1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητάς, 2 λέγων αὐτοῖς, Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. 3 Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς. 4 Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος, 5 Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. 6 Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, 7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον· καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισαν ἐπάνω αὐτῶν. 8 Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9 Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, Τίς ἐστιν οὗτος; 11 Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας. 12 Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. 13 Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 14 Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς. 15 Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἠγανάκτησαν, 16 καὶ εἶπον αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17 Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. 18 Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε. 19 Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. 22 Καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε. 23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; 24 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25 Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. 27 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 28 Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. 29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθε. 30 Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. 31 Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; Λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 32 Ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. 33 Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνόν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου. 38 Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 Λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43 Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44 Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν. 45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. 46 Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
Matthew · Textus Receptus (Boyd collation)
Matthew 21 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Cross references (46)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Zechariah 14:4; Mark 11:1–10; Luke 21:37; Matthew 26:30; Matthew 24:3
- 2 Luke 19:30–32; Mark 11:2–3; John 2:5–8; Mark 14:13–16; Matthew 26:18
- 3 2 Corinthians 8:1–2; Acts 17:25; John 3:35; 2 Corinthians 8:9; Psalm 50:10–11
- 4 Zechariah 9:9; John 12:15; Matthew 1:22; Matthew 26:56; John 19:36–37
- 5 Zechariah 9:9–10; Isaiah 62:11; Isaiah 9:6–7; Isaiah 12:6; Genesis 49:10
- 6 Genesis 6:22; 1 Samuel 15:11; Genesis 12:4; Exodus 39:43; John 15:14
- 7 2 Kings 9:13; Mark 11:4–8; Luke 19:32–35
- 8 2 Kings 9:13; Leviticus 23:40; John 12:13
- 9 Psalm 118:24–26; Luke 2:14; John 12:13–15; Matthew 23:39; Luke 19:37–38
- 10 Acts 9:5; Luke 7:49; John 12:16–19; Luke 9:9; Ruth 1:19
- 11 John 6:14; Luke 7:16; John 7:40; Acts 7:37; Matthew 2:23
- 12 John 2:14–17; Luke 19:45–47; Mark 11:15–18; Leviticus 1:14; Leviticus 5:7
- 13 Jeremiah 7:11; Isaiah 56:7; Luke 19:46; Mark 11:17; Psalm 93:5
- 14 Acts 3:1–9; Acts 10:38; Matthew 9:35; Isaiah 35:5; Matthew 11:4–5
- 15 Matthew 21:9; Luke 19:39–40; Matthew 22:42; Matthew 21:23; John 4:1
- 16 Psalm 8:2; Matthew 11:25; Luke 19:39–40; Matthew 19:4; Matthew 12:3
- 17 John 11:18; Mark 11:11; John 11:1; Luke 24:50; Matthew 16:4
- 18 Matthew 4:2; Hebrews 4:15; Mark 11:12–14; Mark 11:20–24; Matthew 12:1
- 19 Mark 11:14; John 15:6; Titus 1:16; Luke 13:6–9; Luke 3:9
- 20 Isaiah 40:6–8; Mark 11:20–21; James 1:10–11
- 21 James 1:6; Matthew 17:20; Mark 11:22–23; Luke 17:6–7; Romans 4:19–20
- 22 Matthew 7:7; 1 John 5:14–15; Mark 11:24; 1 John 3:22; John 14:13
- 23 Acts 4:7; Mark 11:27–33; 1 Chronicles 24:1–19; Matthew 26:55; Luke 19:47–20:8
- 24 Luke 6:9; Colossians 4:6; Matthew 10:16; Proverbs 26:4–5
- 25 1 John 3:20; Mark 1:1–11; John 10:25–26; Luke 20:5; John 3:18
- 26 Mark 6:20; Matthew 14:5; Matthew 21:46; John 5:35; Matthew 11:9
- 27 Romans 1:18–22; 2 Thessalonians 2:9–10; John 9:30; 2 Corinthians 4:3; Isaiah 28:9
- 28 Matthew 20:1; 1 Corinthians 15:58; Mark 13:34; 1 Corinthians 10:15; Luke 15:11–32
- 29 Ezekiel 18:28–32; Daniel 4:34–37; Ephesians 2:1–13; Matthew 3:2–8; Isaiah 1:16–19
- 30 Titus 1:16; Ezekiel 33:31; Matthew 23:3; Romans 2:17–25
- 31 Luke 7:29; Luke 7:37–50; Matthew 7:21; 2 Peter 3:9; Matthew 20:16
- 32 Luke 7:37–50; Luke 7:29–30; Matthew 21:25; Zechariah 7:11–12; 2 Peter 2:21
- 33 Isaiah 5:1–4; Mark 12:1–12; Luke 20:9–19; Jeremiah 2:21; John 15:1
- 34 Luke 20:10–19; Isaiah 5:4; Zechariah 1:3–6; Nehemiah 9:29–30; 2 Kings 17:13–23
- 35 2 Chronicles 36:15–16; Hebrews 11:36–37; Matthew 5:12; Nehemiah 9:26; Acts 7:52
- 36 Matthew 22:4
- 37 John 3:16; Zephaniah 3:7; John 3:35–36; Matthew 3:17; Luke 20:13
- 38 Luke 20:14; Genesis 37:18–20; Mark 12:7–8; Hebrews 1:2; Acts 4:27–28
- 39 Acts 2:23; John 18:12; Luke 22:52–54; Acts 3:14–15; James 5:6
- 40 Hebrews 10:29; Mark 12:9; Luke 20:15–16
- 41 Acts 18:6; Matthew 21:43; Isaiah 5:5–7; Acts 28:28; Matthew 22:6–7
- 42 Psalm 118:22–23; Isaiah 28:16; Acts 4:11; 1 Peter 2:4–8; Ephesians 2:20
- 43 Matthew 21:41; Matthew 8:11–12; 1 Peter 2:9; John 3:3; Luke 17:20–21
- 44 Isaiah 8:14–15; 1 Peter 2:8; Daniel 2:34–35; Daniel 2:44–45; Romans 9:33
- 45 Luke 20:19; Luke 11:45; Matthew 12:12
- 46 Matthew 21:11; Matthew 21:26; John 7:40–41; Acts 2:22; Luke 7:16
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The lesson of the Holy Gospel which has just been read, has given us an alarming warning, lest we have leaves only, and have no fruit. That is, in few words, lest words be present and deeds be wanting. Very terrible!
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
This John likewise saith, but he in the beginning of his Gospel, this at the end. Whence it is probable this was done twice, and at different seasons. And it is evident both from the times, and from their reply. For there He came at the very passover, but here much before.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… and did truly vindicate His own house, by driving out of it the changers of money, who were buying and selling, saying unto them: "It is written, My house shall be called the house of prayer; but ye have made it a den of thieves." And what reason had He for thus doing and saying, and vindicating His house, if …
Indeed, the gospel parable about the wicked husbandmen shows that our Lord Jesus Himself said something like it: "This is the heir; come, let us kill him, and the inheritance shall be ours." In like manner also that passage in this same book, on which we have already touched when we were speaking of the barren woman who hath born …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For instance, when after many miracles children were singing hymns unto Him, hear what saith the prophet, "Out of the mouth of babes and sucklings Thou hast perfected praise." And again, "I will consider the Heavens, the works of Thy fingers;" which signifies Him to be Maker of the universe.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)