1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, 2 καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ, 3 ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται· καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται· καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται· καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ· 4 ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ· 5 ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἓως ἄν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὐξατο Κυρίῳ· ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ· 6 ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ καὶ μητρὶ, 7 καὶ ἐπʼ ἀδελφῷ καὶ ἐπʼ ἀδελφῇ, οὐ μιανφήσεται ἐπʼ αὐτοὶς ἀποφανόντων αὐτῶν, ὅτι εὐχὴ Θεοῦ αὐτοῦ ἐπʼ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ· 8 Πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται Κυρίῳ. 9 Ἐὰν δέ τις ἀποθάνῃ ἐπʼ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ· καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται. 10 Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα, ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 11 Καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτε περὶ τῆς ψυχῆς· καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγιάσθη Κυρίῳ, τὰς ἡμέρας τῆς εὐχῆς· 12 καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν· καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ. 13 Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 14 Καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν μίαν ἄμωμον εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, 15 καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσίαν αὐτῶν, καὶ σπονδὴν αὐτῶν. 16 Καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ, καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ. 17 Καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου τῷ Κυρίῳ ἐπὶ τῷ κανῷ τῶν ἀζύμων· καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ. 18 Καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. 19 Καὶ λήψεται ὁ ἱερεὺς τὸν βραχίονα ἐφθὸν ἀπὸ τοῦ κριοῦ, καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ, καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ, 20 καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι Κυρίου· ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθηνίου τοῦ ἐπιθέματος, καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον. 21 Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται Κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας. 22 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 23 λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς, 24 εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι, σε. 25 Ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσαι σε. 26 Ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δῴη σοι εἰρήνην. 27 Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτούς.
Números · Septuaginta griega de Brenton
Números 6 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Referencias cruzadas (23)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Jueces 13:5; Amós 2:11–12; Romanos 1:1; Hebreos 7:27; Proverbios 18:1
- 3 Lucas 1:15; 1 Timoteo 5:23; Efesios 5:18; Jueces 13:14; Levítico 10:9
- 4 Números 6:5; Números 6:8–9; Números 6:12–13; Números 6:18–19; Números 6:21
- 5 1 Samuel 1:11; Jueces 13:5; Jueces 16:17; Jueces 16:19; Lamentaciones 4:7–8
- 6 Levítico 21:11; Levítico 19:28; Ezequiel 24:16–18; Jeremías 16:5–6; Números 19:11–22
- 7 Números 9:6; Levítico 21:1–2; Ezequiel 44:25; Levítico 21:10–12
- 8 2 Corintios 6:17–18
- 9 Números 6:18; Levítico 14:9; Hechos 18:18; Filipenses 3:8–9; Hechos 21:23–24
- 10 Levítico 15:14; Levítico 1:14; Levítico 15:29; Levítico 12:6; Levítico 14:22–23
- 11 Levítico 5:8–10; Levítico 14:30–31
- 12 Levítico 5:6; Santiago 2:10; Levítico 14:24; Juan 8:29–31; Mateo 24:13
- 13 Hechos 21:26
- 14 Levítico 4:32; Levítico 3:6; 1 Pedro 1:19; 1 Crónicas 15:28–29; Números 15:27
- 15 Levítico 2:4; Éxodo 29:2; Números 15:10; Números 15:1–7; Levítico 8:2
- 18 Hechos 21:24; Números 6:9; Hechos 18:18; Efesios 1:6; Números 6:5
- 19 Levítico 7:30; 1 Samuel 2:15; Levítico 8:27; Levítico 8:31; Éxodo 29:23–28
- 20 Eclesiastés 9:7; Éxodo 29:27–28; Números 5:25; Levítico 10:15; Zacarías 10:7
- 21 Números 5:29; Gálatas 6:6; Hebreos 13:16; Esdras 2:69
- 23 1 Crónicas 23:13; Deuteronomio 21:5; Génesis 48:20; Hebreos 7:1; Lucas 24:50–51
- 24 1 Tesalonicenses 5:23; Salmo 121:4–7; Filipenses 4:7; Judas 24; Isaías 42:6
- 25 Salmo 80:19; Salmo 119:135; Salmo 31:16; Salmo 67:1; Daniel 9:17
- 26 Salmo 4:6; 2 Tesalonicenses 3:16; Salmo 29:11; Romanos 15:13; Juan 16:33
- 27 2 Crónicas 7:14; Daniel 9:18–19; Efesios 1:3; Deuteronomio 28:10; Jeremías 14:9
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias