1 Ἀλληλούϊα. Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2 Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. 5 Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. 9 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10 Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. 13 Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. 15 Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. 16 Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 17 Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18 Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου. 20 Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 Περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατʼ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24 Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. 25 Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸ λόγον σου. 26 Τὰς ὁδούς σου ἐξήγγειλα καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. 27 Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28 Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 Ὁδὸν ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 Ἐκολλήθην τοῖς μαρτυρίοις σου Κύριε, μή με καταισχύνῃς. 32 Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 33 Νομοθέτησόν με Κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36 Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. 37 Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39 Περίελε τὸν ὄνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. 40 Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 41 Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεός σου Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. 42 Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. 43 Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44 Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. 47 Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. 48 Καὶ ᾖρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. 49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με. 50 Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 Ἐμνήσθην τῶν κριμάτων σου ἀπʼ αἰῶνος Κύριε, καὶ παρεκλήθην. 53 Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου· 55 Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56 Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 57 Μερίς μου εἶ Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. 58 Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61 Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 Μεσονύκτιον ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64 Τοῦ ἐλέους σου Κύριε πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. 65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου Κύριε κατὰ τὸν λόγον σου. 66 Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68 Χρηστὸς εἶ σὺ Κύριε· καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιωματά σου. 69 Ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72 Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 73 Αἱ χεῖρές σου ἔποίησάν με καὶ ἐπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74 Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 Ἔγνων Κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77 Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. 78 Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. 81 Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. 82 Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με; 83 Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84 Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου Κύριε. 86 Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. 89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. 94 Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. 96 Πάσης συντελείας εἶδον πέρας, πλατεία ἡ ἐντολή σου σφόδρα. 97 Ὡς ἠγάπησα τὸν νόμον σου Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν. 98 Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. 100 Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. 103 Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. 104 Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. 105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. 106 Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 Ἐταπεινώθην ἕως σφόδρα Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 Τὰ ἑκούσια τοῦ στόματός μου εὐλόκησον δὴ Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 Ἡ ψυχή μου ἐν ταῖς χερσὶ σου διαπαντὸς, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην. 110 Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλιάμα τῆς καρδίας μού εἰσιν. 112 Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διʼ ἀντάμειψιν. 113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. 114 Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. 115 Ἐκκλίνατε ἀπʼ ἐμοῦ οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. 116 Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117 Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118 Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. 120 Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. 121 Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122 Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. 127 Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 129 Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 132 Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135 Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. 137 Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. 138 Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. 139 Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140 Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 Νεώτερος ἐγὼ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142 Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόυος σου ἀλήθεια. 143 Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, ἐντολαί σου μελέτη μου. 144 Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. 145 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146 Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147 Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. 149 Τῆς φωνῆς μου ἄκουσον Κύριε κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 150 Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151 Ἐγγὺς εἶ Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 152 Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. 153 Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154 Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. 155 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 Οἱ οἰκτιρμοί σου πολλοὶ Κύριε, κατὰ τὸ κρίμα σου ζῆσόν με. 157 Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159 Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. 161 Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 Προσεδόκων τὸ σωτήριόν σου Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168 Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου Κύριε. 169 Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. 175 Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Salmos · Septuaginta griega de Brenton
Salmo 118 (119) Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Salmo 119 · Sobre las grabaciones
Notas sobre este texto (2)
- Las Biblias griegas y latinas numeran la mayoría de los Salmos un número por debajo de las hebreas y las españolas.
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (176)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info. Las referencias usan la numeración hebrea (la de las Biblias inglesas); los enlaces abren el pasaje en LXX.
