RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου και αυτοσ ην εστωσ παρα την λιμνην γεννησαρετ 1 Now while the multitude pressed on him and heard the word of God, he was standing by the lake of Gennesaret.
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ,
2 και ειδεν δυο πλοια εστωτα παρα την λιμνην οι δε αλιεισ αποβαντεσ απ αυτων απεπλυναν τα δικτυα 2 He saw two boats standing by the lake, but the fishermen had gone out of them and were washing their nets.
2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.
3 εμβασ δε εισ εν των πλοιων ο ην του σιμωνοσ ηρωτησεν αυτον απο τησ γησ επαναγαγειν ολιγον και καθισασ εδιδασκεν εκ του πλοιου τουσ οχλουσ 3 He entered into one of the boats, which was Simon’s, and asked him to put out a little from the land. He sat down and taught the multitudes from the boat.
3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4 ωσ δε επαυσατο λαλων ειπεν προσ τον σιμωνα επαναγαγε εισ το βαθοσ και χαλασατε τα δικτυα υμων εισ αγραν 4 When he had finished speaking, he said to Simon, “Put out into the deep and let down your nets for a catch.”
4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5 και αποκριθεισ ο σιμων ειπεν αυτω επιστατα δι ολησ τησ νυκτοσ κοπιασαντεσ ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω το δικτυον 5 Simon answered him, “Master, we worked all night and caught nothing; but at your word I will let down the net.”
5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
6 και τουτο ποιησαντεσ συνεκλεισαν πληθοσ ιχθυων πολυ διερρηγνυτο δε το δικτυον αυτων 6 When they had done this, they caught a great multitude of fish, and their net was breaking.
6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν.
7 και κατενευσαν τοισ μετοχοισ τοισ εν τω ετερω πλοιω του ελθοντασ συλλαβεσθαι αυτοισ και ηλθον και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα 7 They beckoned to their partners in the other boat, that they should come and help them. They came and filled both boats, so that they began to sink.
7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 ιδων δε σιμων πετροσ προσεπεσεν τοισ γονασιν ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλοσ ειμι κυριε 8 But Simon Peter, when he saw it, fell down at Jesus’ knees, saying, “Depart from me, for I am a sinful man, Lord.”
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε·
9 θαμβοσ γαρ περιεσχεν αυτον και παντασ τουσ συν αυτω επι τη αγρα των ιχθυων η συνελαβον 9 For he was amazed, and all who were with him, at the catch of fish which they had caught;
9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,
10 ομοιωσ δε και ιακωβον και ιωαννην υιουσ ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προσ τον σιμωνα ο ιησουσ μη φοβου απο του νυν ανθρωπουσ εση ζωγρων 10 and so also were James and John, sons of Zebedee, who were partners with Simon. Jesus said to Simon, “Don’t be afraid. From now on you will be catching people alive.”
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 και καταγαγοντεσ τα πλοια επι την γην αφεντεσ απαντα ηκολουθησαν αυτω 11 When they had brought their boats to land, they left everything, and followed him.
11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
12 και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρησ λεπρασ και ιδων τον ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων κυριε εαν θελησ δυνασαι με καθαρισαι 12 While he was in one of the cities, behold, there was a man full of leprosy. When he saw Jesus, he fell on his face and begged him, saying, “Lord, if you want to, you can make me clean.”
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13 και εκτεινασ την χειρα ηψατο αυτου ειπων θελω καθαρισθητι και ευθεωσ η λεπρα απηλθεν απ αυτου 13 He stretched out his hand and touched him, saying, “I want to. Be made clean.” Immediately the leprosy left him.
13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 και αυτοσ παρηγγειλεν αυτω μηδενι ειπειν αλλα απελθων δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθωσ προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ 14 He commanded him to tell no one, “But go your way and show yourself to the priest, and offer for your cleansing according to what Moses commanded, for a testimony to them.”
14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
15 διηρχετο δε μαλλον ο λογοσ περι αυτου και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι υπ αυτου απο των ασθενειων αυτων 15 But the report concerning him spread much more, and great multitudes came together to hear and to be healed by him of their infirmities.
15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 αυτοσ δε ην υποχωρων εν ταισ ερημοισ και προσευχομενοσ 16 But he withdrew himself into the desert and prayed.
16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 και εγενετο εν μια των ημερων και αυτοσ ην διδασκων και ησαν καθημενοι φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτεσ εκ πασησ κωμησ τησ γαλιλαιασ και ιουδαιασ και ιερουσαλημ και δυναμισ κυριου ην εισ το ιασθαι αυτουσ 17 On one of those days, he was teaching; and there were Pharisees and teachers of the law sitting by who had come out of every village of Galilee, Judea, and Jerusalem. The power of the Lord was with him to heal them.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18 και ιδου ανδρεσ φεροντεσ επι κλινησ ανθρωπον οσ ην παραλελυμενοσ και εζητουν αυτον εισενεγκειν και θειναι ενωπιον αυτου 18 Behold, men brought a paralyzed man on a cot, and they sought to bring him in to lay before Jesus.
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.
19 και μη ευροντεσ ποιασ εισενεγκωσιν αυτον δια τον οχλον αναβαντεσ επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εισ το μεσον εμπροσθεν του ιησου 19 Not finding a way to bring him in because of the multitude, they went up to the housetop and let him down through the tiles with his cot into the middle before Jesus.
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 και ιδων την πιστιν αυτων ειπεν αυτω ανθρωπε αφεωνται σοι αι αμαρτιαι σου 20 Seeing their faith, he said to him, “Man, your sins are forgiven you.”
