Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 19 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
WEB World English Bible (clásica, con deuterocanónicos)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 τοτε ουν ελαβεν ο πιλατος τον ιησουν και εμαστιγωσεν.
1 So Pilate then took Jesus and flogged him.
1 Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσε.
2 και οι στρατιωται πλεξαντες στεφανον εξ ακανθων επεθηκαν αυτου τη κεφαλη, και ιματιον πορφυρουν περιεβαλον αυτον
2 The soldiers twisted thorns into a crown and put it on his head, and dressed him in a purple garment.
2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν
3 και ελεγον· χαιρε ο βασιλευς των ιουδαιων· και εδιδουν αυτω ραπισματα.
3 They kept saying, “Hail, King of the Jews!” and they kept slapping him.
3 καὶ ἔλεγον· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.
4 εξηλθεν ουν παλιν εξω ο πιλατος και λεγει αυτοις· ιδε αγω υμιν αυτον εξω, ινα γνωτε οτι εν αυτω ουδεμιαν αιτιαν ευρισκω.
4 Then Pilate went out again, and said to them, “Behold, I bring him out to you, that you may know that I find no basis for a charge against him.”
4 ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
5 εξηλθεν ουν ο ιησους εξω φορων τον ακανθινον στεφανον και το πορφυρουν ιματιον, και λεγει αυτοις· ιδε ο ανθρωπος.
5 Jesus therefore came out, wearing the crown of thorns and the purple garment. Pilate said to them, “Behold, the man!”
5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον,
6 οτε ουν ειδον αυτον οι αρχιερεις και οι υπηρεται, εκραυγασαν λεγοντες· σταυρωσον σταυρωσον αυτον. λεγει αυτοις ο πιλατος· λαβετε αυτον υμεις και σταυρωσατε· εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν.
6 When therefore the chief priests and the officers saw him, they shouted, saying, “Crucify! Crucify!” Pilate said to them, “Take him yourselves and crucify him, for I find no basis for a charge against him.”
6 καὶ λέγει αὐτοῖς· ἴδε ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
7 απεκριθησαν αυτω οι ιουδαιοι· ημεις νομον εχομεν, και κατα τον νομον ημων οφειλει αποθανειν, οτι εαυτον θεου υιον εποιησεν.
7 The Jews answered him, “We have a law, and by our law he ought to die, because he made himself the Son of God.”
7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
8 οτε ουν ηκουσεν ο πιλατος τουτον τον λογον, μαλλον εφοβηθη,
8 When therefore Pilate heard this saying, he was more afraid.
8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
9 και εισηλθεν εις το πραιτωριον παλιν και λεγει τω ιησου· ποθεν ει συ; ο δε ιησους αποκρισιν ουκ εδωκεν αυτω.
9 He entered into the Praetorium again, and said to Jesus, “Where are you from?” But Jesus gave him no answer.
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 λεγει ουν αυτω ο πιλατος· εμοι ου λαλεις; ουκ οιδας οτι εξουσιαν εχω σταυρωσαι σε και εξουσιαν εχω απολυσαι σε;
10 Pilate therefore said to him, “Aren’t you speaking to me? Don’t you know that I have power to release you and have power to crucify you?”
10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
11 απεκριθη ιησους· ουκ ειχες εξουσιαν ουδεμιαν κατ εμου, ει μη ην σοι δεδομενον ανωθεν· δια τουτο ο παραδιδους με σοι μειζονα αμαρτιαν εχει.
11 Jesus answered, “You would have no power at all against me, unless it were given to you from above. Therefore he who delivered me to you has greater sin.”
11 ἀπεκρίθη Ἰησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
12 εκ τουτου εζητει ο πιλατος απολυσαι αυτον· οι δε ιουδαιοι εκραζον λεγοντες· εαν τουτον απολυσης, ουκ ει φιλος του καισαρος. πας ο βασιλεα εαυτον ποιων αντιλεγει τω καισαρι.
12 At this, Pilate was seeking to release him, but the Jews cried out, saying, “If you release this man, you aren’t Caesar’s friend! Everyone who makes himself a king speaks against Caesar!”
12 ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
13 ο ουν πιλατος ακουσας τουτον τον λογον ηγαγεν εξω τον ιησουν, και εκαθισεν επι του βηματος εις τοπον λεγομενον λιθοστρωτον, εβραιστι δε γαββαθα·
13 When Pilate therefore heard these words, he brought Jesus out and sat down on the judgment seat at a place called “The Pavement”, but in Hebrew, “Gabbatha.”
13 ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ·
14 ην δε παρασκευη του πασχα, ωρα δε ωσει εκτη· και λεγει τοις ιουδαιοις· ιδε ο βασιλευς υμων.
14 Now it was the Preparation Day of the Passover, at about the sixth hour. He said to the Jews, “Behold, your King!”
