Saltar al texto

Números · Septuaginta griega de Brenton

Números 23 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ εἶπε Βαλαὰμ τῷ Βαλὰκ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς, καὶ ἐτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς. 2 Καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ· καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι· καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ. 4 Καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεόν· καὶ ἐπορεύθη εὐθεῖαν· καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαὰμ· καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ, τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5 Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις. 6 Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπʼ αὐτῷ. 7 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπʼ ἀνατολῶν, λέγων, δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ. 8 Τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός; 9 Ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν· ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 10 Τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακὼβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. 11 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; 13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλὰκ, δεῦρο ἔτι μετʼ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλʼ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 14 Καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου· καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς, καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν. 16 Καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ, καὶ ἐνέβαλε ῥῆμα εἰς τὸ στόμα αὐτοῦ, καὶ εἶπεν, ἀποστράφηθι πρὸς Βαλὰκ, καὶ τάδε λαλήσεις. 17 Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ εἶπεν αὐτῷ Βαλὰκ, τί ἐλάλησε Κύριος; 18 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀνάστηθι Βαλὰκ, καὶ ἄκουε, ἐνώτισαι μάρτυς υἱὸς Σεπφώρ. 19 Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20 Ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω. 21 Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. 22 Θεὸς ὁ ἐξαγαγὼν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ. 23 Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ, καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ Θεός; 24 Ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. 25 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὔτε κατάραις καταράσῃ μοι αὐτὸν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26 Καὶ ἀποκριθεὶς Βαλαὰμ, εἶπε τῷ Βαλὰκ, οὐκ ἐλάλησά σοι, λέγων, τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ Θεὸς, τοῦτο ποιήσω; 27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 28 Καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς. 30 Καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καί ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Balak

    King of Moab who hired Balaam

    The son of Zippor and king of Moab, who feared Israel and hired Balaam to curse them, but each oracle from the high places turned into a blessing.

    Citado en la guía: Numbers 22:2; Numbers 22:4; Numbers 23:2

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Citado en la guía: Exodus 2–Deuteronomy 34

Referencias cruzadas (28)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Números 23:29; Judas 11; Mateo 23:13; 2 Crónicas 29:21; Proverbios 15:8
  2. 2 Números 23:30; Números 23:14
  3. 3 Números 23:15; Génesis 8:20; Levítico 1:1; Génesis 22:13; Génesis 22:2
  4. 4 Números 23:16; Lucas 18:12; Efesios 2:9; Números 22:20; Romanos 3:27
  5. 5 Jeremías 1:9; Deuteronomio 18:18; Isaías 51:16; Isaías 59:21; Números 23:16
  6. 7 Números 24:3; Números 22:5–6; Deuteronomio 23:4; Números 23:18; Job 29:1
  7. 8 Números 23:23; Isaías 44:25; Números 23:20; Números 22:12; Isaías 47:12–13
  8. 9 Deuteronomio 33:28; Deuteronomio 32:8; Éxodo 33:16; Ester 3:8; Esdras 9:2
  9. 10 Génesis 13:16; Salmo 37:37; Salmo 116:15; Apocalipsis 14:13; 2 Corintios 5:1
  10. 11 Nehemías 13:2; Números 24:10; Salmo 109:17–20; Números 23:7–8; Números 22:17
  11. 12 Números 22:38; Números 23:26; Números 24:13; Proverbios 26:25; Números 23:20
  12. 13 Salmo 109:17; Santiago 3:9–10; Josué 24:9; 1 Reyes 20:28; Números 22:41
  13. 14 Isaías 1:10–11; Deuteronomio 3:27; Deuteronomio 4:49; Oseas 12:11; Isaías 46:6
  14. 15 Números 23:3; Números 22:8
  15. 16 Números 23:5; Números 22:35; Números 24:1
  16. 17 Números 23:26; Jeremías 37:17; 1 Samuel 3:17
  17. 18 Jueces 3:20
  18. 19 1 Samuel 15:29; Santiago 1:17; Malaquías 3:6; Hebreos 6:18; Tito 1:2
  19. 20 Juan 10:27–29; Números 22:12; Génesis 12:2; Génesis 22:17; Isaías 43:13
  20. 21 Salmo 23:4; Mateo 1:23; Jeremías 50:20; Romanos 4:7–8; Éxodo 29:45–46
  21. 22 Números 24:8; Deuteronomio 33:17; Job 39:9–11; Éxodo 20:2; Salmo 22:21
  22. 23 Lucas 10:18–19; Josué 13:22; Números 24:1; Miqueas 6:4–5; Romanos 16:20
  23. 24 Génesis 49:27; Génesis 49:9; Apocalipsis 5:5; Números 24:8–9; Números 24:17
  24. 25 Salmo 2:1–3
  25. 26 Hechos 5:29; Números 22:18; Hechos 4:19–20; Números 22:38; 2 Crónicas 18:13
  26. 27 Romanos 11:29; Números 23:13; Proverbios 21:30; Isaías 46:10–11; Isaías 14:27
  27. 28 Números 21:20; Salmo 106:28
  28. 29 Números 23:1–2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias