RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτοσ ουρανοσ και η πρωτη γη απηλθον και η θαλασσα ουκ εστιν ετι 1 I saw a new heaven and a new earth, for the first heaven and the first earth have passed away, and the sea is no more.
1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
2 και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου ητοιμασμενην ωσ νυμφην κεκοσμημενην τω ανδρι αυτησ 2 I saw the holy city, New Jerusalem, coming down out of heaven from God, prepared like a bride adorned for her husband.
2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
3 και ηκουσα φωνησ μεγαλησ εκ του ουρανου λεγουσησ ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαοσ αυτου εσονται και αυτοσ ο θεοσ εσται μετ αυτων 3 I heard a loud voice out of heaven saying, “Behold, God’s dwelling is with people; and he will dwell with them, and they will be his people, and God himself will be with them as their God.
3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ᾽ αὐτῶν ἔσται,
4 και εξαλειψει παν δακρυον απο των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε πενθοσ ουτε κραυγη ουτε πονοσ ουκ εσται ετι οτι τα πρωτα απηλθον 4 He will wipe away every tear from their eyes. Death will be no more; neither will there be mourning, nor crying, nor pain any more. The first things have passed away.”
4 καὶ ἐξαλείψει [ἀπ᾽ αὐτῶν] ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
5 και ειπεν ο καθημενοσ επι τω θρονω ιδου παντα καινα ποιω και λεγει μοι γραψον οτι ουτοι οι λογοι αληθινοι και πιστοι εισιν 5 He who sits on the throne said, “Behold, I am making all things new.” He said, “Write, for these words of God are faithful and true.”
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει [μοι]· γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσι.
6 και ειπεν μοι γεγονα το αλφα και το ω η αρχη και το τελοσ εγω τω διψωντι δωσω εκ τησ πηγησ του υδατοσ τησ ζωησ δωρεαν 6 He said to me, “I am the Alpha and the Omega, the Beginning and the End. I will give freely to him who is thirsty from the spring of the water of life.
6 καὶ εἶπέ μοι· γέγονεν. ἐγὼ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
7 ο νικων κληρονομησει ταυτα και εσομαι αυτω θεοσ και αυτοσ εσται μοι υιοσ 7 He who overcomes, I will give him these things. I will be his God, and he will be my son.
7 ὁ νικῶν, ἔσται αὐτῷ ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.
8 τοισ δε δειλοισ και απιστοισ και αμαρτωλοισ και εβδελυγμενοισ και φονευσιν και πορνοισ και φαρμακοισ και ειδωλολατραισ και πασιν τοισ ψευδεσιν το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατοσ ο δευτεροσ 8 But for the cowardly, unbelieving, sinners, abominable, murderers, sexually immoral, sorcerers, idolaters, and all liars, their part is in the lake that burns with fire and sulfur, which is the second death.”
8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
9 και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ γεμουσασ των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την γυναικα την νυμφην του αρνιου 9 One of the seven angels who had the seven bowls which were loaded with the seven last plagues came, and he spoke with me, saying, “Come here. I will show you the bride, the Lamb’s wife.”
9 Καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
10 και απηνεγκεν με εν πνευματι επ οροσ μεγα και υψηλον και εδειξεν μοι την πολιν την μεγαλην την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου 10 He carried me away in the Spirit to a great and high mountain, and showed me the holy city, Jerusalem, coming down out of heaven from God,
10 καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
11 εχουσαν την δοξαν του θεου ο φωστηρ αυτησ ομοιοσ λιθω τιμιωτατω ωσ λιθω ιασπιδι κρυσταλλιζοντι 11 having the glory of God. Her light was like a most precious stone, like a jasper stone, clear as crystal;
11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
12 εχουσα τειχοσ μεγα και υψηλον εχουσα πυλωνασ δωδεκα και επι τοισ πυλωσιν αγγελουσ δωδεκα και ονοματα επιγεγραμμενα α εστιν ονοματα των δωδεκα φυλων των υιων ισραηλ 12 having a great and high wall with twelve gates, and at the gates twelve angels, and names written on them, which are the names of the twelve tribes of the children of Israel.
12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν [ὀνόματα] τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ.
13 απο ανατολων πυλωνεσ τρεισ και απο βορρα πυλωνεσ τρεισ και απο νοτου πυλωνεσ τρεισ και απο δυσμων πυλωνεσ τρεισ 13 On the east were three gates, and on the north three gates, and on the south three gates, and on the west three gates.
13 ἀπ᾽ ἀνατολῶν πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.
