1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. 2 Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνημείοις· καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι· 5 καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν αὐτῷ, 7 καὶ κράξας φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. 8 Ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. 9 Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα; Καὶ ἀπεκρίθη, λέγων, Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας. 11 Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός· 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 16 Καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα ᾖ μετ᾿ αὐτοῦ. 19 Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος ἐποίησε, καὶ ἠλέησέ σε. 20 Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον. 21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. 24 Καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγε γὰρ ὅτι Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. 29 Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων; 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 Ὁ δὲ εἶπεν αὐτῇ, Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. 35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε. 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40 Καὶ κατεγέλων αὐτοῦ. Ὁ δέ, ἐκβαλὼν ἅπαντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον. 41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. 42 Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.
Mark · Textus Receptus (Boyd collation)
Mark 5 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Jairus
A synagogue leader who fell at Jesus' feet and begged Him to come heal his daughter, who was raised from death.
Cited in the guide: Mark 5:22; Luke 8:41
Cross references (40)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 8:26–39; Matthew 8:28–34; Mark 4:35
- 2 Mark 1:23; Isaiah 65:4; Mark 5:8; Luke 9:42; Mark 1:26
- 3 Isaiah 65:4; Luke 8:29; Daniel 4:32–33; Mark 9:18–22
- 4 James 3:7–8
- 5 1 Kings 18:28; Job 2:7–8; John 8:44
- 6 James 2:19; Psalm 66:3; Luke 4:41; Psalm 72:9; Acts 16:17
- 7 Matthew 8:29; Acts 16:17; Matthew 26:63; Jude 6; Matthew 4:3
- 8 Acts 16:18; Mark 9:25–26; Mark 1:25
- 9 Luke 8:30; Mark 5:15; Matthew 26:53; Luke 11:21–26; Matthew 12:45
- 10 Mark 3:22; Mark 5:13
- 11 Isaiah 66:3; Leviticus 11:7–8; Deuteronomy 14:8; Matthew 8:30; Luke 8:32
- 12 1 Peter 5:8; 2 Corinthians 2:11; Luke 22:31–32; Job 1:10–12; Job 2:5
- 13 Job 2:6; 1 Peter 3:22; 1 Kings 22:22; John 8:44; Matthew 8:32
- 14 Luke 8:34; Matthew 8:33
- 15 Colossians 1:13; 2 Timothy 1:7; 1 Samuel 6:20–21; Mark 5:9; Isaiah 49:24–25
- 17 Matthew 8:34; Mark 1:24; Luke 8:37; Genesis 26:16; Mark 5:7
- 18 Luke 8:38–39; Philippians 1:23–24; Mark 5:17; Psalm 116:12; Mark 5:7
- 19 Psalm 66:16; John 4:29; Daniel 6:25–27; Daniel 4:1–3; Isaiah 38:9–20
- 20 Matthew 4:25; Mark 7:31
- 21 Matthew 9:1; Mark 4:1; Luke 8:40
- 22 Luke 13:14; Acts 13:15; Acts 18:8; Acts 18:17; Mark 5:35–36
- 23 Luke 13:13; Mark 16:18; Luke 4:40; Acts 28:8; Mark 7:32
- 24 Mark 5:31; Mark 3:9–10; Mark 3:20; Luke 7:6; Luke 8:45
- 25 Leviticus 15:25–27; Luke 8:43–44; Matthew 9:20–22; Leviticus 15:19–20; John 5:5–6
- 26 Jeremiah 30:12–13; Job 13:4; Psalm 108:12; Jeremiah 8:22; Jeremiah 51:8
- 27 Acts 19:12; Acts 5:15; Matthew 14:36; Mark 6:56; 2 Kings 13:21
- 29 Mark 5:34; Psalm 103:3; Psalm 30:2; Mark 3:10; Psalm 147:3
- 30 Luke 6:19; Luke 8:46; Luke 5:17; 1 Peter 2:9
- 31 Luke 8:45; Luke 9:12
- 33 Luke 8:47; Luke 1:12; Psalm 116:12–14; Psalm 30:2; Luke 1:29
- 34 Luke 8:48; Matthew 9:22; Luke 7:50; Luke 18:42; Mark 5:29
- 35 Luke 8:49; John 11:39; Mark 10:17; Luke 7:6–7; John 5:25
- 36 Luke 8:50; Matthew 9:28–29; John 11:40; Mark 9:23; Romans 4:18–24
- 37 Mark 14:33; Acts 9:40; 2 Corinthians 13:1; Mark 9:2; Luke 8:51
- 38 Matthew 9:23–24; Luke 8:52–53; Jeremiah 9:17–20; Mark 5:22; Matthew 11:17
- 39 Acts 20:10; 1 Thessalonians 5:10; Daniel 12:2; 1 Corinthians 11:30; 1 Thessalonians 4:13–14
- 40 Nehemiah 2:19; Matthew 7:6; Job 12:4; Luke 16:14; Luke 8:53–54
- 41 Mark 1:31; Luke 7:14–15; John 5:28–29; Luke 8:54–55; John 11:43–44
- 42 Mark 1:27; Acts 3:10–13; Mark 6:51; Mark 4:41; Mark 7:37
- 43 Matthew 8:4; Mark 7:36; Mark 1:43; Matthew 9:30; Luke 8:56
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For after she had been thus afflicted during twelve years, she was healed by the advent of the Saviour, when she had touched the border of His garment; and on this account the Saviour said, "Who touched me?" --teaching his disciples the mystery which had occurred among the Æons, and the healing of that Æon who had been involved in …
And as He is going, it is announced that she is dead; and as though He would now be only wearying Himself in vain, word was brought to her father, "Thy daughter is dead, why weariest thou the Master any further?" But He went on, and said to the father of the damsel, "Be not afraid, only believe." He comes …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
With this view He both walks more leisurely, and discourses more with the woman; that He might give time for the damsel to die, and for those to come, who told of it, and said, "Trouble not the Master." This again surely the evangelist obscurely signifies, when he saith, "While He yet spake, there came from the house certain which …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… as though He would now be only wearying Himself in vain, word was brought to her father, "Thy daughter is dead, why weariest thou the Master any further?" But He went on, and said to the father of the damsel, "Be not afraid, only believe." He comes to the house, and finds the customary funeral obsequies already prepared, and He …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
… But He went on, and said to the father of the damsel, "Be not afraid, only believe." He comes to the house, and finds the customary funeral obsequies already prepared, and He says to them, "Weep not, for the damsel is not dead, but sleepeth." He spake the truth; she was asleep; asleep, that is, in respect of Him, by …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)