Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton
Eclesiástico (Sirácida) 48 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Eclesiástico (Sirácida) no está en RV1909.
1 Καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
·
2 ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμὸν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς.
·
3 Ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανὸν, κατήγαγεν οὕτως τρὶς πῦρ.
·
4 Ὡς ἐδοξάσθης Ἠλία ἐν τοῖς θαυμασίοις σου; καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
·
5 Ὁ ἐγείρας νεκρὸν ἐκ θυνάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου·
·
6 ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν, καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
·
7 ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν, καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
·
8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετʼ αὐτόν·
·
9 ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων·
·
10 ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς, κοπάσαι ὀργὴν πρὸ θυμοῦ, καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καταστῆσαι φυλὰς Ἰακώβ.
·
11 Μακάριοι οἱ ἰδόντες σε, καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
·
12 Ἠλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη· καὶ Ἐλισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
·
13 Πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτὸν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ.
·
14 Καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα. καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
·
15 Ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν, καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ· καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστὸς, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ.
·
16 Τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστὸν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
·
17 Ἐζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ· ὤρυξε σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.
·
18 Ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ, καὶ ἀπέστειλε Ῥαψάκην, καὶ ἀπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν, καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.
·
19 Τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι.
·
20 Καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν· καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἡσαΐου.
·
21 Ἐπάταξε τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
·
22 Ἐποίησε γὰρ Ἐζεκίας τὸ ἀρεστὸν Κυρίῳ, καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἡσαΐας ὁ προφήτης ὁ μέγας, καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
·
23 Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκε ζωὴν βασιλεῖ·
·
24 Πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα, καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών.
·
25 Ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα, καὶ τὰ ἀπόκρυφα πρινὴ παραγενέσθαι αὐτά.
·