14 και το τειχοσ τησ πολεωσ εχον θεμελιουσ δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου 14 The wall of the city had twelve foundations, and on them twelve names of the twelve Apostles of the Lamb.
14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ᾽ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τουσ πυλωνασ αυτησ και το τειχοσ αυτησ 15 He who spoke with me had for a measure a golden reed to measure the city, its gates, and its walls.
15 Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχε μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
16 και η πολισ τετραγωνοσ κειται και το μηκοσ αυτησ οσον το πλατοσ και εμετρησεν την πολιν τω καλαμω επι σταδιουσ δωδεκα χιλιαδων δωδεκα το μηκοσ και το πλατοσ και το υψοσ αυτησ ισα εστιν 16 The city is square. Its length is as great as its width. He measured the city with the reed: twelve thousand twelve stadia. Its length, width, and height are equal.
16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον [καὶ] τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν [ἐν] τῷ καλάμῳ ἐπὶ σταδίους δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.
17 και εμετρησεν το τειχοσ αυτησ εκατον τεσσαρακοντα τεσσαρων πηχων μετρον ανθρωπου ο εστιν αγγελου 17 Its wall is one hundred forty-four cubits, by the measure of a man, that is, of an angel.
17 καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
18 και ην η ενδομησισ του τειχουσ αυτησ ιασπισ και η πολισ χρυσιον καθαρον ομοιον υελω καθαρω 18 The construction of its wall was jasper. The city was pure gold, like pure glass.
18 καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιον ὑάλῳ καθαρῷ.
19 οι θεμελιοι του τειχουσ τησ πολεωσ παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιοσ ο πρωτοσ ιασπισ ο δευτεροσ σαπφειροσ ο τριτοσ χαλκηδων ο τεταρτοσ σμαραγδοσ 19 The foundations of the city’s wall were adorned with all kinds of precious stones. The first foundation was jasper, the second sapphire, the third chalcedony, the fourth emerald,
19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
20 ο πεμπτοσ σαρδονυξ ο εκτοσ σαρδιον ο εβδομοσ χρυσολιθοσ ο ογδοοσ βηρυλλοσ ο ενατοσ τοπαζιον ο δεκατοσ χρυσοπρασοσ ο ενδεκατοσ υακινθοσ ο δωδεκατοσ αμεθυσοσ 20 the fifth sardonyx, the sixth sardius, the seventh chrysolite, the eighth beryl, the ninth topaz, the tenth chrysoprase, the eleventh jacinth, and the twelfth amethyst.
20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
21 και οι δωδεκα πυλωνεσ δωδεκα μαργαριται ανα εισ εκαστοσ των πυλωνων ην εξ ενοσ μαργαριτου και η πλατεια τησ πολεωσ χρυσιον καθαρον ωσ υελοσ διαυγησ 21 The twelve gates were twelve pearls. Each one of the gates was made of one pearl. The street of the city was pure gold, like transparent glass.
21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
22 και ναον ουκ ειδον εν αυτη ο γαρ κυριοσ ο θεοσ ο παντοκρατωρ ναοσ αυτησ εστιν και το αρνιον 22 I saw no temple in it, for the Lord God the Almighty and the Lamb are its temple.
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον.
23 και η πολισ ου χρειαν εχει του ηλιου ουδε τησ σεληνησ ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνοσ αυτησ το αρνιον 23 The city has no need for the sun or moon to shine, for the very glory of God illuminated it and its lamp is the Lamb.
23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
24 και περιπατησουσιν τα εθνη δια του φωτοσ αυτησ και οι βασιλεισ τησ γησ φερουσιν αυτω δοξαν και τιμην των εθνων εισ αυτην 24 The nations will walk in its light. The kings of the earth bring the glory and honor of the nations into it.
24 καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ [τὴν] τιμὴν αὐτῶν εἰς αὐτήν,
25 και οι πυλωνεσ αυτησ ου μη κλεισθωσιν ημερασ νυξ γαρ ουκ εσται εκει 25 Its gates will in no way be shut by day (for there will be no night there),
25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ·
26 και οισουσιν την δοξαν και την τιμην των εθνων εισ αυτην 26 and they shall bring the glory and the honor of the nations into it so that they may enter.
26 καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
27 και ου μη εισελθη εισ αυτην παν κοινον και ποιουν βδελυγμα και ψευδοσ ει μη οι γεγραμμενοι εν τω βιβλιω τησ ζωησ του αρνιου 27 There will in no way enter into it anything profane, or one who causes an abomination or a lie, but only those who are written in the Lamb’s book of life.
27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.