10. 10 Mark 4:33–34; Mark 4:10
  11. 11 1 Corinthians 2:9–10; 1 Corinthians 2:14; Matthew 19:11; James 1:5; 1 John 2:27
  12. 12 Matthew 25:29; Mark 4:24–25; Luke 8:18; Luke 19:24–26; John 15:2–5
  13. 13 Ezekiel 12:2; Jeremiah 5:21; Isaiah 42:18–20; 2 Corinthians 4:3–4; Deuteronomy 29:3–4
  14. 14 Isaiah 6:9–10; Ezekiel 12:2; 2 Corinthians 3:14; Luke 8:10; Acts 28:25–27
  15. 15 Isaiah 6:10; Zechariah 7:11; Mark 4:12; John 8:43–44; 2 Timothy 2:25–26
  16. 16 Luke 10:23–24; Ephesians 1:17–18; Matthew 16:17; John 20:29; Acts 26:18
  17. 17 John 8:56; Hebrews 11:13; 1 Peter 1:10–12; Luke 10:24; Hebrews 11:39–40
  18. 18 Matthew 13:11–12; Luke 8:11–15; Mark 4:13–20
  19. 19 Luke 8:11–15; Hebrews 2:1; Matthew 13:38; 1 John 5:18; Matthew 4:23
  20. 20 Ezekiel 33:31–32; Psalm 106:12–13; John 5:35; 2 Chronicles 24:2; Psalm 78:34–37
  21. 21 Matthew 11:6; 2 Peter 1:8–9; Ephesians 3:17; Hosea 6:4; Job 19:28
  22. 22 1 Timothy 6:17; Luke 8:14; 1 Timothy 6:9–10; Mark 4:18–19; Luke 12:15
  23. 23 Philippians 1:11; Matthew 12:33; John 15:16; Galatians 5:22–23; Psalm 92:13–15
  24. 24 Matthew 25:1; Matthew 13:47; Matthew 20:1; Matthew 22:2; Matthew 13:37
  25. 25 1 Peter 5:8; Acts 20:30–31; 2 Peter 2:1; Matthew 13:39; Hebrews 12:15
  26. 26 Mark 4:26–29
  27. 27 Romans 16:17; 2 Corinthians 6:1; 2 Corinthians 5:18–20; 1 Corinthians 12:28–29; 2 Corinthians 6:4
  28. 28 1 Corinthians 5:3–7; 1 Thessalonians 5:14; Luke 9:49–54; Jude 22–23; 2 Corinthians 2:6–11
  29. 30 Matthew 3:12; 1 Timothy 5:24; 1 Corinthians 4:5; John 15:6; Malachi 3:18–4:1
  30. 31 Luke 13:18–19; Matthew 17:20; Mark 4:30–32; Luke 17:6; Matthew 13:24
  31. 32 Ezekiel 31:6; Daniel 4:12; Ezekiel 17:23–24; Acts 21:20; Zechariah 8:20–23
  32. 33 Galatians 5:9; 1 Corinthians 5:6–7; Luke 13:21; Philippians 2:13–15; Genesis 18:6
  33. 34 Mark 4:33–34; John 16:25; Matthew 13:13
  34. 35 Psalm 78:2; Ephesians 3:9; 1 Peter 1:20–21; Romans 16:25–26; 1 Corinthians 2:7
  35. 36 Matthew 13:11; John 16:17–20; Matthew 13:1; Mark 8:9; Mark 6:45
  36. 37 1 Corinthians 3:5–7; Acts 1:8; Matthew 13:27; Matthew 13:24; Luke 10:16
  37. 38 John 8:44; Acts 13:10; Philippians 3:18–19; 1 John 3:8–10; 1 Peter 1:23
  38. 39 Matthew 13:49; Revelation 14:15–19; Matthew 25:31; Joel 3:13; Revelation 19:20
  39. 40 Matthew 13:39
  40. 41 Matthew 24:31; Revelation 21:27; Matthew 18:7; 2 Peter 2:1–2; Matthew 13:49
  41. 42 Matthew 13:50; Revelation 20:10; Revelation 20:14–15; Matthew 8:12; Luke 16:23–24
  42. 43 Daniel 12:3; Luke 12:32; Matthew 25:34; 1 Corinthians 15:41–54; Matthew 11:15
  43. 44 Proverbs 2:2–5; Colossians 2:3; Philippians 3:7–9; Matthew 6:21; Luke 14:33
  44. 45 Proverbs 8:10–11; Matthew 16:26; Proverbs 3:13–18; Job 28:18; Matthew 13:24
  45. 46 Luke 18:28–30; Ephesians 3:8; Proverbs 2:4; Acts 20:24; Colossians 2:3
  46. 47 John 15:6; 2 Timothy 3:2–5; Matthew 22:9–10; 2 Timothy 4:3–4; 1 John 4:1–6
  47. 48 Matthew 13:30; Matthew 3:12; Matthew 13:40–43
  48. 49 Revelation 20:12–15; Matthew 13:39; Matthew 24:31; 2 Thessalonians 1:7–10; Matthew 22:12–14
  49. 50 Revelation 14:10–11; Luke 13:27–28; Matthew 13:42; Matthew 8:12; Revelation 16:10–11
  50. 51 Mark 4:34; Matthew 13:19; Matthew 13:11; Matthew 15:17; Matthew 24:15
  51. 52 1 John 2:7–8; Titus 1:9; 2 Timothy 3:16–17; 2 Corinthians 3:4–6; Titus 2:6–7
  52. 53 Matthew 7:28; Mark 4:33–35
  53. 54 John 7:15–16; Matthew 7:28; Mark 6:1–6; Matthew 2:23; Luke 4:16–30
  54. 55 Mark 6:3; John 6:42; Luke 3:23; Mark 15:47–16:1; Luke 4:22
  55. 57 John 4:44; Luke 4:24; Matthew 11:6; Isaiah 53:3; John 6:61
  56. 58 Mark 6:5–6; Romans 11:20; Hebrews 3:12–19; Luke 4:25–29

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 13:19 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXIII)

    Both yesterday and to-day ye have heard the parables of the sower, in the words of our Lord Jesus Christ. Do ye who were present yesterday, recollect to-day.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 13:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLV)

    We have good cause to admire the disciples, how, longing as they do to learn, they know when they ought to ask. For they do it not before all: and this Matthew shows by saying, "And they came." And, as to this assertion not being conjecture, Mark hath expressed it more distinctly, by saying, that "they came to Him privately." …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 13:42 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    And every tree that bringeth not forth good fruit, is hewn down and cast into the fire." And as to those who are not living pursuant to these His teachings, and are Christians only in name, we demand that all such be punished by you.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 13:43 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXXI–XXXII)

    … no such thing as good and evil, but certain things were deemed righteous, and certain others unrighteous, in human opinion only, He never would have expressed Himself thus in His teaching: "The righteous shall shine forth as the sun in the kingdom of their Father;" but He shall send the unrighteous, and those who do not the works of righteousness, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 13:46 Augustine of Hippo, Confessions (Book VIII)

    For Thou hast said unto man, "Behold, the fear of the Lord, that is wisdom;" and desire not to seem wise, because, "Professing themselves to be wise, they became fools." But I had now found the goodly pearl, which, selling all that I had, I ought to have bought; and I hesitated.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)