1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. 2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ πνεῦμα τὸ ἅγιον, Ἀφορίσατε δή μοι τὸν τε Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. 4 Οὗτοι μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον. 5 Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαρϊησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 8 Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου, καὶ ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 Καὶ νῦν ἰδού, χεὶρ τοῦ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. 13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17 Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18 Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19 Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληροδότησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20 Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα. 22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖς τὸν Δαβὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. 25 Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾿ ἰδού, ἔρχεται μετ᾿ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. 27 Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. 28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29 Ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν· 33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά. 35 Διὸ καὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 36 Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· 37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. 38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· 39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40 Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις, 41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. 42 Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. 43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ. 44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. 46 Παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48 Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49 Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας. 50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52 Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
Acts · Textus Receptus (Boyd collation)
Acts 13 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Bar-Jesus
A Jewish sorcerer at Paphos, also called Elymas, who opposed Barnabas and Saul and was struck blind.
Cited in the guide: Acts 13:6; Acts 13:8
Lucius
A man from Cyrene listed among the prophets and teachers at Antioch.
Cited in the guide: Acts 13:1
Manaen
A prophet and teacher at Antioch who had been brought up with Herod the tetrarch.
Cited in the guide: Acts 13:1
Paul
Formerly Saul of Tarsus, a Pharisee who persecuted the church until the risen Jesus met him on the road to Damascus; he became the apostle to the Gentiles and wrote many of the…
Cited in the guide: Acts 7:58; Acts 9:1; Acts 13:9
Sergius Paulus
An intelligent proconsul at Paphos who sought to hear the word of God and believed after Elymas was blinded.
Cited in the guide: Acts 13:7
Simeon
Called Niger, one of the prophets and teachers in the church at Antioch when the Holy Spirit set apart Barnabas and Saul.
Cited in the guide: Acts 13:1
Places
Antioch (Syrian)
The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)
Cited in the guide: Acts 11:26; Acts 13:1-3; Galatians 2:11
Iconium
Lystra
Paphos (Cyprus)
Pisidian Antioch
Cross references (52)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Acts 4:36; Acts 15:35; Acts 11:22–27; Galatians 2:9; Acts 13:9
- 2 Galatians 1:15; Acts 9:15; 1 Corinthians 12:11; Romans 1:1; 2 Timothy 1:11
- 3 Acts 6:6; Acts 14:26; 2 Timothy 2:2; Acts 14:23; 1 Timothy 4:14
- 4 Acts 4:36; Acts 13:2; Acts 11:19; Acts 20:23; Acts 27:4
- 5 Acts 13:14; Acts 13:46; Acts 9:20; Acts 17:17; Acts 12:12
- 6 Matthew 7:15; 1 John 4:1; Mark 10:46; 2 Corinthians 11:13; Exodus 22:18
- 7 Acts 13:12; Acts 19:38; Acts 18:12; Proverbs 18:15; Acts 13:8
- 8 2 Timothy 3:8; 2 Timothy 4:14–15; Acts 13:6–7; Acts 13:12; Acts 9:36
- 9 Micah 3:8; Acts 4:8; Acts 2:4; Acts 7:55; Mark 3:5
- 10 John 8:44; 2 Corinthians 11:3; Matthew 13:38; Galatians 1:7; Hosea 14:9
- 11 Exodus 9:3; Psalm 32:4; 1 Samuel 5:11; Hebrews 10:31; Job 19:21
- 12 2 Corinthians 10:4–5; Acts 13:7; Luke 4:22; Acts 13:49; Acts 19:7
