1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. 4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ, 5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. 6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. 8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9 καὶ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυείδ. 12 καὶ τοῦτο ὑμῖν σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων 14◆ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας. 15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθαν σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς· 19 ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συνβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. 21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. 22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. 25 Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ’ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον 35 —καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία—, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτό. 41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, 45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ζητοῦμέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. 52 Καὶ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Lucas · Nuevo Testamento griego de Nestle (1904)
Lucas 2 Nuevo Testamento griego de Nestle (1904)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Anna
A prophetess of the tribe of Asher, well along in years, who never left the temple and gave thanks to God and spoke of the child to all who awaited redemption.
Citado en la guía: Luke 2:36
Caesar Augustus
The emperor from whom a decree went out that the whole empire be registered, bringing Joseph and Mary to Bethlehem.
Citado en la guía: Luke 2:1
Joseph
The carpenter of Nazareth, a just man who became Jesus' legal father.
Citado en la guía: Matt. 1:16-25; 2:13-23; Luke 1:27; 2:1-7
Mary
The virgin mother of Jesus, a young woman of Nazareth who trusted God's word.
Citado en la guía: Matthew 1; Luke 1-2
Phanuel
Named in Luke 2:36 as the father of the prophetess Anna.
Citado en la guía: Luke 2:36
Quirinius
The governor of Syria at the time of the first census decreed by Caesar Augustus.
Citado en la guía: Luke 2:2
Simeon
A righteous and devout man of Jerusalem, told by the Holy Spirit he would not die before seeing the Lord's Christ, who took the child in his arms and blessed God.
Citado en la guía: Luke 2:25; Luke 2:34
Lugares
Bethlehem
Bethlehem was the home of Ruth and Boaz and the birthplace of David. Micah named it as the Messiah's birthplace — fulfilled in Jesus' nativity.
Citado en la guía: Micah 5:2; Ruth 1:19; Luke 2:4-7
Nazareth
A small agricultural village never named in the Old Testament. Jesus spent his childhood and early life here before beginning his public ministry.
Citado en la guía: Luke 2:39-40; Matthew 2:23; John 1:46
Referencias cruzadas (49)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Lucas 3:1; Mateo 24:14; Hechos 25:21
- 2 Lucas 3:1
- 4 Miqueas 5:2; Juan 7:42; 1 Samuel 16:1; Mateo 2:23; Lucas 1:26–27
- 5 Mateo 1:18–19; Deuteronomio 22:22–27
- 6 Salmo 33:11; Apocalipsis 12:1–5; Miqueas 5:2; Proverbios 19:21; Lucas 1:57
- 7 Gálatas 4:4; 2 Corintios 8:9; Isaías 53:2–3; Juan 1:14; Lucas 2:11–12
- 8 Salmo 78:70–71; Génesis 31:39–40; Juan 10:8–12; 1 Samuel 17:34–35; Ezequiel 34:8
- 9 Isaías 60:1; 2 Corintios 3:18; Hechos 27:23; Apocalipsis 18:1; 1 Reyes 8:11
- 10 Isaías 40:9; Isaías 61:1; Isaías 52:7; Génesis 12:3; Mateo 28:18
- 11 Isaías 9:6; Mateo 1:21; Tito 3:4–7; Hechos 2:36; Mateo 16:16
- 12 Isaías 7:14; Isaías 53:1–2; Isaías 7:11; Salmo 22:6; 2 Reyes 19:29
- 13 Apocalipsis 5:11; Salmo 148:2; Salmo 103:20–21; 1 Reyes 22:19; Lucas 15:10
- 14 Romanos 5:1; Lucas 19:38; Lucas 1:79; Colosenses 1:20; Isaías 9:6–7
- 15 1 Pedro 3:22; Mateo 2:1–2; Lucas 24:51; Éxodo 3:3; Mateo 2:9–11
