1 Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς. 2 Καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς; 4 Οἱ δὲ εἶπον, Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. 5 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός. 7 Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. 9 Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 10 Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11 Καὶ λέγει αὐτοῖς, Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται. 13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, ηὐλόγει αὐτά. 17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. 19 Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. 22 Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. 24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; 27 Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ τῷ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. 28 Καὶ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. 32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· 33 ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ τοῖς γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34 καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. 36 Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιῆσαί με ὑμῖν; 37 Οἱ δὲ εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται. 41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν· ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἔσται διάκονος ὑμῶν· 44 καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. 45 Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. 46 Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Ὁ υἱὸς Δαβίδ, Ἰησοῦ, ἐλέησόν με. 48 Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με. 49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· ἔγειραι, φωνεῖ σε. 50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββονί, ἵνα ἀναβλέψω. 52 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
Mark · Textus Receptus (Boyd collation)
Mark 10 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Bartimaeus
A blind beggar, son of Timaeus, who sat beside the road at Jericho and cried to Jesus as Son of David and received his sight.
Cited in the guide: Mark 10:46
Timaeus
Named in Mark 10:46 as the father of the blind beggar Bartimaeus.
Cited in the guide: Mark 10:46
Cross references (51)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 John 10:40; Mark 6:34; Matthew 4:23; Mark 4:2; Jeremiah 32:33
- 2 1 Corinthians 7:10–11; John 8:6; Matthew 23:13; Luke 11:53–54; Luke 7:30
- 3 Galatians 4:21; Isaiah 8:20; John 5:39; Luke 10:25
- 4 Deuteronomy 24:1–4; Matthew 5:31–32; Matthew 19:7; Matthew 1:19; Isaiah 50:1
- 5 Matthew 19:8; Acts 7:51; Nehemiah 9:16–17; Nehemiah 9:26; Hebrews 3:7–10
- 6 Genesis 1:27; Genesis 5:2; Genesis 1:1; Genesis 2:20–23; Malachi 2:14–16
- 7 Genesis 2:24; Matthew 19:5–6; Ephesians 5:31
- 8 Ephesians 5:28; Genesis 2:24; 1 Corinthians 6:16
- 9 Romans 7:1–3
- 10 Mark 9:33; Mark 9:28; Mark 4:10
- 11 Matthew 5:31–32; Romans 7:3; Matthew 19:9; 1 Corinthians 7:10–11; Luke 16:18
- 12 1 Corinthians 7:11; 1 Corinthians 7:13
- 13 Matthew 19:13–15; Luke 18:15–17; Deuteronomy 31:12–13
- 14 Matthew 19:14; Matthew 18:4; Matthew 18:10; Psalm 131:1–2; Luke 18:15–16
- 15 Matthew 18:3; Luke 18:17; John 3:3–6
- 16 Isaiah 40:11; Mark 9:36; Genesis 48:14–16; Luke 24:50–51; Deuteronomy 28:3
- 17 Matthew 19:16–30; Luke 18:18–30; Romans 2:7; John 6:27–28; Luke 10:25
- 18 Luke 18:19; Matthew 19:17; 1 John 4:16; Romans 3:12; 1 Samuel 2:2
- 19 Exodus 20:12–17; Romans 13:9; James 2:11; Luke 18:20; Matthew 19:17–19
- 20 Ezekiel 33:31–32; 2 Timothy 3:5; Philippians 3:6; Romans 7:9; Matthew 19:20
