PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας, και ελαλησεν μετ εμου λεγων· δευρο δειξω σοι το κριμα της πορνης της μεγαλης της καθημενης επι υδατων πολλων, 1 One of the seven angels who had the seven bowls came and spoke with me, saying, “Come here. I will show you the judgment of the great prostitute who sits on many waters,
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
2 μεθ ης επορνευσαν οι βασιλεις της γης, και εμεθυσθησαν οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης. 2 with whom the kings of the earth committed sexual immorality. Those who dwell on the earth were made drunken with the wine of her sexual immorality.”
2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3 και απηνεγκεν με εις ερημον εν πνευματι. και ειδον γυναικα καθημενην επι [το] θηριον [το] κοκκινον, γεμον ονοματα βλασφημιας, εχον κεφαλας επτα και κερατα δεκα. 3 He carried me away in the Spirit into a wilderness. I saw a woman sitting on a scarlet-colored beast, full of blasphemous names, having seven heads and ten horns.
3 καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ [τὸ] θηρίον [τὸ] κόκκινον, γέμον ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4 και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταις, εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτης, γεμον βδελυγματων, και τα ακαθαρτα της πορνειας της γης, 4 The woman was dressed in purple and scarlet, and decked with gold and precious stones and pearls, having in her hand a golden cup full of abominations and the impurities of the sexual immorality of the earth.
4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,
5 και επι το μετωπον αυτης ονομα γεγραμμενον· μυστηριον, βαβυλων η μεγαλη, η μητηρ των πορνων και των βδελυγματων της γης. 5 And on her forehead a name was written, “MYSTERY, BABYLON THE GREAT, THE MOTHER OF THE PROSTITUTES AND OF THE ABOMINATIONS OF THE EARTH.”
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6 και ειδον την γυναικα μεθυουσαν εκ του αιματος των αγιων και εκ του αιματος των μαρτυρων ιησου. και εθαυμασα ιδων αυτην θαυμα μεγα. 6 I saw the woman drunken with the blood of the saints and with the blood of the martyrs of Jesus. When I saw her, I wondered with great amazement.
6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.
7 και ειπεν μοι ο αγγελος· διατι εθαυμασας; εγω ερω σοι το μυστηριον της γυναικος και του θηριου του βασταζοντος αυτην, του εχοντος τας επτα κεφαλας και τα δεκα κερατα. 7 The angel said to me, “Why do you wonder? I will tell you the mystery of the woman and of the beast that carries her, which has the seven heads and the ten horns.
7 Καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8 το θηριον ο ειδες, ην και ουκ εστιν, και μελλει αναβαινειν εκ της αβυσσου και εις απωλειαν υπαγειν· και θαυμασονται οι κατοικουντες επι της γης, ων ου γεγραπται τα ονομα επι το βιβλιον της ζωης απο καταβολης κοσμου, βλεποντων το θηριον οτι ην, και ουκ εστιν και παρεσται. 8 The beast that you saw was, and is not; and is about to come up out of the abyss and to go into destruction. Those who dwell on the earth and whose names have not been written in the book of life from the foundation of the world will marvel when they see that the beast was, and is not, and shall be present.
8 Τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν, καὶ οὐκ ἔστι καὶ παρέσται.
9 ωδε ο νους ο εχων σοφιαν. αι επτα κεφαλαι ορη επτα εισιν, οπου η γυνη καθηται επ αυτων, 9 Here is the mind that has wisdom. The seven heads are seven mountains on which the woman sits.
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ὄρη ἑπτά εἰσιν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν,
10 και βασιλεις επτα εισιν· οι πεντε επεσαν, ο εις εστιν, ο αλλος ουπω ηλθεν, και οταν ελθη, ολιγον αυτον δει μειναι. 10 They are seven kings. Five have fallen, the one is, and the other has not yet come. When he comes, he must continue a little while.
10 καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
11 και το θηριον ο ην και ουκ εστιν, και αυτος ογδοος εστιν, και εκ των επτα εστιν, και εις απωλειαν υπαγει. 11 The beast that was, and is not, is himself also an eighth, and is of the seven; and he goes to destruction.
11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12 και τα δεκα κερατα α ειδες δεκα βασιλεις εισιν, οιτινες βασιλειαν ουπω ελαβον, αλλ εξουσιαν ως βασιλεις μιαν ωραν λαμβανουσιν μετα του θηριου. 12 The ten horns that you saw are ten kings who have received no kingdom as yet, but they receive authority as kings with the beast for one hour.
12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
13 ουτοι μιαν γνωμην εχουσιν, και την δυναμιν και την εξουσιαν αυτων τω θηριω διδοασιν. 13 These have one mind, and they give their power and authority to the beast.
13 οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14 ουτοι μετα του αρνιου πολεμησουσιν, και το αρνιον νικησει αυτους, οτι κυριος κυριων εστιν και βασιλευς βασιλεων, και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι. 14 These will war against the Lamb, and the Lamb will overcome them, for he is Lord of lords and King of kings; and those who are with him are called, chosen, and faithful.”
14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 και λεγει μοι· τα υδατα α ειδες, ου η πορνη καθηται, λαοι και οχλοι εισιν και εθνη και γλωσσαι. 15 He said to me, “The waters which you saw, where the prostitute sits, are peoples, multitudes, nations, and languages.
15 Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.
16 και τα δεκα κερατα α ειδες και το θηριον, ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην, και τας σαρκας αυτης φαγονται, και αυτην κατακαυσουσιν εν πυρι. 16 The ten horns which you saw, they and the beast will hate the prostitute, will make her desolate, will strip her naked, will eat her flesh, and will burn her utterly with fire.
16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17 ο γαρ θεος εδωκεν εις τας καρδιας αυτων ποιησαι την γνωμην αυτου, και ποιησαι μιαν γνωμην και δουναι την βασιλειαν αυτων τω θηριω, αχρι τελεσθωσιν οι λογοι του θεου. 17 For God has put in their hearts to do what he has in mind, to be of one mind, and to give their kingdom to the beast, until the words of God should be accomplished.
17 ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.
18 και η γυνη ην ειδες εστιν η πολις η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων της γης. 18 The woman whom you saw is the great city which reigns over the kings of the earth.”
18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.