Skip to the text

Mark · Textus Receptus (Boyd collation)

Mark 14 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 2 Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ. 3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. 4 Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. 6 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ. 7 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 Ὃ εἶχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 9 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. 10 Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα; 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ. 19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς, Μήτι ἐγώ; Καὶ ἄλλος, Μήτι ἐγώ; 20 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. 21 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 23 Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. 28 Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ. 30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 31 Ὁ δὲ ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. 32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως προσεύξωμαι. 33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 Καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα. 36 Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. 41 Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικε. 43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ λέγει, Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν, καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 Καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι· 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον. 56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61 Ὁ δὲ ἐσιώπα, καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον. 66 Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. 68 Ὁ δὲ ἠρνήσατο, λέγων, Οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· καὶ ἀλέκτωρ ἐφώνησε. 69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν. 70 Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος οὗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιε.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Simon the Leper

    Host at Bethany

    The man in whose home in Bethany Jesus was anointed with perfume by a woman.

    Cited in the guide: Matthew 26:6; Mark 14:3

Places

  • Gethsemane

    Today: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Cited in the guide: Matthew 26:36; Mark 14:32; Luke 22:44

Cross references (69)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 12:6–20; Luke 22:1–2; John 13:1; Deuteronomy 16:1–8; Leviticus 23:5–7
  2. 2 John 7:40; Mark 11:18; Proverbs 21:30; Mark 11:32; Luke 20:6
  3. 3 Luke 7:37–39; John 12:1–8; John 11:2; Matthew 26:6–13; Song of Songs 4:13–14
  4. 4 John 12:4–5; Matthew 26:8–9; Ecclesiastes 5:4–8; Malachi 1:12–13; Ecclesiastes 4:4
  5. 5 John 13:29; Matthew 20:11; Psalm 106:25; 1 Corinthians 10:10; Matthew 18:28
  6. 6 Titus 3:14; Matthew 26:10; Hebrews 13:21; Hebrews 10:24; Titus 2:7
  7. 7 Deuteronomy 15:11; Matthew 26:11; James 2:14–16; 1 John 3:16–19; John 16:5
  8. 8 2 Corinthians 8:12; John 12:7; Mark 15:42–16:1; Luke 23:53–24:3; 2 Corinthians 8:1–3
  9. 9 Matthew 26:12–13; Mark 16:15; Matthew 24:14; Psalm 112:6–9; Zechariah 6:14
  10. 10 Luke 22:3–6; Matthew 26:14–16; John 13:2; Psalm 41:9; Matthew 10:4
  11. 11 1 Timothy 6:10; Matthew 26:15; Hosea 7:3; Jude 11; Proverbs 28:21–22
  12. 12 Exodus 12:6; Numbers 28:16–18; Exodus 12:18; 1 Corinthians 5:7–8; Exodus 12:8
  13. 13 Matthew 26:18–19; Luke 22:10–13; Luke 19:30–33; Hebrews 5:9; Hebrews 4:13
  14. 14 Revelation 3:20; Mark 10:17; John 13:13; John 11:28; Mark 11:3
  15. 15 Acts 1:13; John 21:17; Proverbs 21:1–2; Proverbs 16:1; 2 Chronicles 6:30
  16. 16 Luke 22:13; John 16:4; Luke 22:35
  17. 17 Luke 22:14; Matthew 26:20–24; Luke 22:21–23; John 13:21–26
  18. 18 Psalm 41:9; John 6:47; John 6:70; Matthew 6:5; Mark 6:11
  19. 19 John 13:22; Matthew 26:22; Luke 22:21–23
  20. 20 John 13:26; John 6:71; Mark 14:43; Matthew 26:23; Luke 22:47
  21. 21 Matthew 26:24–25; Isaiah 53:1–12; Matthew 18:6–7; Daniel 9:24; Zechariah 13:7
  22. 22 Matthew 26:26–29; Mark 14:24; 1 Corinthians 10:16–17; 1 Corinthians 11:23–29; Luke 24:30
  23. 23 Mark 14:22; Matthew 26:27; 1 Corinthians 10:16; Romans 14:6; Luke 22:17
  24. 24 Exodus 24:8; Zechariah 9:11; Hebrews 9:15–23; Revelation 7:9–17; Hebrews 13:20–21
  25. 25 Matthew 26:29; Psalm 104:15; Zechariah 9:17; Luke 22:29–30; Joel 3:18
  26. 26 Matthew 26:30; Luke 22:39; 1 Corinthians 14:15; Psalm 47:6–7; Judges 18:1–4
  27. 27 Zechariah 13:7; John 16:32; Matthew 26:31; John 16:1; 2 Timothy 4:16
  28. 28 Matthew 28:16; Mark 16:7; Matthew 28:7; Matthew 28:10; Matthew 26:32
  29. 29 Luke 22:33–34; John 13:36–38; Matthew 26:33–35; John 21:15