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν.
15 οι δε εκραυγασαν· αρον αρον, σταυρωσον αυτον. λεγει αυτοις ο πιλατος· τον βασιλεα υμων σταυρωσω; απεκριθησαν οι αρχιερεις· ουκ εχομεν βασιλεα ει μη καισαρα.
15 They cried out, “Away with him! Away with him! Crucify him!” Pilate said to them, “Shall I crucify your King?” The chief priests answered, “We have no king but Caesar!”
15 οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16 τοτε ουν παρεδωκεν αυτον αυτοις ινα σταυρωθη. παρελαβον δε τον ιησουν και ηγαγον·
16 So then he delivered him to them to be crucified. So they took Jesus and led him away.
16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
17 και βασταζων τον σταυρον αυτου εξηλθεν εις τον λεγομενον κρανιου τοπον, ος λεγεται εβραιστι γολγοθα,
17 He went out, bearing his cross, to the place called “The Place of a Skull”, which is called in Hebrew, “Golgotha”,
17 Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ,
18 οπου αυτον εσταυρωσαν, και μετ αυτου αλλους δυο εντευθεν και εντευθεν, μεσον δε τον ιησουν.
18 where they crucified him, and with him two others, on either side one, and Jesus in the middle.
18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19 εγραψεν δε και τιτλον ο πιλατος και εθηκεν επι του σταυρου· ην δε γεγραμμενον· ιησους ο ναζωραιος ο βασιλευς των ιουδαιων.
19 Pilate wrote a title also, and put it on the cross. There was written, “JESUS OF NAZARETH, THE KING OF THE JEWS.”
19 ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 τουτον ουν τον τιτλον πολλοι ανεγνωσαν των ιουδαιων, οτι εγγυς ην της πολεως ο τοπος οπου εσταυρωθη ο ιησους· και ην γεγραμμενον εβραιστι, ελληνιστι, ρωμαιστι.
20 Therefore many of the Jews read this title, for the place where Jesus was crucified was near the city; and it was written in Hebrew, in Latin, and in Greek.
20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.
21 ελεγον ουν τω πιλατω οι αρχιερεις των ιουδαιων· μη γραφε, ο βασιλευς των ιουδαιων, αλλ οτι εκεινος ειπεν, βασιλευς ειμι των ιουδαιων.
21 The chief priests of the Jews therefore said to Pilate, “Don’t write, ‘The King of the Jews,’ but, ‘he said, “I am King of the Jews.”’”
21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· μὴ γράφε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι τῶν Ἰουδαίων.
22 απεκριθη ο πιλατος· ο γεγραφα, γεγραφα.
22 Pilate answered, “What I have written, I have written.”
22 ἀπεκρίθη ὁ Πιλᾶτος· ὃ γέγραφα, γέγραφα.
23 οι ουν στρατιωται οτε εσταυρωσαν τον ιησουν, ελαβον τα ιματια αυτου και εποιησαν τεσσαρα μερη, εκαστω στρατιωτη μερος, και τον χιτωνα· ην δε ο χιτων αρραφος, εκ των ανωθεν υφαντος δι ολου.
23 Then the soldiers, when they had crucified Jesus, took his garments and made four parts, to every soldier a part; and also the tunic. Now the tunic was without seam, woven from the top throughout.
23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.
24 ειπον ουν προς αλληλους· μη σχισωμεν αυτον, αλλα λαχωμεν περι αυτου τινος εσται· ινα η γραφη πληρωθη η λεγουσα· διεμερισαντο τα ιματια μου εαυτοις, και επι τον ιματισμον μου εβαλον κληρον. οι μεν ουν στρατιωται ταυτα εποιησαν.
24 Then they said to one another, “Let’s not tear it, but cast lots for it to decide whose it will be,” that the Scripture might be fulfilled, which says, “They parted my garments among them. They cast lots for my clothing.” Therefore the soldiers did these things.
24 εἶπον οὖν πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
25 ειστηκεισαν δε παρα τω σταυρω του ιησου η μητηρ αυτου και η αδελφη της μητρος αυτου, μαρια η του κλωπα και μαρια η μαγδαληνη.
25 But standing by Jesus’ cross were his mother, his mother’s sister, Mary the wife of Clopas, and Mary Magdalene.
25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
26 ιησους ουν ιδων την μητερα και τον μαθητην παρεστωτα ον ηγαπα, λεγει τη μητρι αυτου· γυναι, ιδε ο υιος σου.
26 Therefore when Jesus saw his mother, and the disciple whom he loved standing there, he said to his mother, “Woman, behold, your son!”
26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου.
27 ειτα λεγει τω μαθητη· ιδου η μητηρ σου. και απ εκεινης της ωρας ελαβεν ο μαθητης αυτην εις τα ιδια.
27 Then he said to the disciple, “Behold, your mother!” From that hour, the disciple took her to his own home.
27 εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 μετα τουτο ειδως ο ιησους οτι παντα ηδη τετελεσται, ινα τελειωθη η γραφη, λεγει· διψω.