- 1 Lucas 11:28; Ezequiel 11:20; Santiago 1:25; Salmo 128:1; Juan 13:17
- 2 Jeremías 29:13; Salmo 119:10; Deuteronomio 4:29; Juan 14:23; Salmo 25:10
- 3 1 Juan 5:18; 1 Juan 3:9
- 4 1 Juan 5:3; Juan 14:21; Mateo 28:20; Jeremías 7:23; Deuteronomio 28:1–14
- 5 Salmo 51:10; 2 Tesalonicenses 3:5; Hebreos 13:21; Jeremías 31:33; Salmo 119:36
- 6 1 Juan 2:28; Job 22:26; Juan 15:14; Salmo 119:80; Salmo 119:31
- 7 Salmo 119:171; Juan 6:45; Salmo 25:4–5; Salmo 119:12; 1 Crónicas 29:13–17
- 8 Salmo 71:9; Salmo 51:11; Filipenses 4:13; Salmo 38:21–22; Salmo 119:176
- 9 2 Timoteo 2:22; Santiago 1:21–25; 2 Timoteo 3:15–17; Josué 1:7; Salmo 25:7
- 10 Salmo 119:34; 2 Crónicas 15:15; Salmo 119:2; Salmo 23:3; Salmo 119:133
- 11 Salmo 37:31; Colosenses 3:16; Salmo 40:8; Jeremías 15:16; Salmo 1:2
- 12 Salmo 119:64; Lucas 24:45; Salmo 25:4–5; 1 Juan 2:27; Salmo 86:11
- 13 Salmo 71:15–18; Salmo 37:30; Salmo 40:9–10; Salmo 118:17; Salmo 34:11
- 14 Mateo 13:44; Jeremías 15:16; Salmo 119:162; Salmo 112:1; Salmo 19:9–10
- 15 Salmo 1:2; Santiago 1:25; Salmo 119:148; Salmo 119:97; Salmo 119:78
- 16 Salmo 119:24; Salmo 119:47; Proverbios 3:1; Salmo 119:35; Romanos 7:22
- 17 Salmo 13:6; Tito 2:11–12; Efesios 2:4–5; Salmo 116:7; Salmo 119:124
- 18 Efesios 1:17–18; Hechos 26:18; Isaías 35:5; Isaías 32:3; Mateo 13:13
- 19 1 Crónicas 29:15; Salmo 39:12; Hebreos 11:13–16; Salmo 119:10; 2 Corintios 5:6
- 20 Salmo 42:1–2; Salmo 84:2; Salmo 63:1; Salmo 119:131; Job 23:11–12
- 21 Salmo 119:10; 1 Pedro 5:5; Salmo 119:118; Lucas 18:14; Deuteronomio 30:19
- 22 Salmo 39:8; Salmo 119:39; 1 Pedro 2:20; 1 Pedro 3:16–17; 1 Pedro 4:14–16
- 23 Salmo 2:1–2; Lucas 23:10–11; 1 Samuel 22:7–13; 1 Samuel 20:31; Lucas 22:66
- 24 Salmo 119:92; 2 Timoteo 3:15–17; Colosenses 3:16; Salmo 119:16; Josué 1:8
- 25 Deuteronomio 30:6; Salmo 119:159; Colosenses 3:2; Salmo 71:20; Salmo 44:25
- 26 Salmo 86:11; Salmo 25:4; Salmo 27:11; Salmo 32:5; Proverbios 28:13
- 27 Salmo 145:5–6; Salmo 105:2; Apocalipsis 15:3; Salmo 71:17; Hechos 2:11
- 28 Filipenses 4:13; Salmo 27:14; Salmo 22:14; 1 Pedro 5:10; Zacarías 10:12
- 29 1 Juan 2:4; 1 Juan 1:8; Proverbios 30:8; Salmo 119:37; Hebreos 8:10–11
- 30 Juan 3:19–21; Salmo 119:29; Proverbios 1:29; Lucas 10:42; Josué 24:15
- 31 Romanos 5:5; Juan 8:31; Proverbios 23:23; Hechos 11:23; Isaías 45:17
- 32 1 Reyes 4:29; 2 Corintios 3:17; Juan 8:36; Juan 8:32; Salmo 18:36
- 33 Salmo 119:26–27; 1 Juan 2:27; Filipenses 1:6; Isaías 54:13; Salmo 119:12
- 34 Santiago 1:5; Mateo 7:24; Proverbios 2:5–6; Salmo 119:73; Santiago 1:25
