Skip to the text

Luke · Textus Receptus (Boyd collation)

Luke 22 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα. 2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. 4 Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς. 5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. 6 Καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. 7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. 8 Καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. 9 Οἱ δὲ εἶπον αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν; 10 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται. 11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 Κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα. 14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. 15 Καὶ εἶπε πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 17 Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπε, Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς· 18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. 19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. 21 Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται. 23 Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. 24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 Ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. 28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν, 30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ Βασιλείᾳ μου, καὶ καθίσησθε ἐπὶ θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 31 Εἶπε δὲ ὁ Κύριος, Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. 33 Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 Ὁ δὲ εἶπε, Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσει σήμερον ἀλέκτωρ, πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. 35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον, Οὐδενός. 36 Εἶπεν οὖν αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. 37 Λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. 38 Οἱ δὲ εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι. 39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, 42 λέγων, Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω. 43◆ Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν. 44◆ Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς αὐτοῦ εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. 47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτῶν, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; 50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ, ἰάσατο αὐτόν. 52 Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 Καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. Ἀλλ᾿ αὕτη ὑμῶν ἐστιν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. 56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν. 57 Ὁ δὲ ἠρνήσατο αὐτόν, λέγων, Γύναι, οὐκ οἶδα αὐτόν. 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί. 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 Εἶπε δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ὁ ἀλέκτωρ. 61 Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς. 62 Καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, δέροντες. 64 Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε; 65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες, 67 Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι, ἢ ἀπολύσητε. 69 Ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 Οἱ δὲ εἶπον, Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

Places

  • Gethsemane

    Today: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Cited in the guide: Matthew 26:36; Mark 14:32; Luke 22:44

  • Mount of Olives

    Today: East of Jerusalem's Old City

    Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.

