Saltar al texto

Apocalipsis · Texto Patriarcal (Antoniades 1904/1912)

Apocalipsis 7 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και μετα τουτο ειδον τεσσαρας αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης, κρατουντας τους τεσσαρας ανεμους της γης, ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον.
1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
2 και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολης ηλιου, εχοντα σφραγιδα θεου ζωντος, και εκραξεν φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις, οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν,
2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λεγων· μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα, αχρι ου σφραγισωμεν τους δουλους του θεου ημων επι των μετωπων αυτων.
3 λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 και ηκουσα τον αριθμον των εσφραγισμενων· εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες εσφραγισμενοι εκ πασης φυλης υιων ισραηλ·
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 εκ φυλης ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι, εκ φυλης ρουβην δωδεκα χιλιαδες, εκ φυλης γαδ δωδεκα χιλιαδες,
5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 εκ φυλης ασηρ δωδεκα χιλιαδες, εκ φυλης νεφθαλειμ δωδεκα χιλιαδες, εκ φυλης μανασση δωδεκα χιλιαδες,
6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 εκ φυλης συμεων δωδεκα χιλιαδες, εκ φυλης λευι δωδεκα χιλιαδες, εκ φυλης ισσαχαρ δωδεκα χιλιαδες,
7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες,
8 εκ φυλης ζαβουλων δωδεκα χιλιαδες, εκ φυλης ιωσηφ δωδεκα χιλιαδες, εκ φυλης βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι.
8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
9 μετα ταυτα ειδον, και ιδου οχλος πολυς, ον αριθμησαι αυτον ουδεις εδυνατο, εκ παντος εθνους και φυλων και λαων και γλωσσων, εστωτας ενωπιον του θρονου και ενωπιον του αρνιου, περιβεβλημενους στολας λευκας, και φοινικες εν ταις χερσιν αυτων·
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10 και κραζουσιν φωνη μεγαλη λεγοντες· η σωτηρια τω θεω ημων τω καθημενω επι του θρονου και τω αρνιω.
10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ.
11 και παντες οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων, και επεσαν ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
12 λεγοντες· αμην· η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιωνων· αμην.
12 λέγοντες· ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13 και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι· ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες εισιν και ποθεν ηλθον;
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
14 και ειρηκα αυτω· κυριε μου, συ οιδας. και ειπεν μοι· ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης, και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του αρνιου.
14 καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου. και ο καθημενος επι του θρονου σκηνωσει επ αυτους.
15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
16 ου πεινασουσιν ετι ουδε διψησουσιν ετι, ουδ ου μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα,
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 οτι το αρνιον το ανα μεσον του θρονου ποιμαινει αυτους, και οδηγησει αυτους επι ζωης πηγας υδατων, και εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων.
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
Referencias cruzadas (16)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 24:31; Daniel 7:2; Jeremías 49:36; Marcos 13:27; Daniel 8:8
  2. 2 Efesios 4:30; 2 Corintios 1:22; Apocalipsis 7:3–8; Apocalipsis 9:4; Efesios 1:13
  3. 3 Ezequiel 9:4; Apocalipsis 22:4; Apocalipsis 9:4; Apocalipsis 13:16; Éxodo 12:13
  4. 4 Apocalipsis 14:1; Apocalipsis 14:3; Lucas 22:30; Mateo 19:28; Hechos 26:7
  5. 5 Éxodo 1:2–4; Números 13:4–16; Números 10:14–27; Números 1:4–15; 1 Corintios 2:1–2
  6. 6 Lucas 2:36
  7. 7 Génesis 35:23; Números 26:14; Génesis 29:34; Números 1:22; Génesis 49:5
  8. 9 Apocalipsis 5:9; Juan 12:13; Salmo 117:1–2; Apocalipsis 7:13–15; Salmo 2:8
  9. 10 Apocalipsis 19:1; Salmo 3:8; Isaías 45:21; Apocalipsis 12:10; Efesios 2:8
  10. 11 Apocalipsis 5:11–13; Apocalipsis 19:4–6; Apocalipsis 4:6; Apocalipsis 4:10; Hebreos 1:6
  11. 12 Apocalipsis 5:12–14; Judas 25; Colosenses 3:17; Salmo 100:4; Apocalipsis 19:4
  12. 13 Apocalipsis 7:9; Apocalipsis 4:10; Apocalipsis 5:11; Apocalipsis 5:5; Juan 7:28
  13. 14 1 Juan 1:7; Apocalipsis 22:14; Hebreos 13:12; Apocalipsis 1:5; Apocalipsis 12:11
  14. 15 Apocalipsis 21:3–4; Apocalipsis 22:3; Isaías 4:5–6; 2 Corintios 6:16; Hebreos 12:2
  15. 16 Isaías 49:10; Mateo 5:6; Juan 4:14; Salmo 121:6; Lucas 6:21
  16. 17 Juan 7:37–38; Salmo 36:8–9; Juan 4:14; Salmo 23:1–2; Juan 4:11

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 7:4 Augustine of Hippo, On Christian Doctrine (Book III, Chapters 35–36)

    … which the Church is a sojourner among aliens); or when multiplied into themselves, as ten into ten gives one hundred, and twelve into twelve gives one hundred and forty-four, which last number is used in the Apocalypse to signify the whole body of the saints. Hence it appears that it is not merely questions about times that are to be …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Cita 7:9 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXI)

    The Apocalypse hath this written; "After this I beheld of all languages, and nations, and tribes, a great multitude, which no man can number, coming with white robes and palms." This is the mass of the saints.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)