28 After this, Jesus, seeing that all things were now finished, that the Scripture might be fulfilled, said, “I am thirsty!”
28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ.
29 σκευος ουν εκειτο οξους μεστον· οι δε πλησαντες σπογγον οξους και υσσωπω περιθεντες προσηνεγκαν αυτου τω στοματι.
29 Now a vessel full of vinegar was set there; so they put a sponge full of the vinegar on hyssop, and held it at his mouth.
29 σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 οτε ουν ελαβεν το οξος ο ιησους ειπεν, τετελεσται, και κλινας την κεφαλην παρεδωκεν το πνευμα.
30 When Jesus therefore had received the vinegar, he said, “It is finished!” Then he bowed his head and gave up his spirit.
30 ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε, τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
31 οι ουν ιουδαιοι, ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω, επει παρασκευη ην· ην γαρ μεγαλη η ημερα εκεινου του σαββατου· ηρωτησαν τον πιλατον ινα κατεαγωσιν αυτων τα σκελη, και αρθωσιν.
31 Therefore the Jews, because it was the Preparation Day, so that the bodies wouldn’t remain on the cross on the Sabbath (for that Sabbath was a special one), asked of Pilate that their legs might be broken and that they might be taken away.
31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32 ηλθον ουν οι στρατιωται, και του μεν πρωτου κατεαξαν τα σκελη και του αλλου του συσταυρωθεντος αυτω·
32 Therefore the soldiers came and broke the legs of the first and of the other who was crucified with him;
32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
33 επι δε τον ιησουν ελθοντες ως ειδον αυτον ηδη τεθνηκοτα, ου κατεαξαν αυτου τα σκελη,
33 but when they came to Jesus and saw that he was already dead, they didn’t break his legs.
33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
34 αλλ εις των στρατιωτων λογχη αυτου την πλευραν ενυξεν, και ευθεως εξηλθεν αιμα και υδωρ.
34 However, one of the soldiers pierced his side with a spear, and immediately blood and water came out.
34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
35 και ο εωρακως μεμαρτυρηκεν, και αληθινη αυτου εστιν η μαρτυρια, κακεινος οιδεν οτι αληθη λεγει, ινα [και] υμεις πιστευσητε.
35 He who has seen has testified, and his testimony is true. He knows that he tells the truth, that you may believe.
35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα [καὶ] ὑμεῖς πιστεύσητε.
36 εγενετο γαρ ταυτα, ινα η γραφη πληρωθη, οστουν ου συντριβησεται αυτου.
36 For these things happened that the Scripture might be fulfilled, “A bone of him will not be broken.”
36 ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
37 και παλιν ετερα γραφη λεγει· οψονται εις ον εξεκεντησαν.
37 Again another Scripture says, “They will look on him whom they pierced.”
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 μετα δε ταυτα ηρωτησεν τον πιλατον ιωσηφ ο απο αριμαθαιας, ων μαθητης του ιησου, κεκρυμμενος δε δια τον φοβον των ιουδαιων, ινα αρη το σωμα του ιησου· και επετρεψεν ο πιλατος. ηλθεν ουν και ηρεν το σωμα του ιησου.
38 After these things, Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, asked of Pilate that he might take away Jesus’ body. Pilate gave him permission. He came therefore and took away his body.
38 Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
39 ηλθεν δε και νικοδημος ο ελθων προς τον ιησουν νυκτος το πρωτον, φερων μιγμα σμυρνης και αλοης ως λιτρας εκατον.
39 Nicodemus, who at first came to Jesus by night, also came bringing a mixture of myrrh and aloes, about a hundred Roman pounds.
39 ἦλθε δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
40 ελαβον ουν το σωμα του ιησου και εδησαν αυτο εν οθονιοις μετα των αρωματων, καθως εθος εστιν τοις ιουδαιοις ενταφιαζειν.
40 So they took Jesus’ body, and bound it in linen cloths with the spices, as the custom of the Jews is to bury.
40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41 ην δε εν τω τοπω οπου εσταυρωθη κηπος, και εν τω κηπω μνημειον καινον, εν ω ουδεπω ουδεις ετεθη·
41 Now in the place where he was crucified there was a garden. In the garden was a new tomb in which no man had ever yet been laid.
41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη·
42 εκει ουν δια την παρασκευην των ιουδαιων, οτι εγγυς ην το μνημειον, εθηκαν τον ιησουν.
42 Then, because of the Jews’ Preparation Day (for the tomb was near at hand), they laid Jesus there.
42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Clopas