- 35 Ezequiel 36:26–27; Salmo 23:3; Salmo 25:4; Proverbios 4:11; 1 Juan 5:3
- 36 Lucas 12:15; Hebreos 13:5; Marcos 7:21–22; 1 Reyes 8:58; Salmo 51:10
- 37 1 Juan 2:16; Proverbios 4:25; Isaías 33:15; Job 31:1; Números 15:39
- 38 Jeremías 32:39–41; Salmo 147:11; 2 Corintios 1:20; Salmo 103:17; Salmo 103:11
- 39 Tito 2:8; Salmo 119:22; 1 Timoteo 3:7; Salmo 39:8; Romanos 2:2
- 40 Juan 10:10; Salmo 119:20; Salmo 119:159; 2 Corintios 7:1; Filipenses 3:13–14
- 41 Salmo 69:16; Salmo 119:58; Salmo 119:76–77; Lucas 2:28–32; Salmo 119:132
- 42 Hechos 27:25; Proverbios 27:11; Mateo 27:63; Salmo 119:49; Salmo 119:81
- 43 Salmo 9:4; Efesios 1:13; 1 Pedro 2:23; Salmo 119:175; Salmo 71:17–18
- 44 Apocalipsis 22:11; Salmo 119:33–34; Apocalipsis 7:15
- 45 Salmo 119:133; Santiago 1:25; Salmo 119:94; Proverbios 4:12; Juan 8:30–36
- 46 Romanos 1:16; Hechos 26:1–2; Mateo 10:18–19; Marcos 8:38; Daniel 3:16–18
- 47 Salmo 119:48; Salmo 119:97; Salmo 119:127; Salmo 19:7–10; Salmo 119:16
- 48 Salmo 119:15; Mateo 7:21; Salmo 1:2; Juan 15:14; Juan 13:17
- 49 2 Samuel 7:25; Salmo 106:45; Salmo 106:4; 1 Pedro 1:13; Salmo 119:81
- 50 Romanos 15:4; Juan 6:63; Salmo 94:19; Salmo 28:7; Salmo 42:11
- 51 Job 23:11; Jeremías 20:7; Salmo 44:18; Salmo 119:157; Salmo 123:3–4
- 52 Salmo 103:18; Salmo 77:11–12; Salmo 105:5; 2 Pedro 2:4–9; Deuteronomio 4:3–4
- 53 Esdras 9:3; Salmo 119:158; Jeremías 13:17; Esdras 10:6; Filipenses 3:18
- 54 Hebreos 11:13–16; Génesis 47:9; Salmo 10:1; Salmo 89:1
- 55 Salmo 63:6; Salmo 42:8; Isaías 26:9; Salmo 139:18; Job 35:9–10
- 56 Salmo 119:165; 1 Juan 3:19–24; Salmo 18:18–22
- 57 Lamentaciones 3:24; Salmo 16:5; Salmo 142:5; Salmo 73:26; Jeremías 10:16
- 58 Salmo 119:41; Hebreos 10:22; Salmo 119:10; Salmo 119:170; 1 Reyes 13:6
- 59 2 Corintios 13:5; Ezequiel 18:28; Lamentaciones 3:40; 2 Corintios 12:21; Lucas 15:17–20
- 60 Salmo 95:7–8; Eclesiastés 9:10; Gálatas 1:16; Proverbios 27:1; Ezequiel 10:6–8
- 61 Romanos 12:17–21; Salmo 119:176; Oseas 6:9; Salmo 140:5; Proverbios 24:29
- 62 Hechos 16:25; Marcos 1:35; Salmo 42:8; Salmo 119:164; Salmo 119:7
- 63 Salmo 101:6; Proverbios 13:20; Malaquías 3:16–18; 1 Juan 1:3; Salmo 119:79
- 64 Salmo 33:5; Salmo 119:12; Mateo 11:29; Isaías 48:17–18; Salmo 145:9
- 65 Salmo 30:11; Salmo 13:6; Salmo 119:17; Salmo 16:5–6; Salmo 116:7
- 66 Filipenses 1:9; Proverbios 2:1–9; 1 Reyes 3:9; Santiago 3:13–18; Salmo 119:34
- 67 Jeremías 31:18–19; Salmo 119:71; Oseas 5:15–6:1; Salmo 119:75; Salmo 119:176
