1 Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. 2 τινὲς δὲ τῶν Φαρισαίων εἶπαν Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν; 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυεὶδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες; 4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5 καὶ ἔλεγεν αὐτοῖς Κύριός ἐστιν τοῦ σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου. 6 Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· 7 παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ. 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη. 9 εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτῶ ὑμᾶς εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ. 12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα, ὃν καὶ ὠνόμασεν, Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον καὶ Ἰωάνην, καὶ Φίλιππον καὶ Βαρθολομαῖον, 15 καὶ Μαθθαῖον καὶ Θωμᾶν, καὶ Ἰάκωβον Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν, 16 καὶ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριὼθ, ὃς ἐγένετο προδότης, 17 καὶ καταβὰς μετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, 18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. 24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. 27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 καὶ γὰρ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. 37 καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν. 39 Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται; 40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν. 43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ. 46 Τί δέ με καλεῖτε Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος. 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
Lucas · Nuevo Testamento griego de Nestle (1904)
Lucas 6 Nuevo Testamento griego de Nestle (1904)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Bartholomew
Listed among the Twelve after Philip in Matthew 10:3, Mark 3:18 and Luke 6:14; the Gospels say nothing more of him by that name.
Citado en la guía: Matthew 10:3; Mark 3:18; Luke 6:14
James
One of the Twelve, named son of Alphaeus in every list of the apostles.
Citado en la guía: Matthew 10:3; Mark 3:18; Luke 6:15
Judas Iscariot
One of the Twelve, son of Simon Iscariot, who betrayed Jesus.
Citado en la guía: Matthew 10:4; Mark 3:19; Luke 6:16
Simon the Zealot
One of the Twelve, called the Zealot, listed next to Judas Iscariot in each list.
Citado en la guía: Matthew 10:4; Mark 3:18; Luke 6:15
Thaddaeus
Listed as Thaddaeus in Matthew 10:3 and Mark 3:18 (Lebbaeus in some KJV readings) and as Judas son of James in Luke 6:16 in the same place among the Twelve; John 14:22 names a…
Citado en la guía: Matthew 10:3; Mark 3:18; Luke 6:16
Referencias cruzadas (48)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Deuteronomio 23:25; Marcos 2:23–28; Mateo 12:1–8; Levítico 23:7; Éxodo 12:15
- 2 Mateo 12:2; Juan 5:16; Éxodo 35:2; Juan 9:14–16; Juan 5:9–11
- 3 1 Samuel 21:3–6; Marcos 2:25–26; Mateo 12:3–5; Mateo 21:16; Marcos 12:26
- 4 Levítico 24:5–9
- 5 Marcos 2:27; Apocalipsis 1:10; Marcos 9:7; Mateo 11:5–8
- 6 Marcos 3:1–6; Mateo 12:9–14; Mateo 4:23; Juan 5:3; Lucas 4:31
- 7 Lucas 20:20; Salmo 38:12; Salmo 37:32–33; Marcos 3:2; Juan 9:26–29
- 8 Isaías 42:4; Mateo 9:4; Apocalipsis 2:23; Filipenses 1:28; 1 Pedro 4:1
- 9 Marcos 3:4; Mateo 12:12–13; Lucas 14:3; Juan 7:19–23; Lucas 9:56
- 10 Marcos 3:5; Éxodo 4:6–7; 1 Reyes 13:6; Salmo 107:20; Juan 5:8
- 11 Salmo 2:1–2; Hechos 5:33; Eclesiastés 9:3; Mateo 21:45; Juan 11:47
- 12 Hebreos 5:7; Marcos 6:46; Marcos 1:35; Marcos 14:34–36; Mateo 14:23–25
- 13 Marcos 3:13–19; Apocalipsis 21:14; Marcos 6:7; Mateo 9:36–10:4; Efesios 4:11
- 14 Hechos 1:13; Mateo 4:21; Juan 1:40–42; 2 Pedro 1:1; Juan 21:15–24
- 15 Mateo 9:9; Hechos 1:13; Marcos 3:18; Mateo 10:3–4; Gálatas 2:9
- 16 Juan 6:70–71; Judas 1; Mateo 27:3–5; Juan 14:22; Mateo 26:14–16
