Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton
Eclesiástico (Sirácida) 46 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Eclesiástico (Sirácida) no está en RV1909.
1 Κράταιος ἐν πολέμοις Ἰησοῦς Ναυῆ, καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις· ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθροὺς, ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.
·
2 Ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ, καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις;
·
3 Τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.
·
4 Οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
·
5 Ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην, ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτῶν μέγος Κύριος.
·
6 Ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· κατέῤῥαξεν ἐπʼ ἔθνος πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας· ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ, καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου.
·
7 Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννῆ, ἀντιστῆναι ἔναντι ἐχθροῦ, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
·
8 Καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
·
9 Καὶ ἔδωκεν ὁ Κύριος τῷ Χαλὲβ ἰσχὺν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν·
·
10 ὅπως ἴδωσι πάντες οἱ υἱοὶ Ἰσραὴλ, ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.
·
11 Καὶ οἱ κριταὶ ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία, καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
·
12 τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμένον ἐφ υἱοῖς δεδοξασμένων αὐτῶν.
·
13 Ἠγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ.
·
14 Ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγὴν, καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.
·
15 Ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
·
16 Καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην, ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ.
·
17 Καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος, καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ.
·
18 Καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων, καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
·
19 Καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ, χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
·
20 Καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε, καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
·