- 68 Salmo 119:12; Salmo 106:1; Éxodo 34:6–7; Salmo 86:5; Mateo 19:17
- 69 Mateo 5:11–12; Job 13:4; Salmo 109:2–3; Salmo 119:157; Mateo 26:59–68
- 70 Salmo 17:10; Hechos 28:27; Salmo 73:7; Isaías 6:10; Salmo 119:16
- 71 Hebreos 12:10–11; Salmo 119:67; 1 Corintios 11:32; Salmo 94:12–13; Isaías 27:9
- 72 Proverbios 8:10–11; Salmo 19:10; Salmo 119:127; Proverbios 16:16; Mateo 13:44–46
- 73 Salmo 139:14–16; Job 31:15; Salmo 138:8; Salmo 111:10; 2 Timoteo 2:7
- 74 Salmo 66:16; Salmo 34:2–6; Salmo 119:79; Salmo 119:42; Lucas 21:33
- 75 Apocalipsis 3:19; Hebreos 12:10–11; Romanos 3:4–5; Salmo 89:30–33; Salmo 25:10
- 76 Salmo 106:4–5; 2 Corintios 1:3–5; Salmo 86:5
- 77 Lamentaciones 3:22–23; Salmo 119:174; Salmo 1:2; Salmo 119:41; Salmo 119:24
- 78 Juan 15:25; Salmo 119:51; Salmo 119:23; Salmo 25:3; 1 Pedro 2:20
- 79 Salmo 119:74; Salmo 142:7; Salmo 7:7; Salmo 119:63
- 80 Deuteronomio 26:16; 1 Juan 2:28; 2 Corintios 1:12; 2 Crónicas 12:14; Salmo 119:6
- 81 Salmo 84:2; Salmo 119:40; Salmo 73:26; Salmo 119:114; Cantar de los Cantares 5:8
- 82 Salmo 69:3; Salmo 119:123; Proverbios 13:12; Salmo 90:13–15; Salmo 86:17
- 83 Job 30:30; Salmo 119:176; Salmo 119:61; Salmo 119:16; Salmo 102:3–4
- 84 Salmo 90:12; Apocalipsis 6:10–11; Salmo 7:6; Salmo 89:47–48; Salmo 39:4–5
- 85 Proverbios 16:27; Salmo 35:7; Jeremías 18:20; Salmo 119:78; Salmo 7:15
- 86 Salmo 70:5; Salmo 35:19; Salmo 35:7; Salmo 109:26; Salmo 119:78
- 87 Mateo 10:28; Isaías 58:2; Salmo 119:61; 1 Samuel 26:24; Salmo 119:51
- 88 Salmo 25:10; Salmo 119:25; Salmo 119:40; Salmo 119:2; Salmo 119:146
- 89 1 Pedro 1:25; Mateo 5:18; Mateo 24:34–35; Salmo 119:160; Salmo 119:152
- 90 Salmo 100:5; Salmo 36:5; Salmo 148:6; Miqueas 7:20; Salmo 89:1–2
- 91 Salmo 148:5–6; Isaías 48:13; Jeremías 33:25; Mateo 8:9; Génesis 8:22
- 92 Romanos 15:4; Proverbios 6:22–23; Salmo 119:143; Salmo 94:18–19; Salmo 119:77
- 93 Salmo 119:50; Salmo 119:16; Juan 6:63; 1 Pedro 1:23
- 94 Sofonías 3:17; Isaías 64:8–10; Salmo 119:27; Salmo 86:2; Hechos 27:23–24
- 95 Salmo 119:167; Salmo 119:31; Salmo 119:85–87; Salmo 119:69; Hechos 23:21
- 96 Mateo 24:35; Eclesiastés 2:11; Mateo 5:18; Salmo 39:5–6; Mateo 22:37–40
- 97 Salmo 1:2; Proverbios 2:10; Salmo 119:159; Josué 1:8; Salmo 119:48
- 98 Proverbios 2:6; Salmo 119:104–105; Colosenses 3:16; Santiago 1:25; Salmo 119:11
- 99 Mateo 11:25; Mateo 13:11; Salmo 119:24; 2 Timoteo 3:15–17; Mateo 23:24–36
- 100 Santiago 3:13; Salmo 111:10; Job 28:28; Job 12:12; Job 15:9–10
