Saltar al texto

Hechos · Texto bizantino (Robinson-Pierpont 2018)

Hechos 1 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 τον μεν πρωτον λογον εποιησαμην περι παντων ω θεοφιλε ων ηρξατο ο ιησουσ ποιειν τε και διδασκειν
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
2 αχρι ησ ημερασ εντειλαμενοσ τοισ αποστολοισ δια πνευματοσ αγιου ουσ εξελεξατο ανεληφθη
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη·
3 οισ και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοισ τεκμηριοισ δι ημερων τεσσαρακοντα οπτανομενοσ αυτοισ και λεγων τα περι τησ βασιλειασ του θεου
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
4 και συναλιζομενοσ παρηγγειλεν αυτοισ απο ιεροσολυμων μη χωριζεσθαι αλλα περιμενειν την επαγγελιαν του πατροσ ην ηκουσατε μου
4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
5 οτι ιωαννησ μεν εβαπτισεν υδατι υμεισ δε βαπτισθησεσθε εν πνευματι αγιω ου μετα πολλασ ταυτασ ημερασ
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 οι μεν ουν συνελθοντεσ επηρωτων αυτον λεγοντεσ κυριε ει εν τω χρονω τουτω αποκαθιστανεισ την βασιλειαν τω ισραηλ
6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7 ειπεν δε προσ αυτουσ ουχ υμων εστιν γνωναι χρονουσ η καιρουσ ουσ ο πατηρ εθετο εν τη ιδια εξουσια
7 εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
8 αλλα ληψεσθε δυναμιν επελθοντοσ του αγιου πνευματοσ εφ υμασ και εσεσθε μοι μαρτυρεσ εν τε ιερουσαλημ και εν παση τη ιουδαια και σαμαρεια και εωσ εσχατου τησ γησ
8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
9 και ταυτα ειπων βλεποντων αυτων επηρθη και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων
9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 και ωσ ατενιζοντεσ ησαν εισ τον ουρανον πορευομενου αυτου και ιδου ανδρεσ δυο παρειστηκεισαν αυτοισ εν εσθητι λευκη
10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
11 οι και ειπον ανδρεσ γαλιλαιοι τι εστηκατε εμβλεποντεσ εισ τον ουρανον ουτοσ ο ιησουσ ο αναληφθεισ αφ υμων εισ τον ουρανον ουτωσ ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εισ τον ουρανον
11 οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 τοτε υπεστρεψαν εισ ιερουσαλημ απο ορουσ του καλουμενου ελαιωνοσ ο εστιν εγγυσ ιερουσαλημ σαββατου εχον οδον
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
13 και οτε εισηλθον ανεβησαν εισ το υπερωον ου ησαν καταμενοντεσ ο τε πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ φιλιπποσ και θωμασ βαρθολομαιοσ και ματθαιοσ ιακωβοσ αλφαιου και σιμων ο ζηλωτησ και ιουδασ ιακωβου
13 καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14 ουτοι παντεσ ησαν προσκαρτερουντεσ ομοθυμαδον τη προσευχη και τη δεησει συν γυναιξιν και μαρια τη μητρι του ιησου και συν τοισ αδελφοισ αυτου
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 και εν ταισ ημεραισ ταυταισ αναστασ πετροσ εν μεσω των μαθητων ειπεν ην τε οχλοσ ονοματων επι το αυτο ωσ εκατον εικοσι
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν·
16 ανδρεσ αδελφοι εδει πληρωθηναι την γραφην ταυτην ην προειπεν το πνευμα το αγιον δια στοματοσ δαυιδ περι ιουδα του γενομενου οδηγου τοισ συλλαβουσιν τον ιησουν
16 ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν,
17 οτι κατηριθμημενοσ ην συν ημιν και ελαχεν τον κληρον τησ διακονιασ ταυτησ
17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
18 ουτοσ μεν ουν εκτησατο χωριον εκ μισθου τησ αδικιασ και πρηνησ γενομενοσ ελακησεν μεσοσ και εξεχυθη παντα τα σπλαγχνα αυτου
18 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
19 και γνωστον εγενετο πασιν τοισ κατοικουσιν ιερουσαλημ ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων ακελδαμα τουτ εστιν χωριον αιματοσ
19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμᾶ, τουτέστι χωρίον αἵματος.
20 γεγραπται γαρ εν βιβλω ψαλμων γενηθητω η επαυλισ αυτου ερημοσ και μη εστω ο κατοικων εν αυτη και την επισκοπην αυτου λαβοι ετεροσ
20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί· τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
21 δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω εν ω εισηλθεν και εξηλθεν εφ ημασ ο κυριοσ ιησουσ
21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22 αρξαμενοσ απο του βαπτισματοσ ιωαννου εωσ τησ ημερασ ησ ανεληφθη αφ ημων μαρτυρα τησ αναστασεωσ αυτου γενεσθαι συν ημιν ενα τουτων
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
23 και εστησαν δυο ιωσηφ τον καλουμενον βαρσαβαν οσ επεκληθη ιουστοσ και ματθιαν
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν,
24 και προσευξαμενοι ειπον συ κυριε καρδιογνωστα παντων αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα
24 καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
25 λαβειν τον κληρον τησ διακονιασ ταυτησ και αποστολησ εξ ησ παρεβη ιουδασ πορευθηναι εισ τον τοπον τον ιδιον
25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 και εδωκαν κληρουσ αυτων και επεσεν ο κληροσ επι ματθιαν και συγκατεψηφισθη μετα των ενδεκα αποστολων
26 καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Joseph Barsabbas

    Candidate for apostleship

    One of the two men proposed to replace Judas; he was also called Justus.