- 21 Matthew 6:19–21; Revelation 2:4; 1 Timothy 6:17–19; Luke 18:22; Luke 10:42
- 22 1 John 2:15–16; 1 Timothy 6:9–10; Luke 12:15; Ephesians 5:5; 2 Timothy 4:10
- 23 1 Corinthians 1:26; James 2:5; Luke 18:24; Mark 3:5; 2 Peter 1:11
- 24 Proverbs 11:28; James 5:1–3; Psalm 52:7; 1 Timothy 6:17; Revelation 3:17
- 25 Matthew 19:24–25; Luke 18:25; Matthew 23:24; Jeremiah 13:23; Matthew 7:3–5
- 26 Acts 16:31; Romans 10:9–13; 2 Corinthians 11:23; Mark 6:51; Mark 7:37
- 27 Jeremiah 32:27; Matthew 19:26; Job 42:2; Jeremiah 32:17; Genesis 18:13–14
- 28 Matthew 19:27–30; Mark 1:16–20; Luke 14:33; Luke 18:28–30; Philippians 3:7–9
- 29 1 Corinthians 9:23; Matthew 5:10–11; Revelation 2:3; Hebrews 11:24–26; Mark 8:35
- 30 Philippians 3:8; Luke 18:30; 2 Corinthians 6:10; James 1:12; Proverbs 3:9–10
- 31 Matthew 19:30; Luke 13:30; Matthew 20:16; Romans 9:30–33; Luke 18:11–14
- 32 Matthew 20:17–19; Luke 18:31–34; Luke 9:51; Mark 4:34; John 11:8
- 33 Matthew 20:17–19; Matthew 27:2; Acts 13:27; Matthew 16:21; Acts 3:13–14
- 34 Matthew 26:67; Matthew 16:21; Mark 14:65; Luke 22:63–65; Mark 15:17–20
- 35 Matthew 20:20–28; 2 Samuel 14:4–11; 1 Kings 2:16; Mark 14:33; Mark 1:19–20
- 36 John 15:7; 1 Kings 3:5–15; Mark 10:51
- 37 Matthew 19:28; Mark 16:19; Luke 24:26; Psalm 110:1; 1 Kings 22:19
- 38 Luke 12:50; Matthew 20:21–22; John 18:11; James 4:3; Psalm 75:8
- 39 Acts 12:2; Revelation 1:9; John 17:14; Colossians 1:24; John 13:37
- 40 Matthew 20:23; Matthew 25:34; John 17:24; Hebrews 11:16; John 17:2
- 41 Matthew 20:24; Proverbs 13:10; Romans 12:10; Philippians 2:3; Mark 9:33–36
- 42 1 Peter 5:3; Luke 22:25; Matthew 20:25
- 43 Matthew 23:8–12; Luke 14:11; Mark 9:35; Matthew 20:26–27; Luke 9:48
- 45 Matthew 20:28; Philippians 2:5–8; 2 Corinthians 8:9; Titus 2:14; John 13:14
- 46 Luke 18:35–19:1; Matthew 20:29–34; John 9:8; Luke 16:22; Acts 3:2–3
- 47 Mark 1:24; Matthew 9:27; Matthew 15:22; Revelation 22:16; Acts 13:22–23
- 48 Mark 7:26–29; Jeremiah 29:13; Matthew 19:13; Psalm 62:12; Matthew 20:31
- 49 Luke 18:40; Matthew 20:32–34; Psalm 145:8; Psalm 86:15; John 11:28
- 50 Philippians 3:7–9; Hebrews 12:1
- 51 Luke 18:41–43; Mark 10:36; Matthew 7:7; 2 Chronicles 1:7; Philippians 4:6
- 52 Matthew 9:22; Mark 8:25; Luke 7:50; Acts 26:18; Mark 5:34
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… added this redemption to the sons of Zebedee, when their mother asked that they might sit, the one on His right hand, and the other on His left, in His kingdom, saying, "Can ye be baptized with the baptism which I shall be baptized with?" Paul, too, they declare, has often set forth, in express terms, the redemption which is …
If it is said, "Thou shall not commit adultery, Thou shall not kill, Thou shall not steal," and other similar commandments, not human lips but the divine oracles have enounced them.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For instance, to them that strip themselves of all that they have for His sake He promised to give an hundred fold in the present world, and life eternal in that which is to come; by the things already given making the future also credible.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For martyrdom also the Saviour is wont to call a baptism, saying, Can ye drink the cup which I drink, and be baptized with the baptism that I am baptized with?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
This step of humility those two disciples were loth to have an eye to, who said, "Lord, bid that one of us may sit at Thy right hand, and the other at the left in Thy kingdom." They sought for exaltation, they did not see the step.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)