- 101 Proverbios 1:15; 1 Pedro 3:10–11; Salmo 119:104; Isaías 55:7; 1 Pedro 2:1–2
- 102 1 Juan 2:27; Salmo 18:21; 1 Tesalonicenses 2:13; Proverbios 5:7; Jeremías 32:40
- 103 Proverbios 8:11; Salmo 19:10; Proverbios 24:13–14; Salmo 63:5; Job 23:12
- 104 Salmo 119:128; Proverbios 8:13; Proverbios 14:12; Salmo 119:98; Salmo 97:10
- 105 Proverbios 6:23; Salmo 43:3; Salmo 18:28; 2 Pedro 1:19; Job 29:3
- 106 Nehemías 10:29; Salmo 56:12; 2 Reyes 23:3; 2 Corintios 8:5; Salmo 66:13–14
- 107 Salmo 143:11; Salmo 34:19; Salmo 119:25; Salmo 119:88; Salmo 22:14–18
- 108 Hebreos 13:15; Oseas 14:2; Salmo 119:12; Números 29:39; Salmo 119:169
- 109 Jueces 12:3; Job 13:14; 1 Corintios 15:31; 1 Samuel 19:5; 1 Samuel 20:3
- 110 Salmo 141:9; Salmo 119:95; Salmo 140:5; Salmo 119:85; Salmo 119:10
- 111 Jeremías 15:16; Salmo 16:5; Salmo 119:174; Salmo 119:92; 1 Pedro 1:4
- 112 Salmo 119:33; Salmo 141:4; Salmo 119:36; Josué 24:23; 1 Reyes 8:58
- 113 Santiago 1:8; Jeremías 4:14; Isaías 55:7; Salmo 119:97; 2 Corintios 10:5
- 114 Salmo 91:1–2; Salmo 32:7; Salmo 3:3; Isaías 32:2; Salmo 119:81
- 115 1 Corintios 15:33; Salmo 6:8; Mateo 7:23; Salmo 26:5; Salmo 139:19
- 116 Romanos 5:5; Salmo 25:2; 1 Pedro 2:6; Romanos 10:11; Salmo 37:24
- 117 Salmo 119:6; Judas 24; Juan 10:28–29; Salmo 71:6; Salmo 139:10
- 118 Salmo 119:10; Salmo 119:21; Apocalipsis 18:23; Efesios 5:6; Isaías 63:3
- 119 Mateo 7:23; Malaquías 3:2–3; Isaías 1:25; Salmo 119:111; Jeremías 6:30
- 120 Isaías 66:2; Habacuc 3:16; Daniel 10:8–11; Hebreos 12:28–29; Hebreos 12:21
- 121 Salmo 18:20–24; 2 Samuel 8:15; Salmo 37:33; 2 Corintios 1:12; Hechos 21:16
- 122 Hebreos 7:22; Salmo 119:21; Isaías 38:14; Job 17:3; Proverbios 22:26–27
- 123 Salmo 130:6; Lamentaciones 4:17; Salmo 143:7; Salmo 69:3; Salmo 119:81–82
- 124 Salmo 119:12; Daniel 9:18; Salmo 103:10; Salmo 119:76–77; Salmo 130:7
- 125 Santiago 3:13–17; Santiago 1:5; Proverbios 14:8; Salmo 116:16; 2 Corintios 3:5–6
- 126 Jeremías 8:8; Habacuc 1:4; Malaquías 2:8; Salmo 9:19; Romanos 3:31
- 127 Salmo 19:10; Mateo 13:45–46; Proverbios 8:11; Proverbios 3:13–18; Proverbios 16:16
- 128 Salmo 119:104; Romanos 7:22; Salmo 19:7–8; Salmo 119:6; Proverbios 30:5
- 129 Salmo 25:10; Salmo 139:6; Salmo 119:18; Isaías 25:1; Salmo 119:2
- 130 Salmo 119:105; Proverbios 6:23; 2 Corintios 4:6; Hechos 26:18; Salmo 19:7
- 131 Salmo 42:1; Salmo 119:20; 1 Pedro 2:2; Salmo 81:10; Hebreos 12:14
- 132 Salmo 106:4; Salmo 119:124; Salmo 25:16; Salmo 25:18; 1 Samuel 1:11
- 133 Salmo 17:5; Salmo 19:13; Salmo 119:116; Romanos 6:12–14; Salmo 32:8