  30. 30 Mark 14:66–72; John 13:38; Luke 22:34; Genesis 1:5; Genesis 1:8
  31. 31 John 13:37; Exodus 19:8; Jeremiah 17:9; Proverbs 16:18; Deuteronomy 5:27–29
  32. 32 Mark 14:39; Mark 14:36; Psalm 18:5–6; Psalm 22:1–2; Psalm 88:1–3
  33. 33 Luke 22:44; Hebrews 5:7; Mark 5:37; Mark 1:16–19; Psalm 69:1–3
  34. 34 John 12:27; Mark 13:35–37; 1 Peter 5:8; Isaiah 53:12; Lamentations 1:12
  35. 35 Mark 14:41; Deuteronomy 9:18; Genesis 17:3; Acts 10:25–26; Hebrews 5:7
  36. 36 Galatians 4:6; John 5:30; Romans 8:15–16; Hebrews 5:7–8; John 12:27
  37. 37 Matthew 26:40; Mark 14:29–31; Mark 14:40–41; Luke 9:31–32; Hebrews 12:3
  38. 38 Matthew 26:41; Luke 21:36; Matthew 24:42; Luke 22:40; Romans 7:18–25
  39. 39 Matthew 26:42–44; Matthew 6:7; 2 Corinthians 12:8; Luke 18:1
  40. 40 Romans 3:19; Mark 9:33–34; Genesis 44:16
  41. 41 Mark 14:35; Mark 9:31; John 17:1; John 12:27; Mark 7:9
  42. 42 Matthew 26:46; John 18:1–2
  43. 43 Luke 22:47–53; John 18:3–11; Matthew 26:47–56; Psalm 2:1–2; Psalm 22:11–13
  44. 44 Matthew 26:48–50; Proverbs 27:6; Exodus 12:13; Psalm 55:20–21
  45. 45 John 13:13–14; Isaiah 1:3; John 20:16; Mark 12:14; Luke 6:46
  46. 46 Judges 16:21; John 18:12; Acts 2:23; Lamentations 4:20
  47. 47 Luke 22:49–51; Matthew 26:51–54; John 18:10–11
  48. 48 1 Samuel 26:18; Luke 22:52–53; 1 Samuel 24:14–15; Matthew 26:55
  49. 49 John 18:20; John 8:2; Matthew 26:54; Luke 22:37; Daniel 9:24–26
  50. 50 Mark 14:27; John 16:32; Psalm 88:18; 2 Timothy 4:16; Psalm 88:7–8
  51. 52 Mark 13:14–16; Genesis 39:12
  52. 53 Matthew 26:57–68; Luke 22:54–62; John 18:12–14; John 18:19–24; Isaiah 53:7
  53. 54 John 18:18; Matthew 26:3; John 18:25; John 18:15–16; 1 Samuel 13:7
  54. 55 Matthew 26:59–60; 1 Peter 3:16–18; Acts 24:1–13; Matthew 5:22; 1 Kings 21:13
  55. 57 Acts 6:13–14; Matthew 26:60–61; Jeremiah 26:8–9; Mark 15:29; Matthew 27:40
  56. 58 John 2:19; Hebrews 9:11; 2 Corinthians 5:1; Acts 7:48; Mark 15:29
  57. 60 John 19:9–10; Mark 15:3–5; Matthew 26:62–63
  58. 61 Matthew 26:63–64; Mark 15:2; Isaiah 53:7; John 10:30–31; John 19:7
  59. 62 Daniel 7:13–14; Psalm 110:1; Hebrews 1:3; Mark 13:26; Matthew 24:30
  60. 63 Matthew 26:65; Numbers 14:6; Acts 14:13–14; Isaiah 36:22–37:1; Jeremiah 36:23–24
  61. 64 Leviticus 24:16; John 19:7; John 10:31–33; John 8:58–59; Matthew 26:65–66
  62. 65 Matthew 26:67–68; Acts 23:2; Luke 22:63–64; John 19:3; Isaiah 50:6
  63. 66 Mark 14:54; Matthew 26:69–75; John 18:25–27; John 18:15–18; Matthew 26:58
  64. 67 Mark 14:54; Mark 10:47; Acts 10:38; John 1:45–49; John 19:19
  65. 68 Mark 14:29–31; Matthew 26:71–72; 2 Timothy 2:12–13; Mark 14:72; John 13:36–38
  66. 69 Mark 14:38; Galatians 6:1; John 18:17; Luke 22:58; John 18:25
  67. 70 Matthew 26:73–74; Luke 22:59–60; Mark 14:68; Acts 2:7; John 18:26–27
  68. 71 1 Corinthians 10:12; 2 Kings 10:32; 2 Kings 8:12–15; Jeremiah 17:9
  69. 72 Mark 14:30; Mark 14:68; Ezekiel 7:16; 2 Samuel 24:10; Jeremiah 31:18–20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 14:38 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … which has been handed down to us from the beginning; "watching unto prayer," and persevering in fasting; beseeching in our supplications the all-seeing God "not to lead us into temptation," as the Lord has said: "The spirit truly is willing, but the flesh is weak."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 14:21 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIX)

    Besides, the Lord also declared regarding him, "Woe to the man by whom the Son of man shall be betrayed;" and, "It were better for him if he had never been born;" and he was called the "son of perdition" by Him.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 14:58 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXVI)

    For false witnesses, when they were asked what they had heard Him say, alleged against Him: "We heard Him saying, I will destroy this Temple, and after three days I will raise it up." "After three days I will raise up," they had heard: "I will destroy," they had not heard: but had heard "destroy ye." One word they changed …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  4. Quotes verse 14:29 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXII)

    "But Peter answered and said, Though all men should be offended because of Thee, yet will I never be offended."

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 14:21 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XXI–XXIII)

    Although, then, the Lord said, Good were it for that man that he had never been born, He said it in condemnation not of His own creation but of the evil which His own creation had acquired by his own choice and through his own heedlessness.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)