RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 ανηρ δε τισ ανανιασ ονοματι συν σαπφειρη τη γυναικι αυτου επωλησεν κτημα 1 But a certain man named Ananias, with Sapphira his wife, sold a possession,
1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησε κτῆμα
2 και ενοσφισατο απο τησ τιμησ συνειδυιασ και τησ γυναικοσ αυτου και ενεγκασ μεροσ τι παρα τουσ ποδασ των αποστολων εθηκεν 2 and kept back part of the price, his wife also being aware of it, then brought a certain part and laid it at the apostles’ feet.
2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
3 ειπεν δε πετροσ ανανια δια τι επληρωσεν ο σατανασ την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι σε απο τησ τιμησ του χωριου 3 But Peter said, “Ananias, why has Satan filled your heart to lie to the Holy Spirit and to keep back part of the price of the land?
3 εἶπε δὲ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4 ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο ουκ εψευσω ανθρωποισ αλλα τω θεω 4 While you kept it, didn’t it remain your own? After it was sold, wasn’t it in your power? How is it that you have conceived this thing in your heart? You haven’t lied to men, but to God.”
4 οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.
5 ακουων δε ο ανανιασ τουσ λογουσ τουτουσ πεσων εξεψυξεν και εγενετο φοβοσ μεγασ επι παντασ τουσ ακουοντασ ταυτα 5 Ananias, hearing these words, fell down and died. Great fear came on all who heard these things.
5 ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξε, καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
6 ανασταντεσ δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντεσ εθαψαν 6 The young men arose and wrapped him up, and they carried him out and buried him.
6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7 εγενετο δε ωσ ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονοσ εισηλθεν 7 About three hours later, his wife, not knowing what had happened, came in.
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν.
8 απεκριθη δε αυτη ο πετροσ ειπε μοι ει τοσουτου το χωριον απεδοσθε η δε ειπεν ναι τοσουτου 8 Peter answered her, “Tell me whether you sold the land for so much.” She said, “Yes, for so much.”
8 ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπε· ναί, τοσούτου.
9 ο δε πετροσ ειπεν προσ αυτην τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου ιδου οι ποδεσ των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε 9 But Peter asked her, “How is it that you have agreed together to tempt the Spirit of the Lord? Behold, the feet of those who have buried your husband are at the door, and they will carry you out.”
9 ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσί σε.
10 επεσεν δε παραχρημα παρα τουσ ποδασ αυτου και εξεψυξεν εισελθοντεσ δε οι νεανισκοι ευρον αυτην νεκραν και εξενεγκαντεσ εθαψαν προσ τον ανδρα αυτησ 10 She fell down immediately at his feet and died. The young men came in and found her dead, and they carried her out and buried her by her husband.
10 ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11 και εγενετο φοβοσ μεγασ εφ ολην την εκκλησιαν και επι παντασ τουσ ακουοντασ ταυτα 11 Great fear came on the whole assembly, and on all who heard these things.
11 καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα εν τω λαω πολλα και ησαν ομοθυμαδον απαντεσ εν τη στοα σολομωντοσ 12 By the hands of the apostles many signs and wonders were done among the people. They were all with one accord in Solomon’s porch.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος·
13 των δε λοιπων ουδεισ ετολμα κολλασθαι αυτοισ αλλ εμεγαλυνεν αυτουσ ο λαοσ 13 None of the rest dared to join them; however, the people honored them.
13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
14 μαλλον δε προσετιθεντο πιστευοντεσ τω κυριω πληθη ανδρων τε και γυναικων 14 More believers were added to the Lord, multitudes of both men and women.
14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
15 ωστε κατα τασ πλατειασ εκφερειν τουσ ασθενεισ και τιθεναι επι κλινων και κραββατων ινα ερχομενου πετρου καν η σκια επισκιαση τινι αυτων 15 They even carried out the sick into the streets and laid them on cots and mattresses, so that as Peter came by, at least his shadow might overshadow some of them.