- 134 Salmo 56:1–2; Salmo 119:122; Ezequiel 11:17–20; Lucas 1:74–75; Hechos 9:31
- 135 Números 6:25–26; Salmo 4:6; Salmo 80:7; Lucas 24:45; Salmo 80:19
- 136 Jeremías 9:1; Ezequiel 9:4; Jeremías 9:18; Jeremías 14:17; 1 Samuel 15:11
- 137 Esdras 9:15; Jeremías 12:1; Salmo 145:17; Daniel 9:7; Deuteronomio 32:4
- 138 Salmo 19:7–9; Salmo 119:144; Salmo 119:86; Deuteronomio 4:45; Deuteronomio 4:8
- 139 Juan 2:17; Salmo 69:9; Hechos 13:27; 1 Reyes 19:10; Mateo 21:16
- 140 Salmo 19:8; Proverbios 30:5; Salmo 12:6; 2 Pedro 1:21; Salmo 119:128
- 141 Salmo 22:6; 2 Corintios 8:9; Santiago 2:5; Lucas 6:20; Lucas 9:58
- 142 Salmo 19:9; Juan 17:17; Salmo 119:151; Isaías 51:8; Isaías 51:6
- 143 Job 23:12; Salmo 119:107; Salmo 119:16; Salmo 116:3; Marcos 14:33–34
- 144 1 Pedro 1:23–25; Daniel 12:10; 2 Corintios 4:6; Jeremías 4:22; Salmo 119:169
- 145 Salmo 119:10; Jeremías 29:13; Salmo 119:106; Salmo 102:1; Salmo 62:8
- 146 Tito 2:14; Salmo 119:134; Mateo 1:21; Tito 3:4–8; Jueces 10:15–16
- 147 Marcos 1:35; Salmo 5:3; Salmo 130:5–6; Salmo 88:13; Salmo 42:8
- 148 Salmo 63:6; Lamentaciones 2:19; Lucas 6:12; Salmo 63:1; Salmo 139:17–18
- 149 Isaías 63:7; Salmo 5:2–3; Salmo 51:1; Salmo 109:21; Salmo 119:40
- 150 Salmo 27:2; Proverbios 28:9; 1 Samuel 23:16; Salmo 22:11–13; Job 21:14
- 151 Salmo 145:18; Salmo 119:142; Salmo 34:18; Salmo 139:2; Deuteronomio 4:7
- 152 Lucas 21:33; Eclesiastés 3:14; Salmo 111:7–8; Salmo 119:160; Salmo 119:144
- 153 Salmo 119:176; Lamentaciones 5:1; Salmo 9:13; Salmo 25:19; Salmo 119:159
- 154 Salmo 35:1; Miqueas 7:9; 1 Samuel 24:15; Jeremías 50:34; Salmo 119:40
- 155 Efesios 2:17–18; Job 5:4; Romanos 3:11; Salmo 10:4; Proverbios 1:7
- 156 Salmo 86:15; Salmo 86:13; Salmo 51:1; Isaías 63:7; 2 Samuel 24:14
- 157 1 Corintios 15:58; Salmo 119:51; Hechos 20:23–24; Job 23:11; Isaías 42:4
- 158 Salmo 119:53; Salmo 139:21; Salmo 119:136; Ezequiel 9:4; Marcos 3:5
- 159 Salmo 119:97; Salmo 119:153; Nehemías 13:22; 2 Reyes 20:3; Nehemías 5:19
- 160 Proverbios 30:5; 2 Timoteo 3:16; Salmo 119:144; Mateo 5:18; Salmo 119:142
- 161 Salmo 119:157; Isaías 66:2; 1 Samuel 26:18; 1 Samuel 24:9–15; Juan 15:25
- 162 Jeremías 15:16; Salmo 119:72; Salmo 119:111; 1 Samuel 30:16; Isaías 9:3
- 163 Salmo 119:128; Romanos 12:9; Proverbios 6:16–19; Salmo 119:29; Amós 5:15
- 164 Salmo 119:62; Salmo 55:17; Salmo 97:8; Salmo 48:11; Apocalipsis 19:2
- 165 Proverbios 3:1–2; Isaías 32:17; Isaías 26:3; Juan 14:27; Filipenses 4:7
- 166 Génesis 49:18; Salmo 119:174; Salmo 119:81; 1 Juan 2:3–4; Salmo 130:5–7