20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 και ηρξαντο διαλογιζεσθαι οι γραμματεισ και οι φαρισαιοι λεγοντεσ τισ εστιν ουτοσ οσ λαλει βλασφημιασ τισ δυναται αφιεναι αμαρτιασ ει μη μονοσ ο θεοσ 21 The scribes and the Pharisees began to reason, saying, “Who is this who speaks blasphemies? Who can forgive sins, but God alone?”
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;
22 επιγνουσ δε ο ιησουσ τουσ διαλογισμουσ αυτων αποκριθεισ ειπεν προσ αυτουσ τι διαλογιζεσθε εν ταισ καρδιαισ υμων 22 But Jesus, perceiving their thoughts, answered them, “Why are you reasoning so in your hearts?
22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 τι εστιν ευκοπωτερον ειπειν αφεωνται σοι αι αμαρτιαι σου η ειπειν εγειραι και περιπατει 23 Which is easier to say, ‘Your sins are forgiven you,’ or to say, ‘Arise and walk’?
23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
24 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου επι τησ γησ αφιεναι αμαρτιασ ειπεν τω παραλελυμενω σοι λεγω εγειραι και αρασ το κλινιδιον σου πορευου εισ τον οικον σου 24 But that you may know that the Son of Man has authority on earth to forgive sins,” he said to the paralyzed man, “I tell you, arise, take up your cot, and go to your house.”
24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
25 και παραχρημα αναστασ ενωπιον αυτων αρασ εφ ο κατεκειτο απηλθεν εισ τον οικον αυτου δοξαζων τον θεον 25 Immediately he rose up before them, and took up that which he was laying on, and departed to his house, glorifying God.
25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.
26 και εκστασισ ελαβεν απαντασ και εδοξαζον τον θεον και επλησθησαν φοβου λεγοντεσ οτι ειδομεν παραδοξα σημερον 26 Amazement took hold on all, and they glorified God. They were filled with fear, saying, “We have seen strange things today.”
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.
27 και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι λευιν καθημενον επι το τελωνιον και ειπεν αυτω ακολουθει μοι 27 After these things he went out and saw a tax collector named Levi sitting at the tax office, and said to him, “Follow me!”
27 Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
28 και καταλιπων απαντα αναστασ ηκολουθησεν αυτω 28 He left everything, and rose up and followed him.
28 καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ.
29 και εποιησεν δοχην μεγαλην λευισ αυτω εν τη οικια αυτου και ην οχλοσ τελωνων πολυσ και αλλων οι ησαν μετ αυτων κατακειμενοι 29 Levi made a great feast for him in his house. There was a great crowd of tax collectors and others who were reclining with them.
29 καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 και εγογγυζον οι γραμματεισ αυτων και οι φαρισαιοι προσ τουσ μαθητασ αυτου λεγοντεσ δια τι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε 30 Their scribes and the Pharisees murmured against his disciples, saying, “Why do you eat and drink with the tax collectors and sinners?”
30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 και αποκριθεισ ο ιησουσ ειπεν προσ αυτουσ ου χρειαν εχουσιν οι υγιαινοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ 31 Jesus answered them, “Those who are healthy have no need for a physician, but those who are sick do.
31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες·
32 ουκ εληλυθα καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν 32 I have not come to call the righteous, but sinners, to repentance.”
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 οι δε ειπον προσ αυτον δια τι οι μαθηται ιωαννου νηστευουσιν πυκνα και δεησεισ ποιουνται ομοιωσ και οι των φαρισαιων οι δε σοι εσθιουσιν και πινουσιν 33 They said to him, “Why do John’s disciples often fast and pray, likewise also the disciples of the Pharisees, but yours eat and drink?”
33 Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
34 ο δε ειπεν προσ αυτουσ μη δυνασθε τουσ υιουσ του νυμφωνοσ εν ω ο νυμφιοσ μετ αυτων εστιν ποιησαι νηστευειν 34 He said to them, “Can you make the friends of the bridegroom fast while the bridegroom is with them?
34 ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
35 ελευσονται δε ημεραι και οταν απαρθη απ αυτων ο νυμφιοσ τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ 35 But the days will come when the bridegroom will be taken away from them. Then they will fast in those days.”
35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36 ελεγεν δε και παραβολην προσ αυτουσ οτι ουδεισ επιβλημα ιματιου καινου επιβαλλει επι ιματιον παλαιον ει δε μηγε και το καινον σχιζει και τω παλαιω ου συμφωνει το απο του καινου 36 He also told a parable to them. “No one puts a piece from a new garment on an old garment, or else he will tear the new, and also the piece from the new will not match the old.
36 ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37 και ουδεισ βαλλει οινον νεον εισ ασκουσ παλαιουσ ει δε μηγε ρηξει ο νεοσ οινοσ τουσ ασκουσ και αυτοσ εκχυθησεται και οι ασκοι απολουνται 37 No one puts new wine into old wineskins, or else the new wine will burst the skins, and it will be spilled and the skins will be destroyed.
37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 αλλα οινον νεον εισ ασκουσ καινουσ βλητεον και αμφοτεροι συντηρουνται 38 But new wine must be put into fresh wineskins, and both are preserved.
38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39 και ουδεισ πιων παλαιον ευθεωσ θελει νεον λεγει γαρ ο παλαιοσ χρηστοτεροσ εστιν 39 No man having drunk old wine immediately desires new, for he says, ‘The old is better.’”
39 καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.