RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 εγενετο δε εν ταισ ημεραισ εκειναισ εξηλθεν δογμα παρα καισαροσ αυγουστου απογραφεσθαι πασαν την οικουμενην 1 Now in those days, a decree went out from Caesar Augustus that all the world should be enrolled.
1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
2 αυτη η απογραφη πρωτη εγενετο ηγεμονευοντοσ τησ συριασ κυρηνιου 2 This was the first enrollment made when Quirinius was governor of Syria.
2 αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3 και επορευοντο παντεσ απογραφεσθαι εκαστοσ εισ την ιδιαν πολιν 3 All went to enroll themselves, everyone to his own city.
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
4 ανεβη δε και ιωσηφ απο τησ γαλιλαιασ εκ πολεωσ ναζαρετ εισ την ιουδαιαν εισ πολιν δαυιδ ητισ καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριασ δαυιδ 4 Joseph also went up from Galilee, out of the city of Nazareth, into Judea, to David’s city, which is called Bethlehem, because he was of the house and family of David,
4 ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ,
5 απογραψασθαι συν μαριαμ τη μεμνηστευμενη αυτω γυναικι ουση εγκυω 5 to enroll himself with Mary, who was pledged to be married to him as wife, being pregnant.
5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
6 εγενετο δε εν τω ειναι αυτουσ εκει επλησθησαν αι ημεραι του τεκειν αυτην 6 While they were there, the day had come for her to give birth.
6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7 και ετεκεν τον υιον αυτησ τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν τη φατνη διοτι ουκ ην αυτοισ τοποσ εν τω καταλυματι 7 She gave birth to her firstborn son. She wrapped him in bands of cloth and laid him in a feeding trough, because there was no room for them in the inn.
7 καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8 και ποιμενεσ ησαν εν τη χωρα τη αυτη αγραυλουντεσ και φυλασσοντεσ φυλακασ τησ νυκτοσ επι την ποιμνην αυτων 8 There were shepherds in the same country staying in the field, and keeping watch by night over their flock.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9 και ιδου αγγελοσ κυριου επεστη αυτοισ και δοξα κυριου περιελαμψεν αυτουσ και εφοβηθησαν φοβον μεγαν 9 Behold, an angel of the Lord stood by them, and the glory of the Lord shone around them, and they were terrified.
9 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
10 και ειπεν αυτοισ ο αγγελοσ μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητισ εσται παντι τω λαω 10 The angel said to them, “Don’t be afraid, for behold, I bring you good news of great joy which will be to all the people.
10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
11 οτι ετεχθη υμιν σημερον σωτηρ οσ εστιν χριστοσ κυριοσ εν πολει δαυιδ 11 For there is born to you today, in David’s city, a Savior, who is Christ the Lord.
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ.
12 και τουτο υμιν το σημειον ευρησετε βρεφοσ εσπαργανωμενον κειμενον εν φατνη 12 This is the sign to you: you will find a baby wrapped in strips of cloth, lying in a feeding trough.”
12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.
13 και εξαιφνησ εγενετο συν τω αγγελω πληθοσ στρατιασ ουρανιου αινουντων τον θεον και λεγοντων 13 Suddenly, there was with the angel a multitude of the heavenly army praising God and saying,
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων·
14◆ δοξα εν υψιστοισ θεω και επι γησ ειρηνη εν ανθρωποισ ευδοκια 14 “Glory to God in the highest, on earth peace, good will toward men.”
14 δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
15 και εγενετο ωσ απηλθον απ αυτων εισ τον ουρανον οι αγγελοι και οι ανθρωποι οι ποιμενεσ ειπον προσ αλληλουσ διελθωμεν δη εωσ βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονοσ ο ο κυριοσ εγνωρισεν ημιν 15 When the angels went away from them into the sky, the shepherds said to one another, “Let’s go to Bethlehem, now, and see this thing that has happened, which the Lord has made known to us.”
15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
16 και ηλθον σπευσαντεσ και ανευρον την τε μαριαμ και τον ιωσηφ και το βρεφοσ κειμενον εν τη φατνη 16 They came with haste and found both Mary and Joseph, and the baby was lying in the feeding trough.
