Saltar al texto

Apocalipsis · Texto Patriarcal (Antoniades 1904/1912)

Apocalipsis 8 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και οτε ηνοιξεν την σφραγιδα την εβδομην, εγενετο σιγη εν τω ουρανω ως ημιωριον.
1 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
2 και ειδον τους επτα αγγελους οι ενωπιον του θεου εστηκασιν, και εδοθησαν αυτοις επτα σαλπιγγες.
2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 και αλλος αγγελος ηλθεν και εσταθη επι του θυσιαστηριου εχων λιβανωτον χρυσουν, και εδοθη αυτω θυμιαματα πολλα, ινα δωσει ταις προσευχαις των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου.
3 καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
4 και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χειρος του αγγελου ενωπιον του θεου.
4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.
5 και ειληφεν ο αγγελος τον λιβανωτον και εγεμισεν αυτον εκ του πυρος του θυσιαστηριου και εβαλεν εις την γην. και εγενοντο βρονται και φωναι και αστραπαι και σεισμος.
5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν. καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
6 και οι επτα αγγελοι οι εχοντες τας επτα σαλπιγγας ητοιμασαν εαυτους ινα σαλπισωσιν.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
7 και ο πρωτος εσαλπισεν, και εγενετο χαλαζα και πυρ μεμιγμενα εν αιματι, και εβληθη εις την γην· και το τριτον της γης κατεκαη, και το τριτον των δενδρων κατεκαη, και πας χορτος χλωρος κατεκαη.
7 Καὶ ὁ πρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8 και ο δευτερος αγγελος εσαλπισεν, και ως ορος μεγα [πυρι] καιομενον εβληθη εις την θαλασσαν, και εγενετο το τριτον της θαλασσης αιμα,
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα [πυρὶ] καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9 και απεθανεν το τριτον των κτισματων των εν τη θαλασση, τα εχοντα ψυχας, και το τριτον των πλοιων διεφθαρη.
9 καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
10 και ο τριτος αγγελος εσαλπισεν, και επεσεν εκ του ουρανου αστηρ μεγας καιομενος ως λαμπας, και επεσεν επι το τριτον των ποταμων και επι τας πηγας των υδατων.
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
11 και το ονομα του αστερος λεγεται ο αψινθος. και εγενετο το τριτον των υδατων εις αψινθον, και πολλοι των ανθρωπων απεθανον εκ των υδατων, οτι επικρανθησαν.
11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 και ο τεταρτος αγγελος εσαλπισεν, και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων, ινα σκοτισθη το τριτον αυτων, και το τριτον αυτης μη φανη η ημερα, και η νυξ ομοιως.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ τρίτον αὐτῆς μὴ φανῇ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
13 και ειδον και ηκουσα ενος αετου πετομενου εν μεσουρανηματι, λεγοντος φωνη μεγαλη· ουαι, ουαι, ουαι τους κατοικουντας επι της γης εκ των λοιπων φωνων της σαλπιγγος των τριων αγγελων των μελλοντων σαλπιζειν.
13 Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ· οὐαί, οὐαί, οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
Referencias cruzadas (13)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Zacarías 2:13; Habacuc 2:20; Apocalipsis 6:1; Salmo 62:1; Job 4:16
  2. 2 Lucas 1:19; Apocalipsis 11:15; Apocalipsis 8:6–9:1; Mateo 18:10; Amós 3:6–8
  3. 3 Apocalipsis 5:8; Apocalipsis 8:4; Salmo 141:2; Lucas 1:10; Apocalipsis 9:13
  4. 4 Salmo 141:2; Lucas 1:10; Apocalipsis 8:3; Éxodo 30:1; Apocalipsis 15:8
  5. 5 Apocalipsis 11:19; Apocalipsis 4:5; Isaías 29:6; Hechos 16:26; Ezequiel 10:2–7
  6. 6 Apocalipsis 8:2
  7. 7 Ezequiel 38:22; Apocalipsis 9:4; Apocalipsis 9:18; Apocalipsis 9:15; Isaías 28:2
  8. 8 Jeremías 51:25; Éxodo 7:17–21; Marcos 11:23; Apocalipsis 8:7; Apocalipsis 11:6
  9. 9 Apocalipsis 8:7; Isaías 2:16; Apocalipsis 16:3; Apocalipsis 8:12; Salmo 48:7
  10. 10 Apocalipsis 16:4; Apocalipsis 9:1; Isaías 14:12; Apocalipsis 6:13; Apocalipsis 14:7
  11. 11 Jeremías 23:15; Jeremías 9:15; Deuteronomio 29:18; Proverbios 5:4; Lamentaciones 3:19
  12. 12 Joel 2:31; Isaías 13:10; Joel 2:10; Mateo 24:29; 2 Tesalonicenses 2:9–12
  13. 13 Apocalipsis 9:12; Apocalipsis 11:14; Ezequiel 2:10; Apocalipsis 14:6; Hebreos 1:14

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias