1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· 2 εἶδε δέ καὶ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, 3 καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε. 5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε, 6 Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται. 7 Ἐπηρώτησαν δὲ αὐτόν, λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8 Ὁ δὲ εἶπε, Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καί, Ὁ καιρὸς ἤγγικε, μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος. 10 Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· 11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. 12 Πρὸ δὲ τούτων ἁπάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. 13 Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 14 Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. 17 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. 20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν· καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. 22 Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι, τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ἐν τῷ λαῷ τούτῳ. 24 Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη· καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. 25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν· διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. 29 Καὶ εἶπε παραβολὴν αὐτοῖς, Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. 32 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. 33 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 34 Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· 35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων· τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. 38 Καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
Luke · Textus Receptus (Boyd collation)
Luke 21 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Cross references (38)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 12:41–44; John 8:20; 2 Chronicles 36:18; Matthew 27:6; Nehemiah 13:13
- 2 Mark 12:42
- 3 2 Corinthians 8:12; Acts 10:34; 2 Corinthians 8:2–3; Exodus 35:21–29; Mark 12:43–44
- 4 Acts 2:44–45; Luke 15:12; Acts 4:34; Luke 8:43
- 5 Matthew 24:1–51; Mark 13:1–37; John 2:20
- 6 Mark 13:2; Matthew 24:2; Zechariah 14:2; Lamentations 5:18; Acts 6:13–14
- 7 Mark 13:3–4; Mark 13:14; Acts 1:6–7; Luke 21:27–28; Luke 21:20–21
- 8 1 John 4:1; Mark 13:5–6; Ephesians 5:6; 2 Thessalonians 2:3; Matthew 24:11
- 9 Luke 21:28; Matthew 24:6–8; Mark 13:7–8; Isaiah 51:12–13; Luke 21:18–19
- 10 Acts 2:19–20; Mark 13:8; Hebrews 12:27; Zechariah 14:13; Zechariah 14:2–3
- 11 Matthew 24:29–30; Luke 21:25–27
- 12 1 Peter 4:12–14; Acts 9:4; John 16:2–3; Acts 26:2–11; Acts 25:1–2
- 13 Philippians 1:28; Philippians 1:12; 2 Thessalonians 1:5; 1 Thessalonians 3:3–4
- 14 Luke 12:11–12; Mark 13:11; Matthew 10:19–20
- 15 Jeremiah 1:9; Ephesians 6:19; Luke 12:12; Acts 6:10; Exodus 4:11–12
- 16 Luke 12:53; Revelation 6:9; Matthew 10:21; Jeremiah 9:4; Micah 7:5–6
- 17 John 15:19; Luke 6:22; 2 Corinthians 12:10; John 15:21; Matthew 24:9
- 18 Matthew 10:30; 1 Samuel 14:45; Acts 27:34; Luke 12:7; 2 Samuel 14:11
- 19 Hebrews 10:36; Matthew 10:22; James 1:3; Romans 5:3; Revelation 3:10
- 20 Luke 19:43; Daniel 9:27; Mark 13:14; Matthew 24:15; Luke 21:7
- 21 Jeremiah 6:1; Mark 13:15; Proverbs 22:3; Exodus 9:20–21; Luke 17:31–33
- 22 Hosea 9:7; Isaiah 65:12–16; 2 Peter 2:9; Isaiah 34:8; Isaiah 63:4
- 23 Matthew 24:19; Mark 13:17; Luke 23:29; Lamentations 4:10; Deuteronomy 28:56–57
- 24 Romans 11:25; Revelation 11:2; Isaiah 63:18; Daniel 12:7; Daniel 9:27
- 25 Isaiah 13:10; Joel 2:30–31; Revelation 6:12–14; Daniel 12:1; Isaiah 24:23
- 26 Deuteronomy 28:65–67; Matthew 24:29; 2 Peter 3:10–12; Leviticus 26:36; Mark 13:25
- 27 Revelation 1:7; Matthew 24:30; Mark 13:26; Matthew 26:64; Daniel 7:13
- 28 Romans 8:23; Isaiah 60:1–2; Ephesians 4:30; Romans 8:19; Isaiah 12:1–3
- 29 Mark 13:28–30; Matthew 24:32–35
- 30 Luke 12:57
- 31 James 5:9; Hebrews 10:37; 1 Peter 4:7; Matthew 3:2; Luke 12:51–57
- 32 Matthew 24:34; Mark 13:30; Matthew 23:36; Matthew 16:28; Luke 11:50–51
- 33 Isaiah 40:8; Mark 13:31; Matthew 24:35; Isaiah 51:6; Psalm 102:26
- 34 Mark 4:19; Luke 12:45–46; Luke 12:40; 1 Thessalonians 5:2–8; 1 Peter 4:3–7
- 35 Revelation 16:15; Isaiah 24:17–18; Jeremiah 48:43–44; Luke 17:37; Psalm 11:6
- 36 1 John 2:28; Matthew 25:13; 1 Peter 5:8; Matthew 24:42; 1 Peter 4:7
- 37 Luke 22:39; Matthew 21:17; Mark 11:19; Matthew 26:55; Matthew 21:1
- 38 John 8:1–2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… set aside all their possessions for the Lord's purposes, bestowing joyfully and freely not the less valuable portions of their property, since they have the hope of better things [hereafter]; as that poor widow acted who cast all her living into the treasury of God.
I hear the voice of my God commanding, let not "your hearts be overcharged with surfeiting and drunkenness." "Drunkenness," it is far from me; Thou wilt have mercy, that it approach not near unto me.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
And elsewhere indeed He saith, "I will give you a mouth and wisdom;" but here, "It is the Spirit of your Father that speaketh in you," advancing them unto the dignity of the prophets.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
These things have already come to pass; and again, And fearful sights from heaven, and mighty storms.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… continually upon every occasion, lest at any time your hearts be overcharged with surfeiting and drunkenness, and cares of this life, and that day shall come upon you unawares; for as a snare shall it come upon all dwelling upon the face of the earth." "Let your loins, therefore, be girded about, and your lights burning, and ye like to …