16 καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
17 ιδοντεσ δε διεγνωρισαν περι του ρηματοσ του λαληθεντοσ αυτοισ περι του παιδιου τουτου 17 When they saw it, they publicized widely the saying which was spoken to them about this child.
17 ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου·
18 και παντεσ οι ακουσαντεσ εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προσ αυτουσ 18 All who heard it wondered at the things which were spoken to them by the shepherds.
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
19 η δε μαριαμ παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτησ 19 But Mary kept all these sayings, pondering them in her heart.
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20 και υπεστρεψαν οι ποιμενεσ δοξαζοντεσ και αινουντεσ τον θεον επι πασιν οισ ηκουσαν και ειδον καθωσ ελαληθη προσ αυτουσ 20 The shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, just as it was told them.
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον και εκληθη το ονομα αυτου ιησουσ το κληθεν υπο του αγγελου προ του συλληφθηναι αυτον εν τη κοιλια 21 When eight days were fulfilled for the circumcision of the child, his name was called Jesus, which was given by the angel before he was conceived in the womb.
21 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22 και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωσεωσ ανηγαγον αυτον εισ ιεροσολυμα παραστησαι τω κυριω 22 When the days of their purification according to the law of Moses were fulfilled, they brought him up to Jerusalem to present him to the Lord
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ,
23 καθωσ γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται 23 (as it is written in the law of the Lord, “Every male who opens the womb shall be called holy to the Lord”),
23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,
24 και του δουναι θυσιαν κατα το ειρημενον εν νομω κυριου ζευγοσ τρυγονων η δυο νεοσσουσ περιστερων 24 and to offer a sacrifice according to that which is said in the law of the Lord, “A pair of turtledoves, or two young pigeons.”
24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
25 και ιδου ην ανθρωποσ εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωποσ ουτοσ δικαιοσ και ευλαβησ προσδεχομενοσ παρακλησιν του ισραηλ και πνευμα ην αγιον επ αυτον 25 Behold, there was a man in Jerusalem whose name was Simeon. This man was righteous and devout, looking for the consolation of Israel, and the Holy Spirit was on him.
25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾽ αὐτόν·
26 και ην αυτω κεχρηματισμενον υπο του πνευματοσ του αγιου μη ιδειν θανατον πριν η ιδη τον χριστον κυριου 26 It had been revealed to him by the Holy Spirit that he should not see death before he had seen the Lord’s Christ.
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.
27 και ηλθεν εν τω πνευματι εισ το ιερον και εν τω εισαγαγειν τουσ γονεισ το παιδιον ιησουν του ποιησαι αυτουσ κατα το ειθισμενον του νομου περι αυτου 27 He came in the Spirit into the temple. When the parents brought in the child, Jesus, that they might do concerning him according to the custom of the law,
27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28 και αυτοσ εδεξατο αυτο εισ τασ αγκαλασ αυτου και ευλογησεν τον θεον και ειπεν 28 then he received him into his arms and blessed God, and said,
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·
29 νυν απολυεισ τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη 29 “Now you are releasing your servant, Master, according to your word, in peace;
29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ,
30 οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου 30 for my eyes have seen your salvation,
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ο ητοιμασασ κατα προσωπον παντων των λαων 31 which you have prepared before the face of all peoples;
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32 φωσ εισ αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ 32 a light for revelation to the nations, and the glory of your people Israel.”
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33 και ην ιωσηφ και η μητηρ αυτου θαυμαζοντεσ επι τοισ λαλουμενοισ περι αυτου 33 Joseph and his mother were marveling at the things which were spoken concerning him.
33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34 και ευλογησεν αυτουσ συμεων και ειπεν προσ μαριαμ την μητερα αυτου ιδου ουτοσ κειται εισ πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εισ σημειον αντιλεγομενον 34 Simeon blessed them, and said to Mary, his mother, “Behold, this child is appointed for the falling and the rising of many in Israel, and for a sign which is spoken against.
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
35 και σου δε αυτησ την ψυχην διελευσεται ρομφαια οπωσ αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι 35 Yes, a sword will pierce through your own soul, that the thoughts of many hearts may be revealed.”