- 16 Lucas 19:32; Lucas 2:12; Lucas 2:7; Lucas 22:13; Lucas 1:39
- 17 Salmo 66:16; Lucas 8:39; Salmo 71:17–18; Lucas 2:38; Salmo 16:9–10
- 18 Lucas 1:65–66; Lucas 4:36; Lucas 2:33; Isaías 8:18; Lucas 5:9–10
- 19 Lucas 2:51; Lucas 1:66; Proverbios 4:4; 1 Samuel 21:12; Génesis 37:11
- 20 Salmo 106:48; Hechos 11:18; 1 Crónicas 29:10–12; Salmo 72:17–19; Mateo 9:8
- 21 Levítico 12:3; Génesis 17:12; Lucas 1:31; Lucas 1:59; Mateo 1:21
- 22 Levítico 12:1–8
- 23 Éxodo 13:2; Números 3:13; Éxodo 22:29; Números 18:15; Éxodo 34:19
- 24 Levítico 12:6–8; Levítico 12:2; 2 Corintios 8:9
- 25 Isaías 25:9; Lucas 2:38; Lucas 1:6; Tito 2:11–14; Marcos 15:43
- 26 Juan 8:51; Hebreos 11:5; Lucas 9:27; Hechos 10:38; Juan 20:31
- 27 Lucas 2:22; Mateo 4:1; Lucas 2:48; Lucas 2:41; Hechos 10:19
- 28 Lucas 1:64; Lucas 2:13–14; Marcos 9:36; Lucas 2:20; Marcos 10:16
- 29 Apocalipsis 14:13; Génesis 15:15; Filipenses 1:23; Génesis 46:30; Isaías 57:1–2
- 30 Isaías 49:6; Lucas 2:10–11; Génesis 49:18; Isaías 52:10; Lucas 3:6
- 31 Isaías 42:1–4; Isaías 62:1–2; Salmo 98:2–3; Isaías 42:10–12; Isaías 45:21–25
- 32 Isaías 60:1–3; Isaías 49:6; Hechos 26:23; Hechos 13:47–48; Isaías 42:6–7
- 33 Isaías 8:18; Lucas 1:65–66; Lucas 2:48
- 34 1 Corintios 1:23; 1 Pedro 2:7–8; Isaías 8:14–15; Mateo 21:44; 2 Corintios 2:15–16
- 35 Deuteronomio 8:2; 1 Corintios 11:19; Mateo 12:24–35; Lucas 16:14–15; Hechos 8:21–23
- 36 Salmo 92:14; Éxodo 15:20; Génesis 30:13; Jueces 4:4; Hechos 2:18
- 37 1 Timoteo 5:5; Salmo 23:6; Hechos 14:23; Salmo 27:4; Hechos 13:3
- 38 Lucas 2:25; 2 Corintios 9:15; Lucas 1:68; Marcos 15:43; Lucas 24:21
- 39 Lucas 2:4; Gálatas 4:4–5; Mateo 3:15; Deuteronomio 12:32; Lucas 2:21–24
- 40 Lucas 2:52; Lucas 1:80; Isaías 11:1–5; Juan 1:14; 1 Samuel 2:26
- 41 Números 28:16; Levítico 23:5; Éxodo 23:14–17; Deuteronomio 16:1–8; Éxodo 12:14
- 43 2 Crónicas 30:21–23; Éxodo 12:15; 2 Crónicas 25:17
- 44 Isaías 2:3; Salmo 122:1–4; Salmo 42:4
- 46 Isaías 49:1–2; Lucas 5:17; Isaías 50:4; Hechos 5:34; Mateo 27:63–64
- 47 Mateo 7:28; Lucas 4:32; Salmo 119:99; Juan 7:15; Lucas 4:22
- 48 Lucas 2:49; Mateo 12:46; Lucas 3:23; Lucas 4:22
- 49 Juan 6:38; Juan 8:29; Malaquías 3:1; Salmo 40:8; Juan 4:34
- 50 Lucas 18:34; Marcos 9:32; Lucas 9:45
- 51 Lucas 2:19; Daniel 7:28; Génesis 37:11; Marcos 6:3; Efesios 5:21
- 52 Lucas 2:40; Proverbios 3:3–4; 1 Samuel 2:26; Romanos 14:18; Lucas 1:80
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
¿Por qué mi Biblia dice algo distinto?
- Lucas 2:14: ¿«buena voluntad para con los hombres» o «paz a los hombres de buena voluntad»?
El canto de los ángeles difiere en una sola letra griega. La mayoría de los manuscritos, el Texto Patriarcal y la Doxología ortodoxa dicen eudokia: «Gloria en las alturas a Dios, y en la tierra paz, buena voluntad para con los hombres». Varios de los manuscritos más antiguos dicen eudokias: «paz a los hombres de su complacencia», que el latín tradujo «hombres de buena voluntad». Ambas lecturas ponen el origen de la paz en el favor de Dios.
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve.
In Thy good pleasure lies our peace. The body by its own weight gravitates towards its own place.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
See, for instance, what saith the Virgin even to Himself: "Behold, Thy father and I have sought Thee." For if this suspicion had been entertained, neither would He any longer have been accounted to be a Son of David, and this opinion not being held, many other evils besides would have arisen.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For we shall not tolerate the heretics who sever the Old Testament from the New, but shall believe Christ, who says concerning the temple, Wist ye not that I must be in My Father's house?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
For how are angels to cry "Glory to God in the highest" without being empowered by the Spirit?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)