    Cited in the guide: Zechariah 14:4; Luke 22:39; Acts 1:12

Cross references (69)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 12:6–23; Leviticus 23:5–6; Mark 14:1–2; Matthew 26:2–5; John 11:55–57
  2. 2 John 11:47–53; Matthew 12:14; Luke 19:47–48; Matthew 21:45–46; Luke 20:19
  3. 3 John 13:2; Mark 14:10–11; John 13:18; John 13:26–27; Psalm 55:12–14
  4. 4 Acts 5:24; Acts 4:1; Acts 5:26; Matthew 26:14; Mark 14:10–11
  5. 5 Zechariah 11:12–13; Matthew 26:15–16; Matthew 27:3–5; Acts 1:18; 1 Timothy 6:9–10
  6. 6 Matthew 26:5; Mark 14:2
  7. 7 Exodus 12:18; Mark 14:12–16; Exodus 12:6; 1 Corinthians 5:7; Luke 22:1
  8. 8 Mark 14:13–16; Acts 3:11; Acts 4:13; Luke 1:6; Acts 3:1
  9. 10 Acts 8:26–29; John 16:4; 1 Samuel 10:2–7; Matthew 26:18–19; Luke 19:29–40
  10. 11 John 11:28; Revelation 3:20; Luke 19:5; Luke 19:34; Matthew 21:3
  11. 12 Acts 1:13; Acts 16:14–15; Acts 20:8; John 2:25; John 21:17
  12. 13 Luke 21:33; Luke 19:32; Hebrews 11:8; John 2:5
  13. 14 Matthew 26:20; Mark 14:17; Deuteronomy 16:6–7; Mark 6:30
  14. 15 Luke 12:50; John 4:34; John 13:1; John 17:1
  15. 16 Luke 14:15; Revelation 19:9; Luke 22:30; 1 Corinthians 5:7–8; John 6:50–58
  16. 17 Psalm 116:13; Luke 22:19; 1 Timothy 4:4–5; Deuteronomy 8:10; Luke 9:16
  17. 18 Matthew 26:29; Isaiah 55:1; Luke 22:16; Mark 14:25; Luke 21:31
  18. 19 1 Corinthians 11:23–29; 1 Corinthians 10:16; Mark 14:22–24; Luke 22:20; Matthew 26:26–28
  19. 20 Matthew 26:28; 1 Corinthians 11:25; Zechariah 9:11; Exodus 24:8; Hebrews 13:20
  20. 21 Psalm 41:9; John 13:26; John 13:21–22; John 13:18–19; Mark 14:18–21
  21. 22 Acts 2:23; Psalm 109:6–15; Luke 24:25–27; Psalm 55:12–15; Luke 24:46
  22. 23 John 13:22–25; Matthew 26:22; Mark 14:19
  23. 24 Luke 9:46; Mark 9:34; Matthew 20:20–24; Mark 10:37–41; Philippians 2:3–5
  24. 25 Matthew 20:25–28; Mark 10:41–45
  25. 26 1 Peter 5:5; 1 Peter 5:3; Mark 9:35; Matthew 18:3–5; Matthew 23:8–12
  26. 27 Matthew 20:28; Luke 12:37; John 13:5–16; 2 Corinthians 8:9; Luke 17:7–9
  27. 28 Hebrews 4:15; Hebrews 2:18; Acts 1:25; Matthew 24:13; Matthew 19:28–29
  28. 29 Matthew 25:34; 2 Timothy 2:12; James 2:5; Matthew 24:47; Matthew 28:18
  29. 30 Matthew 19:28; Matthew 8:11; Revelation 2:26–27; Revelation 3:21; Luke 12:37
  30. 31 1 Peter 5:8; Zechariah 3:1; Job 1:6–12; Revelation 12:10; Job 2:1–6
  31. 32 John 21:15–17; 1 Peter 5:8–10; John 17:9–11; Romans 8:34; 2 Corinthians 1:4–6
  32. 33 Mark 14:31; Matthew 26:33–35; John 13:36–37; Mark 14:29; Matthew 20:22
  33. 34 John 13:38; Matthew 26:34; Mark 14:30; Mark 14:71–72; Matthew 26:74
  34. 35 Matthew 10:9–10; Luke 10:4; Luke 9:3; Psalm 37:3; Psalm 23:1
  35. 37 Isaiah 53:12; Luke 23:32; 2 Corinthians 5:21; Galatians 3:13; Acts 13:27–29
  36. 38 2 Corinthians 10:3–4; Matthew 26:52–54; Ephesians 6:10–18; Luke 22:49; 1 Thessalonians 5:8
  37. 39 Luke 21:37; Matthew 21:1; John 18:1–2; Mark 14:32–34; Matthew 26:30
  38. 40 Matthew 6:13; Luke 22:46; Matthew 26:36–46; 1 Peter 5:8–9; 2 Corinthians 12:7–10
  39. 41 Matthew 26:39; Mark 14:35; Luke 18:11
  40. 42 John 12:27–28; Matthew 26:39; Matthew 26:42; Mark 14:36; Psalm 40:8
  41. 43 Matthew 4:11; Psalm 91:11–12; Matthew 26:53; Hebrews 1:14; 1 Timothy 3:16
  42. 44 Lamentations 1:12; Hebrews 5:7; Psalm 22:12–21; Romans 8:32; Psalm 130:1–2
  43. 45 Mark 14:40–41; Matthew 26:43; Matthew 26:40; Mark 14:37
  44. 46 Luke 22:40; Jonah 1:6; Luke 21:34–36; Proverbs 6:4–11
  45. 47 Mark 14:41–50; Matthew 26:45–56; John 18:2–11; Mark 14:10; Luke 22:3–6
  46. 48 2 Samuel 20:9–10; Mark 14:44–46; Proverbs 27:6; Matthew 26:48–50; Psalm 55:21
  47. 49 Luke 22:38
  48. 50 John 18:10–11; Mark 14:47; Romans 12:19; Matthew 26:51–54; 2 Corinthians 10:4
  49. 51 Romans 12:21; 2 Corinthians 10:1; 1 Peter 2:21–23; John 17:12; John 18:8–9
  50. 52 Luke 22:4; Matthew 26:55; Acts 5:26; John 17:12; Mark 14:48–49
  51. 53 Ephesians 6:12; Acts 26:18; Colossians 1:13; John 16:20–22; John 12:27
  52. 54 Mark 14:53–54; Matthew 26:57–58; John 18:12–17; 2 Chronicles 32:31; John 18:24
  53. 55 Psalm 26:4–5; 2 Corinthians 6:15–17; Psalm 28:3; Matthew 26:69–75; Proverbs 9:6
  54. 56 John 18:17; Mark 14:6; Matthew 26:69; Mark 14:17; Mark 14:66–68
  55. 57 2 Timothy 2:10–12; 1 John 1:9; John 18:27; John 18:25; Matthew 10:33
  56. 58 Mark 14:69–70; Matthew 26:71–72; John 18:25
  57. 59 John 18:26–27; Matthew 26:73–74; Mark 14:69–70
  58. 60 John 18:27; Matthew 26:74–75; Mark 14:71–72; Luke 22:34
  59. 61 Luke 22:34; Isaiah 57:15–18; Ezekiel 36:31–32; Jeremiah 31:18–20; Ezekiel 16:63
  60. 62 1 Corinthians 10:12; Matthew 26:75; Ezekiel 7:16; Psalm 38:18; Psalm 130:1–4
  61. 63 John 18:22; Psalm 35:15–16; Matthew 26:59–68; Isaiah 49:7; Job 16:9–10
  62. 64 Judges 16:25; Judges 16:21
  63. 65 Acts 26:11; Matthew 27:39; 1 Timothy 1:13–14; Luke 12:10; Matthew 12:31–32
  64. 66 Matthew 27:1; Mark 15:1; Acts 22:5; Matthew 5:22; Acts 4:25–28
  65. 67 Mark 14:61–66; Matthew 26:63–68; Luke 16:31; John 5:39–47; John 12:37–43
  66. 68 Luke 20:41–44; Luke 20:3–7
  67. 69 Psalm 110:1; Daniel 7:13–14; Mark 16:19; Hebrews 1:3; Ephesians 1:20–23
  68. 70 Luke 23:3; John 18:37; Mark 15:2; Matthew 26:64; Matthew 27:11
  69. 71 Matthew 26:65–66; Mark 14:63–64

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 22:19 Justin Martyr, First Apology (Chapters LXVI–LXVIII)

    For the apostles, in the memoirs composed by them, which are called Gospels, have thus delivered unto us what was enjoined upon them; that Jesus took bread, and when He had given thanks, said, "This do ye in remembrance of Me, this is My body;" and that, after the same manner, having taken the cup and given thanks, He said, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 22:15 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    … hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near His soul was sorrowful, these emotions are certainly not …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 22:35 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    Of this accordingly He quite speaks out to them afterwards, "Lacked ye anything, when I sent you naked and unshod?" He did not at once say, "Provide not," but when He had said, "Cleanse the lepers, cast out devils," then He said, "Provide nothing; freely ye have received, freely give;" by His way of ordering things consulting at once for …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 22:48 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    Hail, Master; yet he was betraying his Master to death; he was not abashed at His warning, when He said, Judas, betrayest than the Son of Man with a kiss?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 22:31 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book II, Chapter IX)

    … explain why it is said in the Gospel by the Lord Himself to the disciples, "Behold, Satan hath desired to have you, that he may sift you as wheat;" and He says to Peter, "But I have prayed for thee, that thy faith fail not." And when they explain this to me, they explain to themselves at the same time …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)