35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36 και ην αννα προφητισ θυγατηρ φανουηλ εκ φυλησ ασηρ αυτη προβεβηκυια εν ημεραισ πολλαισ ζησασα ετη μετα ανδροσ επτα απο τησ παρθενιασ αυτησ 36 There was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Asher (she was of a great age, having lived with a husband seven years from her virginity,
36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37 και αυτη χηρα ωσ ετων ογδοηκοντα τεσσαρων η ουκ αφιστατο απο του ιερου νηστειαισ και δεησεσιν λατρευουσα νυκτα και ημεραν 37 and she had been a widow for about eighty-four years), who didn’t depart from the temple, worshiping with fastings and petitions night and day.
37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν·
38 και αυτη αυτη τη ωρα επιστασα ανθωμολογειτο τω κυριω και ελαλει περι αυτου πασιν τοισ προσδεχομενοισ λυτρωσιν εν ιερουσαλημ 38 Coming up at that very hour, she gave thanks to the Lord, and spoke of him to all those who were looking for redemption in Jerusalem.
38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
39 και ωσ ετελεσαν απαντα τα κατα τον νομον κυριου υπεστρεψαν εισ την γαλιλαιαν εισ την πολιν εαυτων ναζαρετ 39 When they had accomplished all things that were according to the law of the Lord, they returned into Galilee, to their own city, Nazareth.
39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ.
40 το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι πληρουμενον σοφιασ και χαρισ θεου ην επ αυτο 40 The child was growing, and was becoming strong in spirit, being filled with wisdom, and the grace of God was upon him.
40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό.
41 και επορευοντο οι γονεισ αυτου κατ ετοσ εισ ιερουσαλημ τη εορτη του πασχα 41 His parents went every year to Jerusalem at the feast of the Passover.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
42 και οτε εγενετο ετων δωδεκα αναβαντων αυτων εισ ιεροσολυμα κατα το εθοσ τησ εορτησ 42 When he was twelve years old, they went up to Jerusalem according to the custom of the feast;
42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43 και τελειωσαντων τασ ημερασ εν τω υποστρεφειν αυτουσ υπεμεινεν ιησουσ ο παισ εν ιερουσαλημ και ουκ εγνω ιωσηφ και η μητηρ αυτου 43 and when they had fulfilled the days, as they were returning, the boy Jesus stayed behind in Jerusalem. Joseph and his mother didn’t know it,
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.
44 νομισαντεσ δε αυτον εν τη συνοδια ειναι ηλθον ημερασ οδον και ανεζητουν αυτον εν τοισ συγγενεσιν και εν τοισ γνωστοισ 44 but supposing him to be in the company, they went a day’s journey; and they looked for him among their relatives and acquaintances.
44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·
45 και μη ευροντεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ ζητουντεσ αυτον 45 When they didn’t find him, they returned to Jerusalem, looking for him.
45 καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν.
46 και εγενετο μεθ ημερασ τρεισ ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτουσ 46 After three days they found him in the temple, sitting in the middle of the teachers, both listening to them and asking them questions.
46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47 εξισταντο δε παντεσ οι ακουοντεσ αυτου επι τη συνεσει και ταισ αποκρισεσιν αυτου 47 All who heard him were amazed at his understanding and his answers.
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48 και ιδοντεσ αυτον εξεπλαγησαν και προσ αυτον η μητηρ αυτου ειπεν τεκνον τι εποιησασ ημιν ουτωσ ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε 48 When they saw him, they were astonished; and his mother said to him, “Son, why have you treated us this way? Behold, your father and I were anxiously looking for you.”
48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
49 και ειπεν προσ αυτουσ τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοισ του πατροσ μου δει ειναι με 49 He said to them, “Why were you looking for me? Didn’t you know that I must be in my Father’s house?”
49 καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
50 και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοισ 50 They didn’t understand the saying which he spoke to them.
50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51 και κατεβη μετ αυτων και ηλθεν εισ ναζαρετ και ην υποτασσομενοσ αυτοισ και η μητηρ αυτου διετηρει παντα τα ρηματα ταυτα εν τη καρδια αυτησ 51 And he went down with them and came to Nazareth. He was subject to them, and his mother kept all these sayings in her heart.
51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52 και ιησουσ προεκοπτεν σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποισ 52 And Jesus increased in wisdom and stature, and in favor with God and men.
52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.