1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2 Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος. 3 Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι δι᾿ ἐκείνης ἤμελλε διέρχεσθαι. 5 Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 Καὶ ἰδόντες ἅπαντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. 8 Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. 10 Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. 12 Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. 13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, Πραγματεύσασθε ἕως ἔρχομαι. 14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς. 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα γνῷ τίς τί διεπραγματεύσατο. 16 Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς. 17 Καὶ εἶπεν αὐτῷ, Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. 19 Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. 20 Καὶ ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 Λέγει δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα· 23 καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό; 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25 Καὶ εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. 26 Λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 27 Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου. 28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ, 30 εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34 Οἱ δὲ εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις. 39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. 41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾿ αὐτῇ, 42 λέγων ὅτι Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. 45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας, 46 λέγων αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστίν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 47 Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
Luke · Textus Receptus (Boyd collation)
Luke 19 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Zacchaeus
A wealthy chief tax collector who climbed a tree to see Jesus, welcomed Him into his house, and promised to give half his possessions to the poor and repay fourfold.
Cited in the guide: Luke 19:2; Luke 19:5; Luke 19:8
Places
Jericho
Jericho guarded the eastern entrance to Canaan. The Old Testament city (Tell es-Sultan) fell to Joshua; Herodian Jericho nearby is where Jesus healed Bartimaeus and called Zacchaeus.
Cited in the guide: Joshua 6:20; Luke 19:1-10; Luke 10:30
Jerusalem
Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.
Cited in the guide: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8
Cross references (47)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Joshua 6:1–27; Luke 18:35; 1 Kings 16:34; 2 Kings 2:18–22; Joshua 2:1
- 2 Luke 18:24–27
- 3 Luke 23:8; Luke 9:7–9; John 12:21
- 4 Isaiah 9:10; Luke 5:19; 1 Chronicles 27:28; Amos 7:14; 1 Kings 10:27
- 5 Revelation 3:20; John 14:23; Ezekiel 16:6; Hebrews 13:2; Ephesians 3:17
- 6 Luke 5:29; Acts 16:34; Acts 2:41; Acts 16:15; Genesis 18:6–7
- 7 Luke 15:2; Luke 7:39; Luke 7:34; Matthew 9:11; Luke 18:9–14
- 8 2 Samuel 12:6; Numbers 5:7; Luke 18:22–23; Proverbs 6:31; Leviticus 6:1–6
- 9 Galatians 3:7; Luke 13:16; Romans 4:16; Acts 16:30–32; 1 Peter 2:10
- 10 Ezekiel 34:16; Matthew 1:21; 1 Timothy 1:13–16; Luke 5:31–32; Luke 15:4–7
- 11 Luke 17:20; Acts 1:6; 2 Thessalonians 2:1–3
- 12 Matthew 25:14–30; Hebrews 9:28; Mark 12:1; 1 Peter 3:22; Matthew 21:38
- 13 Matthew 25:14–15; John 12:26; 1 Corinthians 12:7–11; 1 Peter 4:9–11; Romans 12:6–8
- 14 1 Samuel 8:7; Acts 7:51–52; Acts 3:14–15; Luke 19:27; John 15:18