    Citado en la guía: Acts 1:23

  • Matthias

    Apostle chosen by lot

    Chosen by lot to take the place of Judas among the twelve apostles.

    Citado en la guía: Acts 1:23; Acts 1:26

  • Theophilus

    Addressee of Luke

    The person to whom Luke wrote his orderly account so that he would know the certainty of what he had been taught.

    Citado en la guía: Luke 1:3; Acts 1:1

Lugares

  • Jerusalem

    Hoy: Israel / Palestinian territories · En: Third Journey

    Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.

    Citado en la guía: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8

  • Mount of Olives

    Hoy: East of Jerusalem's Old City

    Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.

    Citado en la guía: Zechariah 14:4; Luke 22:39; Acts 1:12

Referencias cruzadas (26)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 1:3; Lucas 24:19; Mateo 4:23–24; Lucas 3:23; Mateo 11:5
  2. 2 Hechos 1:9; Hechos 10:38; Juan 20:21; Hebreos 9:24; Isaías 59:20–21
  3. 3 1 Corintios 15:5–7; Hechos 13:31; Juan 20:26; 1 Juan 1:1; Juan 21:14
  4. 4 Lucas 24:49; Juan 14:16; Juan 15:26; Juan 14:26–28; Juan 7:39
  5. 5 Mateo 3:11; Hechos 11:15–16; Lucas 3:16; 1 Corintios 12:13; Tito 3:5
  6. 6 Lucas 19:11; Daniel 7:27; Lucas 17:20; Mateo 24:3; Ezequiel 37:24–27
  7. 7 Mateo 24:36; 1 Tesalonicenses 5:1–2; Marcos 13:32; Deuteronomio 29:29; Marcos 10:40
  8. 8 Mateo 28:19; Marcos 16:15; Romanos 15:19; Hechos 4:33; Hechos 5:32
  9. 9 Daniel 7:13; Lucas 24:50–51; Marcos 16:19; Efesios 4:8–12; Juan 6:62
  10. 10 Lucas 24:4; Juan 20:12; Marcos 16:5; Apocalipsis 7:14; Daniel 7:9
  11. 11 Apocalipsis 1:7; 1 Tesalonicenses 4:16; Marcos 13:26; Juan 14:3; Mateo 24:30
  12. 12 Lucas 24:52; Mateo 21:1; Lucas 24:50; Lucas 21:37; Zacarías 14:4
  13. 13 Hechos 20:8; Lucas 22:12; Marcos 14:15; Mateo 10:2–4; Marcos 2:14
  14. 14 Hechos 6:4; Efesios 6:18; Hechos 2:42; Colosenses 4:2; Romanos 12:12
  15. 15 1 Corintios 15:6; Hechos 21:20; Apocalipsis 3:4; Salmo 32:5–6; Apocalipsis 11:13
  16. 16 Salmo 41:9; Juan 13:18; Salmo 55:12–15; Hechos 1:20; Juan 12:38–40
  17. 17 Hechos 1:25; Hechos 20:24; Juan 6:70–71; Juan 17:12; Marcos 3:19
  18. 18 Mateo 27:3–10; Salmo 55:23; Mateo 26:14–15; Salmo 55:15; Josué 7:21–26
  19. 19 Mateo 28:15; Hechos 2:22; 2 Samuel 2:16; Hechos 21:40
  20. 20 Salmo 69:25; Salmo 109:8–15; Hechos 1:25; Lucas 24:44
  21. 21 Juan 15:27; Lucas 10:1–2; Números 27:17; Deuteronomio 31:2; 2 Samuel 5:2
  22. 22 Hechos 1:2; Hechos 4:33; Hechos 1:8–9; Marcos 1:1–8; Juan 15:27
  23. 23 Hechos 15:22; Hechos 1:26
  24. 24 1 Samuel 16:7; Hechos 15:8; Hebreos 4:13; Jeremías 17:10; Apocalipsis 2:23
  25. 25 1 Corintios 9:2; Romanos 1:5; Juan 17:12; Juan 6:70–71; Hechos 1:16–21
  26. 26 Levítico 16:8; Josué 18:10; Jonás 1:7; 1 Samuel 14:41–42; 1 Crónicas 24:5

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 1:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily I)

    To many persons this Book is so little known, both it and its author, that they are not even aware that there is such a book in existence.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 1:20 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIX)

    … Judas to be, after being separated from her Enthymesis, was restored or recalled [to her former position]; but Judas was deprived [of his office], and cast out, while Matthias was ordained in his place, according to what is written, "And his bishopric let another take." They ought therefore to maintain that the twelfth Æon was cast out of the Pleroma, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 1:7 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 49–51)

    … the Father hath put in His own power; but ye shall receive the power of the Holy Ghost coming upon you, and ye shall be witnesses unto me both in Jerusalem, and in all Judea, and Samaria, and even unto the ends of the earth." First of all, the Church spread herself abroad from Jerusalem; and when very many in …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 1:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LVI)

    "For a cloud and darkness are round about Him;" and, "He sitteth on a light cloud;" and again, "Who maketh clouds His chariot;" and, "A cloud received Him out of their sight;" and, "As the Son of Man coming in the clouds." In order then that they might believe that the voice proceeds from God, it comes from thence.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 1:7 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XV)

    For it is not for you, He says, to know times or seasons, which the Father hath put in His own power.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)