LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτῳ αὐτοῦ. 1 He who loves his son will continue to lay stripes upon him, that he may have joy from him in the end.
2 Ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ, καὶ ἀναμέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται. 2 He who chastises his son will have profit from him, and will brag about him among his acquaintances.
3 Ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται. 3 He who teaches his son will provoke his enemy to jealousy. Before friends, he will rejoice in him.
4 Ἐτελεύτησεν αὐτοῦ ὁ πατὴρ, καὶ ὡς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετʼ αὐτόν. 4 His father dies, and is as though he had not died; for he has left one behind him like himself.
5 Ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη, καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη. 5 In his life, he saw his son and rejoiced. When he died, it was without regret.
6 Ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. 6 He left behind him an avenger against his enemies, and one to repay kindness to his friends.
7 Περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. 7 He who makes too much of his son will bind up his wounds. His heart will be troubled at every cry.
8 Ἵππος ἀδάμαστος ἀποβαίνει σκληρὸς, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. 8 An unbroken horse becomes stubborn. An unrestrained son becomes headstrong.
9 Τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύμπαιζον αὐτῷ καὶ λυπήσει σε. 9 Pamper your child, and he will make you afraid. Play with him, and he will grieve you.
10 Μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου. 10 Don’t laugh with him, lest you have sorrow with him, and you gnash your teeth in the end.
11 Μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι. 11 Give him no liberty in his youth, and don’t ignore his follies.
12 Θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. 12 Bow down his neck in his youth, and beat him on the sides while he is a child, lest he become stubborn, and be disobedient to you, and there be sorrow to your soul.
13 Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐναὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ. 13 Chastise your son, and give him work, lest his shameless behavior be an offense to you.
13a Καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. ·
13b Κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι. ΠΕΡΙ ʼΥΓΙΕΙΑΣ. ·
14 Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. 14 Better is a poor man who is healthy and fit, than a rich man who is afflicted in his body.
15 Ὑγιεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. 15 Health and fitness are better than all gold, and a strong body better than wealth without measure.
16 Οὐκ ἔστι πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. 16 There is no wealth better than health of body. There is no gladness above the joy of the heart.
17 Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον. 17 Death is better than a bitter life, and eternal rest than a continual sickness.
18 Ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ. 18 Good things poured out upon a mouth that is closed are like food offerings laid upon a grave.
19 Τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου. 19 What does an offering profit an idol? For it can’t eat or smell. So is he who is punished by the Lord,
20 Βλέπων ἐν ἐν ὀφθαλμοῖς καὶ στενάζων, ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων. 20 seeing with his eyes and groaning, like a eunuch embracing a virgin and groaning.
21 Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου. 21 Don’t give your soul to sorrow. Don’t afflict yourself deliberately.
22 Εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. 22 Gladness of heart is the life of a man. Cheerfulness of a man lengthens his days.
23 Ἀγάπα τὴν ψυχήν σου, καὶ παρακάλει τὴν καρδίαν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ. 23 Love your own soul, and comfort your heart. Remove sorrow far from you, for sorrow has destroyed many, and there is no profit in it.
24 Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. 24 Envy and wrath shorten life. Anxiety brings old age before its time.
25 Ὡς καλαμώμενος ὀπίσω τρυγητῶν, ἐν εὐλογίᾳ Κυρίου ἔφθασα, 25 Those who are cheerful and merry will benefit from their food.
26 καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. Κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν. 26 No está en esta traducción
27 Ακούσατέ μου μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε. 27 No está en esta traducción
28 Ὑιῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου, καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. 28 No está en esta traducción
29 Ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί· 29 No está en esta traducción
30 κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. 30 No está en esta traducción
31 Ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων· μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. 31 No está en esta traducción
32 Ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. ΠΕΡΙ ΔΟΥΛΩΝ. 32 No está en esta traducción
33 Χορτάσματα καί ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἱκέτῃ. 33 No está en esta traducción
34 Ἔργασαι ἐν παιδὶ καὶ εὑρήσεις ἀνάπαυσιν, ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν. 34 No está en esta traducción
35 Ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. 35 No está en esta traducción
36 Ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. 36 No está en esta traducción
37 Εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, κᾂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. 37 No está en esta traducción
38 Καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκὶ, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. 38 No está en esta traducción
39 Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σὺ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. 39 No está en esta traducción
40 Εἰ ἔστι σοι οἰκέτῃς, ἄγε αὐτὸν ὡς σεαυτὸν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ· ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν; 40 No está en esta traducción