    Husband of Mary

    Named only in John 19:25 as the husband of the Mary standing near the cross.

    Citado en la guía: John 19:25

  • Mary

    Wife of Clopas, at the cross

    One of the women who stood near the cross of Jesus with His mother and Mary Magdalene, identified in John 19:25 as the wife of Clopas.

    Citado en la guía: John 19:25

  • Mary Magdalene

    Disciple, witness of the resurrection

    A woman from whom seven demons had gone out, who followed and supported Jesus from Galilee, stood by the cross, saw the burial, and was the first to see the empty tomb and the…

    Citado en la guía: Matthew 27:56; Luke 8:2; John 19:25

  • Mary's sister

    Sister of Jesus' mother

    John 19:25 says that near the cross stood His mother and her sister, then Mary the wife of Clopas and Mary Magdalene. The text gives her no name, and it is not stated whether she…

    Citado en la guía: John 19:25

  • Nicodemus

    Pharisee and leader of the Jews

    A Pharisee and leader of the Jews who came to Jesus at night, later asked the council to hear Jesus before judging him, and brought myrrh and aloes of about seventy-five pounds…

    Citado en la guía: John 3:1; John 7:50; John 19:39

Referencias cruzadas (41)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Isaías 53:5; Mateo 20:19; Isaías 50:6; Lucas 23:16; Lucas 18:33
  2. 2 Marcos 15:16–20; Salmo 22:6; Isaías 53:3; Mateo 27:27–31; Lucas 23:11
  3. 3 Mateo 27:29; Mateo 26:49; Lucas 1:28; Juan 19:19–22; Juan 18:33
  4. 4 Juan 18:38; Juan 19:6; Lucas 23:4; Lucas 23:47; 1 Pedro 2:22
  5. 5 Juan 19:2; Juan 1:29; Isaías 7:14; Hebreos 12:2; Isaías 40:9
  6. 6 Juan 18:31; Juan 19:4; Mateo 27:22; Hechos 13:27–29; Mateo 27:24
  7. 7 Levítico 24:16; Juan 5:18; Mateo 26:63–66; Romanos 1:4; Mateo 27:42–43
  8. 8 Juan 19:13; Hechos 14:11–19
  9. 9 Juan 18:33; Filipenses 1:28; Jueces 13:6; Marcos 15:3–5; Salmo 38:13–15
  10. 10 Daniel 5:19; Daniel 3:14–15; Juan 18:39
  11. 11 Romanos 13:1; Juan 3:27; Hechos 2:23; Daniel 4:17; Juan 7:30
  12. 12 Marcos 6:16–26; Juan 18:33–36; Hechos 17:6–7; Lucas 23:2–5; Hechos 24:24–27
  13. 13 Salmo 82:5–7; Mateo 27:19; Isaías 51:12–13; Amós 4:7; Lucas 12:5
  14. 14 Mateo 27:62; Juan 19:5; Marcos 15:25; Juan 19:42; Marcos 15:33–34
  15. 15 Lucas 23:18; Hechos 21:36; Juan 19:6; Génesis 49:10; Hechos 22:22
  16. 16 Lucas 23:24–25; Mateo 27:26–31; Marcos 15:15–20
  17. 17 Lucas 23:33; Lucas 14:27; Lucas 23:26; Hechos 7:58; Marcos 15:32
  18. 18 Isaías 53:12; Juan 18:32; Marcos 15:24–27; Mateo 27:44; Mateo 27:35–38
  19. 19 Mateo 27:37; Marcos 15:26; Lucas 23:38; Juan 19:14; Juan 19:21
  20. 20 Hechos 26:14; Juan 5:2; Hechos 22:2; Apocalipsis 16:16; Juan 19:13
  21. 21 Juan 19:14; Juan 19:19
  22. 22 Salmo 76:10; Juan 19:12; Ester 4:16; Proverbios 8:29; Salmo 65:7
  23. 23 Lucas 23:34; Marcos 15:24; Mateo 27:35; Éxodo 39:22–23
  24. 24 Salmo 22:18; Juan 19:36–37; Juan 19:28; Hechos 13:27
  25. 25 Lucas 23:49; Mateo 27:55–56; Marcos 15:40–41; Juan 20:1; Juan 20:11–18
  26. 26 Juan 21:24; Juan 13:23; Juan 2:4; Juan 21:7; Juan 20:2
  27. 27 Mateo 12:48–50; Juan 16:32; 1 Timoteo 5:2–4; 1 Juan 3:18–19; Juan 1:11