- 17 Mateo 11:21; Salmo 107:17–20; Mateo 14:14; Marcos 3:7–12; Mateo 12:15
- 18 Mateo 15:22; Mateo 17:15; Hechos 5:16
- 19 Mateo 14:36; Marcos 3:10; Hechos 5:15–16; Marcos 6:56; Marcos 5:30
- 20 Santiago 2:5; Lucas 6:20–24; 2 Corintios 8:9; Lucas 12:32; Mateo 25:34
- 21 Juan 6:35; Santiago 1:12; Mateo 5:6; Isaías 61:1–3; Apocalipsis 7:16
- 22 Mateo 5:10–12; Mateo 10:22; 1 Pedro 4:12–16; 1 Pedro 3:14; 1 Tesalonicenses 2:14–15
- 23 Hechos 5:41; Apocalipsis 21:7; Apocalipsis 3:5; Apocalipsis 3:12; Santiago 1:2
- 24 Salmo 49:6–7; Mateo 6:2; 1 Timoteo 6:17; Salmo 49:16–19; Santiago 5:1–6
- 25 Isaías 65:13; Santiago 4:9; Proverbios 14:13; Lucas 16:14–15; Apocalipsis 3:17
- 26 Juan 15:19; Santiago 4:4; Mateo 7:15; 1 Juan 4:5–6; Miqueas 2:11
- 27 1 Tesalonicenses 5:15; Lucas 6:35; Proverbios 25:21–22; Proverbios 24:17; Romanos 12:17–21
- 28 1 Pedro 3:9; Romanos 12:14; 1 Corintios 4:12; Lucas 23:34; Santiago 3:10
- 29 Hebreos 10:34; Mateo 5:39–42; 2 Corintios 11:20; Isaías 50:6; 1 Corintios 6:7
- 30 Deuteronomio 15:7–10; Hechos 20:35; Isaías 58:7–10; Salmo 41:1; Mateo 6:12
- 31 Mateo 7:12; Gálatas 5:14; Mateo 22:39; Santiago 2:8–16
- 32 Mateo 5:46–47; 1 Pedro 2:19–20
- 34 Mateo 5:42; Lucas 14:12–14; Lucas 6:35; Deuteronomio 15:8–11
- 35 Mateo 5:44–45; Juan 13:35; Proverbios 19:17; Romanos 5:8–10; Salmo 145:9
- 36 Efesios 5:1–2; Mateo 5:48; 1 Pedro 1:15–16; Efesios 4:31
- 37 Efesios 4:32; Santiago 5:9; Mateo 7:1–5; Marcos 11:25; 1 Corintios 13:4–7
- 38 2 Corintios 9:6–8; Deuteronomio 15:10; Marcos 4:24; Proverbios 3:9–10; Mateo 7:2
- 39 Mateo 15:14; 2 Timoteo 3:13; Isaías 9:16; Mateo 23:16–26; 1 Timoteo 6:3–5
- 40 Juan 13:16; Mateo 10:24–25; Juan 15:20; Mateo 23:15
- 41 Juan 8:7; Santiago 1:24; Romanos 2:1; Romanos 2:21–24; Mateo 7:3–5
- 42 Romanos 2:21–29; 1 Tesalonicenses 2:10–12; Salmo 51:9–13; Apocalipsis 3:17–18; 2 Timoteo 2:21
- 43 Mateo 12:33; Mateo 7:16–20; Jeremías 2:21; Mateo 3:10; Salmo 92:12–14
- 44 Santiago 3:12; Mateo 12:33; Gálatas 5:19–23; Tito 2:11–13; Judas 12
- 45 Proverbios 4:23; Mateo 12:34–37; Efesios 4:29; Juan 7:38; Salmo 37:30–31
- 46 Gálatas 6:7; Mateo 7:21–23; Malaquías 1:6; Lucas 13:25–27; Mateo 25:44
- 47 Santiago 1:22–25; Mateo 7:24–27; Lucas 11:28; Juan 14:15; Santiago 4:17
- 48 1 Corintios 3:10–15; Salmo 62:2; Mateo 7:25–26; Isaías 28:16; Judas 24
- 49 Ezequiel 33:31; Santiago 1:22–26; Mateo 13:20–22; 2 Pedro 1:5–9; 1 Juan 2:3–4
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… false witness; "not rendering evil for evil, or railing for railing," or blow for blow, or cursing for cursing, but being mindful of what the Lord said in His teaching: "Judge not, that ye be not judged; forgive, and it shall be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be …
But I say unto you, Pray for your enemies, and love them that hate you, and bless them that curse you, and pray for them that despitefully use you." And that we should communicate to the needy, and do nothing for glory, He said, "Give to him that asketh, and from him that would borrow turn not away; for if …
The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve. The other eighteen Æons are made manifest in this way: that the Lord, [according to them,] …
… they are multiplied above number." This takes place now, since He has spoken, first by the mouth of his forerunner John, and afterward by His own mouth, saying, "Repent: for the kingdom of heaven is at hand." He chose disciples, whom He also called apostles, of lowly birth, unhonored, and illiterate, so that whatever great thing they might be or …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
And again He saith, "When they shall cast out your name as evil, rejoice ye, and leap for joy." For not only of the dangers they underwent, but of the calumny also, He appoints the recompence to be great.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)