- 13 Acts 15:38; Acts 13:5–6; Acts 12:12; Acts 2:10; Acts 27:5
- 14 Acts 16:13; Acts 17:2; Acts 14:19; Acts 13:5; Acts 18:4
- 15 Hebrews 13:22; Acts 15:21; Mark 5:22; Romans 12:8; Luke 4:16–18
- 16 Acts 12:17; Acts 13:26; Acts 10:2; Psalm 49:1–3; Psalm 67:7
- 17 Deuteronomy 7:6–8; Isaiah 63:9–14; 1 Peter 2:9; Micah 6:4; Psalm 135:4
- 18 Acts 7:36; Numbers 14:22; Exodus 16:2; Numbers 14:33–34; Deuteronomy 9:21–24
- 19 Deuteronomy 7:1; Psalm 78:55; Acts 7:45; Joshua 19:51; Joshua 14:1
- 20 Judges 2:16; 1 Samuel 3:20; Ruth 1:1; 1 Samuel 12:11; Judges 3:10
- 21 1 Samuel 10:1; 1 Samuel 15:1; 1 Samuel 10:21–26; 1 Samuel 11:15; 1 Samuel 8:5–9:2
- 22 1 Samuel 13:13–14; 1 Kings 15:5; 1 Samuel 16:13; Psalm 78:70–72; 1 Samuel 16:1
- 23 Matthew 1:1; Psalm 132:11; Revelation 22:16; Jude 25; Titus 3:3–6
- 24 Acts 1:22; Matthew 3:1–11; Acts 19:3–4; Mark 1:2–8; Luke 3:2–20
- 25 Matthew 3:11; Mark 1:7; John 1:26–27; John 1:20–23; Acts 20:24
- 26 Luke 1:69; Luke 1:77; Ephesians 1:13; Romans 1:16; Isaiah 46:13
- 27 Acts 3:17; Romans 11:25; Acts 15:21; Luke 24:20; Acts 26:22–23
- 28 Luke 23:21–25; Matthew 27:22–25; John 19:4; Luke 23:14–16; John 18:38
- 29 Luke 23:53; John 19:30; John 19:28; Mark 15:45–46; Matthew 27:57–60
- 30 Acts 2:24; Acts 17:31; Matthew 28:6; Acts 4:10; Acts 5:30–31
- 31 Luke 24:48; Acts 1:3; Acts 1:8; 1 Corinthians 15:5–7; Matthew 28:16
- 32 Romans 4:13; Acts 26:6; Ezekiel 34:23; Romans 9:4; Jeremiah 23:5
- 33 Psalm 2:7; Hebrews 5:5; Hebrews 1:5–6
- 34 Isaiah 55:3; Psalm 89:2–4; Romans 6:9; Psalm 89:19–37; Ezekiel 34:23–24
- 35 Psalm 16:10; Acts 2:27–31; Acts 13:36–37; John 8:51; Luke 2:26
- 36 Acts 2:29; 1 Kings 2:10; 2 Samuel 7:12; Acts 13:22; 1 Chronicles 18:14
- 37 Acts 13:30; Acts 2:24
- 38 Luke 24:47; 1 John 2:12; 2 Corinthians 5:18–21; Colossians 1:14; Acts 5:31
- 39 Galatians 2:16; Romans 10:4; Hebrews 7:19; Romans 8:3; Romans 10:10
- 40 Malachi 4:1; Habakkuk 1:5; Hebrews 3:12; Hebrews 12:25; Malachi 3:2
- 41 Habakkuk 1:5; 1 Peter 4:17; Romans 11:7–14; Isaiah 28:14–22; Colossians 1:26–27
- 42 Acts 28:28; Matthew 19:30; Ezekiel 3:6; Matthew 11:21; Acts 10:33
- 43 Acts 11:23; Acts 14:22; Hebrews 12:15; Hebrews 13:9; 2 John 9
- 44 Isaiah 11:10; Genesis 49:10; Isaiah 60:8; Psalm 110:3
- 45 Jude 10; Acts 18:6; Acts 19:9; 1 Thessalonians 2:16; Acts 5:17
- 46 Acts 28:28; Matthew 21:43; Acts 18:5–6; Acts 26:20; Acts 3:26
- 47 Isaiah 49:6; Isaiah 42:6; Luke 2:32; Isaiah 45:22; Zechariah 8:20–23
- 48 Romans 8:29–30; Ephesians 1:4; Romans 11:7; John 10:26–27; John 10:16
- 49 Acts 12:24; Philippians 1:13–14; Acts 19:10; Acts 19:26; Acts 9:42
- 50 Acts 14:2; Acts 13:45; Acts 14:19; Acts 17:13; Acts 21:27
- 51 Matthew 10:14; Luke 9:5; Acts 18:6; Mark 6:11; Acts 14:21
- 52 Romans 15:13; 1 Thessalonians 1:6; Acts 4:31; Romans 5:3; Galatians 5:22
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
As soon as they were ordained they went forth, and hasted to Cyprus, that being a place where was no ill-design hatching against them, and where moreover the Word had been sown already. In Antioch there were (teachers) enough, and Phoenice too was near to Palestine; but Cyprus not so.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
For to the enemies of Christ who are reproached with this, that Christ hath left them, turning to the Gentiles, this speech is incongruously assigned, "Remember, Lord, the reproach of Thy servants," for such Jews are not to be styled the servants of God; but these words fit those who, if they suffered great humiliations through persecution for the name …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Wherefore also God said, "I have found David, the son of Jesse, a man after mine own heart." Such a spirit as this let us too acquire, and whatever we may suffer we shall bear it easily, and before the Kingdom, we shall reap here the gain accruing from lowliness of mind.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Ezekiel also speaks thus, The Spirit of the Lord came upon me, and said unto me, Thus saith the Lord. And again, The Holy Ghost said, unto the Apostles who were in Antioch, Separate me now Barnabas and Saul for the work whereunto I have called them.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
"Separate me Barnabas and Saul for the work whereunto I have called them." Does a slave speak thus?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)