15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16 συνηρχετο δε και το πληθοσ των περιξ πολεων εισ ιερουσαλημ φεροντεσ ασθενεισ και οχλουμενουσ υπο πνευματων ακαθαρτων οιτινεσ εθεραπευοντο απαντεσ 16 The multitude also came together from the cities around Jerusalem, bringing sick people and those who were tormented by unclean spirits; and they were all healed.
16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 αναστασ δε ο αρχιερευσ και παντεσ οι συν αυτω η ουσα αιρεσισ των σαδδουκαιων επλησθησαν ζηλου 17 But the high priest rose up, and all those who were with him (which is the sect of the Sadducees), and they were filled with jealousy
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
18 και επεβαλον τασ χειρασ αυτων επι τουσ αποστολουσ και εθεντο αυτουσ εν τηρησει δημοσια 18 and laid hands on the apostles, then put them in public custody.
18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19 αγγελοσ δε κυριου δια τησ νυκτοσ ηνοιξεν τασ θυρασ τησ φυλακησ εξαγαγων τε αυτουσ ειπεν 19 But an angel of the Lord opened the prison doors by night, and brought them out and said,
19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε·
20 πορευεσθε και σταθεντεσ λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα τησ ζωησ ταυτησ 20 “Go stand and speak in the temple to the people all the words of this life.”
20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21 ακουσαντεσ δε εισηλθον υπο τον ορθρον εισ το ιερον και εδιδασκον παραγενομενοσ δε ο αρχιερευσ και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εισ το δεσμωτηριον αχθηναι αυτουσ 21 When they heard this, they entered into the temple about daybreak and taught. But the high priest and those who were with him came and called the council together, with all the senate of the children of Israel, and sent to the prison to have them brought.
21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
22 οι δε υπηρεται παραγενομενοι ουχ ευρον αυτουσ εν τη φυλακη αναστρεψαντεσ δε απηγγειλαν 22 But the officers who came didn’t find them in the prison. They returned and reported,
22 οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23 λεγοντεσ οτι το μεν δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τουσ φυλακασ εστωτασ προ των θυρων ανοιξαντεσ δε εσω ουδενα ευρομεν 23 “We found the prison shut and locked, and the guards standing before the doors, but when we opened them, we found no one inside!”
23 λέγοντες ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
24 ωσ δε ηκουσαν τουσ λογουσ τουτουσ ο τε ιερευσ και ο στρατηγοσ του ιερου και οι αρχιερεισ διηπορουν περι αυτων τι αν γενοιτο τουτο 24 Now when the high priest, the captain of the temple, and the chief priests heard these words, they were very perplexed about them and what might become of this.
24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
25 παραγενομενοσ δε τισ απηγγειλεν αυτοισ οτι ιδου οι ανδρεσ ουσ εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτεσ και διδασκοντεσ τον λαον 25 One came and told them, “Behold, the men whom you put in prison are in the temple, standing and teaching the people.”
25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
26 τοτε απελθων ο στρατηγοσ συν τοισ υπηρεταισ ηγαγεν αυτουσ ου μετα βιασ εφοβουντο γαρ τον λαον ινα μη λιθασθωσιν 26 Then the captain went with the officers, and brought them without violence, for they were afraid that the people might stone them.
26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν·
27 αγαγοντεσ δε αυτουσ εστησαν εν τω συνεδριω και επηρωτησεν αυτουσ ο αρχιερευσ 27 When they had brought them, they set them before the council. The high priest questioned them,
27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28 λεγων ου παραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω και ιδου πεπληρωκατε την ιερουσαλημ τησ διδαχησ υμων και βουλεσθε επαγαγειν εφ ημασ το αιμα του ανθρωπου τουτου 28 saying, “Didn’t we strictly command you not to teach in this name? Behold, you have filled Jerusalem with your teaching, and intend to bring this man’s blood on us.”
28 λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
29 αποκριθεισ δε πετροσ και οι αποστολοι ειπον πειθαρχειν δει θεω μαλλον η ανθρωποισ 29 But Peter and the apostles answered, “We must obey God rather than men.