- 167 Hebreos 10:16; Salmo 40:8; Romanos 7:22; Juan 14:21–24; Juan 15:9–10
- 168 Proverbios 5:21; Salmo 139:3; Salmo 44:20–21; Jeremías 23:24; Job 34:21
- 169 Santiago 1:5; Salmo 119:144–145; Salmo 18:6; Proverbios 2:3–5; 2 Crónicas 1:10
- 170 Salmo 119:41; Salmo 28:2; Génesis 32:9–12; Salmo 89:20–25; 2 Samuel 7:25
- 171 Salmo 71:23–24; Salmo 94:12; Salmo 51:15; Salmo 71:17; Salmo 119:7
- 172 Efesios 4:29; Romanos 7:14; Salmo 37:30; Mateo 12:34–35; Romanos 7:12
- 173 Isaías 41:10–14; Josué 24:22; Deuteronomio 30:19; Lucas 10:42; Salmo 119:35
- 174 Salmo 119:166–167; Salmo 119:16; Salmo 119:47; Salmo 1:2; Salmo 119:111
- 175 Isaías 55:3; Salmo 51:14–15; Isaías 26:8–9; Isaías 38:19; Salmo 118:18–19
- 176 Lucas 19:10; Isaías 53:6; Lucas 15:4–7; Juan 10:16; 1 Pedro 2:25
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés. Versículos con numeración hebrea: 119.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Of the matter, however, there could be no comparison; for the latter was straying amid Manichæan deceptions, whilst the former was teaching salvation most soundly. But "salvation is far from the wicked," such as I then stood before him; and yet I was drawing nearer gradually and unconsciously.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
… honey for thy benefit: that thou also, by ranging over the Holy Scriptures, mayest lay hold of salvation for thyself, and being filled with them mayest say, How sweet are thy words unto my throat, yea sweeter than honey and the honeycomb unto my mouth.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
It is this charm of truth which the Psalmist expresses so emphatically when he says, "How sweet are thy words unto my taste, yea, sweeter than honey to my mouth." Yesterday then, as far as we were able, we delighted our souls by conversing about the oracles of God, and now to-day we are met together again on the second …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)
For concerning the Word, the divine David says, For ever, O Lord, Thy Word is settled in heaven.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)
But after Thou hadst fomented the head of me unconscious of it, and closed mine eyes lest they should "behold vanity," I ceased from myself a little, and my madness was lulled to sleep; and I awoke in Thee, and saw Thee to be infinite, though in another way; and this sight was not derived from the flesh.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)