  28. 28 Salmo 69:21; Salmo 22:15; Juan 19:30; Lucas 22:37; Lucas 18:31
  29. 29 Números 19:18; Lucas 23:36; Marcos 15:36; Éxodo 12:22; Mateo 27:48
  30. 30 Juan 17:4; Filipenses 2:8; Colosenses 2:14–17; Juan 10:11; Hebreos 12:2
  31. 31 Juan 19:14; Juan 19:42; Marcos 15:42; Josué 8:29; Levítico 23:7–16
  32. 32 Juan 19:18; Lucas 23:39–43
  33. 34 1 Juan 5:6; Zacarías 13:1; Zacarías 12:10; 1 Juan 5:8; Tito 3:5–7
  34. 35 Juan 21:24; 1 Juan 1:1–3; Juan 15:27; Hebreos 2:3–4; Juan 20:31
  35. 36 Salmo 34:20; Números 9:12; Éxodo 12:46; Juan 19:28; Salmo 22:14
  36. 37 Zacarías 12:10; Apocalipsis 1:7; Salmo 22:16–17
  37. 38 Marcos 15:42–47; Proverbios 29:25; Mateo 27:57–61; Filipenses 1:14; Juan 7:13
  38. 39 Juan 7:50–52; Juan 3:1–21; Cantar de los Cantares 4:14; Mateo 12:20; Juan 12:7
  39. 40 Juan 11:44; Hechos 5:6; Juan 20:5–7; Mateo 26:12; Lucas 24:12
  40. 41 Lucas 23:53; Mateo 27:60; Isaías 22:16; Juan 20:15; 2 Reyes 23:30
  41. 42 Juan 19:14; Juan 19:31; Isaías 53:9; Juan 19:41; Mateo 12:40

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 19:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XIX — 1-16)

    On the Jews crying out that they did not wish Jesus to be released unto them at the passover, but Barabbas the robber; not the Saviour, but the murderer; not the Giver of life, but the destroyer,--"then Pilate took Jesus and scourged Him." We must believe that Pilate acted thus for no other reason than that the Jews, glutted with …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Comentario 19:16 John Chrysostom, Homilies on the Gospel of John (Homily LXXXV)

    Successes have terrible power to cast down or draw aside those who take not heed. Thus the Jews, who at first enjoyed the influence of God, sought the law of royalty from the Gentiles, and in the wilderness after the manna remembered the onions.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Cita 19:11 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XVIII)

    … no means at rest, He saith to him: "To thee shall be his desire, and thou shalt rule over him." Thus did He in like manner speak to Pilate: "Thou shouldest have no power at all against Me, unless it were given thee from above;" God always giving up the righteous one [in this life to suffering], that he, having …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 19:30 Augustine of Hippo, The City of God (Book XVI, Chapters 39–41)

    … very nature of His death, that is, the height of the cross, is understood by the single words "Thou are gone up." The evangelist explains what is added, "Lying down, thou hast slept," when he says, "He bowed His head, and gave up the ghost." Or at least His burial is to be understood, in which He lay down sleeping, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Cita 19:27 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily V)

    For if he had known her, and had kept her in the place of a wife, how is it that our Lord commits her, as unprotected, and having no one, to His disciple, and commands him to take her to his own home?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)