1 Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, 2 λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· 3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4 Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι· 5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. 6 Εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. 7 Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; 8 Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; 9 Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. 11 Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12 Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 16 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. 20 Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 Ὁ δὲ εἶπε, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 22 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι. 23 Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 25 Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι; 27 Ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστι παρὰ τῷ Θεῷ. 28 Εἶπε δὲ ὁ Πέτρος, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 29 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. 32 Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο. 37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 Καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με. 39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με. 40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, 41 λέγων, Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω. 42 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Luke · Textus Receptus (Boyd collation)
Luke 18 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Cross references (42)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Colossians 4:2; Romans 12:12; 1 Thessalonians 5:17; Philippians 4:6; Ephesians 6:18
- 2 Psalm 8:1–4; Luke 18:4; Proverbs 29:7; Ezekiel 22:6–8; Jeremiah 22:16–17
- 3 Isaiah 1:17; Jeremiah 5:28; Job 22:9; Deuteronomy 27:19; Luke 18:7–8
- 4 Hebrews 4:12–13; Luke 12:17; Luke 16:3
- 5 Luke 11:8; Luke 18:39; Judges 16:16; Mark 10:47–48; 2 Samuel 13:24–27
- 6 Luke 7:13
- 7 2 Peter 3:9; Hebrews 10:35–37; 1 Timothy 5:5; Luke 11:13; 2 Thessalonians 1:6
- 8 Hebrews 10:23–26; 2 Peter 3:8–9; Matthew 24:9–13; Psalm 46:5; Luke 17:26–30
- 9 Luke 16:15; Proverbs 30:12; Isaiah 65:5; Romans 10:3; Romans 14:10
- 10 Matthew 21:31–32; Acts 3:1; 2 Kings 20:5; 1 Kings 8:30; 2 Kings 20:8
- 11 Matthew 6:5; Revelation 3:17; Isaiah 65:5; Jeremiah 2:35; Mark 11:25
- 12 Luke 11:42; Matthew 23:23–24; Luke 17:10; Matthew 9:14; 1 Timothy 4:8
- 13 1 John 1:8–10; Ezra 9:6; Psalm 41:4; 1 Timothy 1:15; Hebrews 8:12
- 14 Luke 14:11; Luke 16:15; James 4:10; Matthew 23:12; Proverbs 29:23
- 15 Matthew 19:13–15; Mark 10:13–16; 1 Samuel 1:24; Luke 9:49–50; Luke 9:54
- 16 Matthew 18:3–4; 1 Corinthians 14:20; Deuteronomy 31:12; 1 Corinthians 7:14; 1 Peter 2:2
- 17 Matthew 18:3; Mark 10:15; Psalm 131:1–2; 1 Peter 1:14
- 18 Mark 10:17–31; Acts 16:30; Matthew 19:16–30; Luke 10:25–28; Acts 2:37
- 19 James 1:17; Job 15:14–16; Hebrews 7:26; 1 Timothy 3:16; Job 25:4
- 20 Exodus 20:12–17; Deuteronomy 5:16–21; Romans 13:9; Matthew 19:17–19; Ephesians 6:2
- 21 Philippians 3:6; Matthew 19:20–21; Mark 10:20–21; Luke 18:11–12; Luke 15:7
- 22 Luke 12:33; 1 Timothy 6:18–19; Matthew 19:21; Matthew 6:19–20; Luke 16:9
- 23 Ezekiel 33:31; 1 John 2:15; Mark 10:22; Matthew 19:22; Luke 21:34
- 24 Proverbs 11:28; Proverbs 30:9; James 2:5–7; Mark 10:23–27; Matthew 19:23–25
- 26 Luke 13:23
- 27 Jeremiah 32:17; Matthew 19:26; Luke 1:37; Job 42:2; Genesis 18:14
- 28 Philippians 3:7; Mark 10:28; Luke 5:11; Matthew 19:27; Matthew 4:19–22
- 29 Mark 10:29–31; Matthew 10:37–39; Luke 14:26–28; Matthew 19:28–30; Deuteronomy 33:9
- 30 Job 42:10; Hebrews 13:5–6; Revelation 2:17; Luke 12:31–32; Matthew 12:32
- 31 Matthew 20:17–19; Isaiah 53:1–12; Psalm 22:1–31; Mark 10:32–34; Luke 24:44–46
- 32 Luke 23:11; Isaiah 53:3; Isaiah 50:6; Acts 3:13; Mark 14:65
- 33 Luke 24:7; Luke 24:21; Matthew 16:21; 1 Corinthians 15:3–4; Matthew 27:63
- 34 Luke 9:45; Mark 9:32; Luke 2:50; John 12:16; John 16:1–19
- 35 Matthew 20:29–34; John 9:8; Luke 16:20–21; Mark 10:46–52; 1 Samuel 2:8
- 36 Matthew 21:10–11; Luke 15:26
- 37 Matthew 2:23; John 1:45; John 19:19; John 12:35–36; Acts 4:10
- 38 Matthew 9:27; Luke 18:39; Matthew 15:22; Matthew 21:9; Romans 1:3
- 39 Genesis 32:26–28; Psalm 141:1; Luke 11:8–10; Matthew 26:40–44; Luke 18:15
- 40 Mark 10:48–52; Matthew 20:31–34
- 41 1 Kings 3:5–15; Romans 8:25; Matthew 20:21–22; Philippians 4:6
- 42 Luke 8:48; Matthew 8:3; Matthew 9:22; Luke 17:19; Psalm 33:9
- 43 Psalm 146:8; 2 Thessalonians 1:10–12; Acts 11:18; Psalm 103:1–3; Luke 4:39
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The lesson of the Holy Gospel builds us up unto the duty of praying and believing, and of not putting our trust in ourselves, but in the Lord. What greater encouragement to prayer than the parable which is proposed to us of the unjust judge?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
And to the person who said to Him, "Good Master," He confessed that God who is truly good, saying, "Why callest thou Me good: there is One who is good, the Father in the heavens;" and they assert that in this passage the Æons receive the name of heavens.
It were well for him to imitate the Publican, and not swell as the Pharisee, "who went up into the temple," and boasted of his deserts, and covered up his wounds.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
For instance, to them that strip themselves of all that they have for His sake He promised to give an hundred fold in the present world, and life eternal in that which is to come; by the things already given making the future also credible.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
The eighth passage is, That they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent; and There is none good save one, that is, God. The solution of this appears to me very easy.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)