- 15 1 Corinthians 4:1–5; Romans 14:10–12; Matthew 25:19; Matthew 18:23–35; Luke 12:48
- 16 1 Corinthians 15:10; 2 Timothy 4:7–8; James 2:18–26; Colossians 1:28–29
- 17 Luke 16:10; Matthew 25:21; Revelation 2:26–29; 1 Samuel 2:30; 1 Peter 1:7
- 18 Mark 4:20; Matthew 13:23; 2 Corinthians 8:12
- 19 Isaiah 3:10; 1 Corinthians 15:58; 2 John 8; 1 Corinthians 15:41–42; 2 Corinthians 9:6
- 20 Proverbs 26:13–16; Luke 19:13; James 4:17; Matthew 25:24; Luke 3:9
- 21 Matthew 25:24–25; 2 Samuel 6:9–11; 1 Samuel 6:19–21; Job 21:14–15; Exodus 20:19–20
- 22 Matthew 12:37; 2 Samuel 1:16; Job 15:5–6; Matthew 22:12; Romans 3:19
- 23 Deuteronomy 23:19–20; Exodus 22:25–27; Romans 2:4–5
- 24 Luke 12:20; Luke 16:2
- 25 2 Samuel 7:19; Luke 16:2; Isaiah 55:8–9
- 26 2 John 8; Matthew 13:12; Luke 8:18; Matthew 21:43; Mark 4:25
- 27 Psalm 21:8–9; Luke 19:14; Luke 21:22; Numbers 16:30–35; Matthew 22:7
- 28 Luke 9:51; 1 Peter 4:1; Hebrews 12:2; Psalm 40:6–8; Luke 12:50
- 29 Matthew 21:17; Acts 1:12; Matthew 21:1–11; Zechariah 14:4; Mark 11:1–11
- 30 Luke 22:8–13; Luke 19:32; 1 Samuel 10:2–9; John 14:29
- 31 Psalm 24:1; Acts 10:36; Psalm 50:10–12; Matthew 21:2–3; Mark 11:3–6
- 32 Luke 22:13
- 34 Zechariah 9:9; John 10:35; 2 Corinthians 8:9; John 12:16
- 35 John 12:14; Mark 11:7–8; Matthew 21:7; 2 Kings 9:13; Galatians 4:15–16
- 36 Matthew 21:8; 2 Kings 9:13
- 37 Ezra 3:10–13; John 12:12–13; Matthew 21:1; 2 Chronicles 29:36; Luke 18:43
- 38 Zechariah 9:9; Luke 13:35; Psalm 118:22–26; Matthew 21:9; Mark 11:9–10
- 39 Acts 4:1–2; Acts 4:16–18; John 12:19; James 4:5; Matthew 23:13
- 40 Habakkuk 2:11; Isaiah 55:12; Matthew 3:9; Psalm 96:11; Psalm 98:7–9
- 41 Luke 13:34–35; Jeremiah 13:17; Psalm 119:136; John 11:35; Jeremiah 17:16
- 42 Deuteronomy 32:29; 2 Corinthians 6:1–2; Luke 1:77–79; Hebrews 10:26–29; Isaiah 48:18
- 43 Luke 21:20–24; Isaiah 29:1–4; Ezekiel 4:2; Ezekiel 26:8; Jeremiah 6:3–6
- 44 Luke 21:6; Luke 13:34–35; Luke 19:42; 1 Peter 2:12; Matthew 23:37–38
- 45 Matthew 21:12–13; Mark 11:15–17; John 2:13–17; Deuteronomy 14:25–26
- 46 Isaiah 56:7; Jeremiah 7:11; Psalm 93:5; Ezekiel 43:12; Matthew 23:13
- 47 Matthew 26:55; Mark 11:18; Mark 11:27–33; Luke 21:37–38; John 10:39
- 48 Nehemiah 8:3; Acts 16:14; Luke 20:19–20; John 7:46–49; Luke 22:2–4
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… in the animal class;--the spiritual, again, when He said, "Let the dead bury their dead, but go thou and preach the kingdom of God," and when He said to Zaccheus the publican, "Make haste, and come down, for to-day I must abide in thine house" --for these they declared to have belonged to the spiritual class.
For not only to God the Father, but also to His Only-begotten, who came to seek what was lost, we had been known already even so far as to be chosen in Him before the foundation of the world.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Why, these things, if we be silent "the stones will immediately cry out;" so plain are they, and manifest, and more lucid than the sunbeam itself.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Guard them with reverence, lest per chance the enemy despoil any who have grown slack; or lest some heretic pervert any of the truths delivered to you. For faith is like putting money into the bank, even as we have now done; but from you God requires the accounts of the deposit.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
Further, when, as He drew nigh to Jerusalem, He wept over it and said, "If thou hadst known, even thou, in this thy day, the things that belong unto thy peace, but they are hidden from thee," by this word "hidden" He showed the abstruse nature of Bythus.