29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30 ο θεοσ των πατερων ημων ηγειρεν ιησουν ον υμεισ διεχειρισασθε κρεμασαντεσ επι ξυλου 30 The God of our fathers raised up Jesus, whom you killed, hanging him on a tree.
30 ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
31 τουτον ο θεοσ αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου δουναι μετανοιαν τω ισραηλ και αφεσιν αμαρτιων 31 God exalted him with his right hand to be a Prince and a Savior, to give repentance to Israel, and remission of sins.
31 τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
32 και ημεισ εσμεν αυτου μαρτυρεσ των ρηματων τουτων και το πνευμα δε το αγιον ο εδωκεν ο θεοσ τοισ πειθαρχουσιν αυτω 32 We are his witnesses of these things; and so also is the Holy Spirit, whom God has given to those who obey him.”
32 καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 οι δε ακουοντεσ διεπριοντο και εβουλευοντο ανελειν αυτουσ 33 But they, when they heard this, were cut to the heart, and were determined to kill them.
33 οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
34 αναστασ δε τισ εν τω συνεδριω φαρισαιοσ ονοματι γαμαλιηλ νομοδιδασκαλοσ τιμιοσ παντι τω λαω εκελευσεν εξω βραχυ τι τουσ αποστολουσ ποιησαι 34 But one stood up in the council, a Pharisee named Gamaliel, a teacher of the law, honored by all the people, and commanded to put the apostles out for a little while.
34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι,
35 ειπεν τε προσ αυτουσ ανδρεσ ισραηλιται προσεχετε εαυτοισ επι τοισ ανθρωποισ τουτοισ τι μελλετε πρασσειν 35 He said to them, “You men of Israel, be careful concerning these men, what you are about to do.
35 εἶπέ τε πρὸς αὐτούς· ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
36 προ γαρ τουτων των ημερων ανεστη θευδασ λεγων ειναι τινα εαυτον ω προσεκληθη αριθμοσ ανδρων ωσει τετρακοσιων οσ ανηρεθη και παντεσ οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εισ ουδεν 36 For before these days Theudas rose up, making himself out to be somebody; to whom a number of men, about four hundred, joined themselves. He was slain; and all, as many as obeyed him, were dispersed and came to nothing.
36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37 μετα τουτον ανεστη ιουδασ ο γαλιλαιοσ εν ταισ ημεραισ τησ απογραφησ και απεστησεν λαον ικανον οπισω αυτου κακεινοσ απωλετο και παντεσ οσοι επειθοντο αυτω διεσκορπισθησαν 37 After this man, Judas of Galilee rose up in the days of the enrollment, and drew away some people after him. He also perished, and all, as many as obeyed him, were scattered abroad.
37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38 και τα νυν λεγω υμιν αποστητε απο των ανθρωπων τουτων και εασατε αυτουσ οτι εαν η εξ ανθρωπων η βουλη η το εργον τουτο καταλυθησεται 38 Now I tell you, withdraw from these men and leave them alone. For if this counsel or this work is of men, it will be overthrown.
38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
39 ει δε εκ θεου εστιν ου δυνασθε καταλυσαι αυτο μηποτε και θεομαχοι ευρεθητε 39 But if it is of God, you will not be able to overthrow it, and you would be found even to be fighting against God!”
39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε.
40 επεισθησαν δε αυτω και προσκαλεσαμενοι τουσ αποστολουσ δειραντεσ παρηγγειλαν μη λαλειν επι τω ονοματι του ιησου και απελυσαν αυτουσ 40 They agreed with him. Summoning the apostles, they beat them and commanded them not to speak in the name of Jesus, and let them go.
40 ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.
41 οι μεν ουν επορευοντο χαιροντεσ απο προσωπου του συνεδριου οτι υπερ του ονοματοσ του ιησου κατηξιωθησαν ατιμασθηναι 41 They therefore departed from the presence of the council, rejoicing that they were counted worthy to suffer dishonor for Jesus’ name.
41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι·
42 πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντεσ και ευαγγελιζομενοι ιησουν τον χριστον 42 Every day, in the temple and at home, they never stopped teaching and preaching Jesus, the Christ.
42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.