Saltar al texto

Apocalipsis · Textus Receptus (cotejo de Boyd)

Apocalipsis 16 Textus Receptus (cotejo de Boyd)

Read in English
Sobre TR
  • Traductor individual
  • NT: Textus Receptus
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2022
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, καὶ ἐκχέατε τὰς φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν. 2 Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν εἰς τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς τῇ εἰκόνι αὐτοῦ προσκυνοῦντας. 3 Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ. 4 Καὶ ὁ τρίτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. 5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος, Κύριε, εἶ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας· 6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοι γάρ εἰσι. 7 Καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος, Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. 8 Καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί. 9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. 10 Καὶ ὁ πέμπτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασσῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. 12 Καὶ ὁ ἕκτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶν ἡλίου. 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία ἀκάθαρτα ὅμοια βατράχοις· 14 εἰσὶ γὰρ πνεύματα δαιμόνων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος — 15 Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ — 16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἀρμαγεδδών. 17 Καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε. 18 Καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτω μέγας. 19 Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20 Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

Referencias cruzadas (21)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Sofonías 3:8; Jeremías 10:25; Apocalipsis 15:1; Salmo 79:6; Apocalipsis 16:17
  2. 2 Apocalipsis 8:7; Apocalipsis 16:11; Apocalipsis 13:15–18; Deuteronomio 28:27; Éxodo 9:8–11
  3. 3 Éxodo 7:17–21; Apocalipsis 8:8–9; Apocalipsis 11:6; Salmo 105:29; Salmo 78:44
  4. 4 Apocalipsis 8:10–11; Éxodo 7:17–20; Oseas 13:15; Apocalipsis 14:7; Isaías 50:2
  5. 5 Apocalipsis 1:8; Apocalipsis 11:17; Apocalipsis 1:4; Salmo 145:17; Apocalipsis 4:8
  6. 6 Isaías 49:26; Apocalipsis 11:18; Apocalipsis 6:10–11; Lucas 11:49–50; Apocalipsis 18:24
  7. 7 Apocalipsis 19:2; Apocalipsis 6:9; Apocalipsis 15:3–4; Apocalipsis 8:3–5; Isaías 6:6
  8. 8 Hechos 2:20; Lucas 21:25; Apocalipsis 14:18; Jonás 4:8; Apocalipsis 7:16
  9. 9 Apocalipsis 2:21; Apocalipsis 16:21; Apocalipsis 16:10–11; Apocalipsis 11:13; Lucas 13:5
  10. 10 Apocalipsis 9:2; Mateo 8:12; Isaías 8:21–22; Éxodo 10:21–23; Apocalipsis 18:23
  11. 11 Apocalipsis 16:9; Apocalipsis 16:2; Apocalipsis 11:13; Apocalipsis 16:21; Apocalipsis 2:21
  12. 12 Apocalipsis 9:14; Jeremías 51:36; Isaías 44:27; Isaías 41:25; Isaías 42:15
  13. 13 Apocalipsis 19:20; 2 Tesalonicenses 2:9–11; Apocalipsis 20:10; 1 Juan 4:1–3; Apocalipsis 13:11–18
  14. 14 Apocalipsis 17:14; 1 Timoteo 4:1; Apocalipsis 20:8; 2 Corintios 11:13–15; Santiago 3:15
  15. 15 1 Tesalonicenses 5:2–3; Mateo 24:42–43; Apocalipsis 3:18; 2 Pedro 3:10; Apocalipsis 3:3–4
  16. 16 Zacarías 12:11; Jueces 5:19; Joel 3:9–14; 2 Reyes 23:29–30; Apocalipsis 17:14
  17. 17 Juan 19:30; Apocalipsis 21:6; Efesios 6:12; Efesios 2:2; Apocalipsis 15:5–6
  18. 18 Daniel 12:1; Apocalipsis 4:5; Apocalipsis 11:13; Apocalipsis 11:19; Mateo 24:21
  19. 19 Apocalipsis 18:5; Apocalipsis 17:18; Apocalipsis 18:10; Apocalipsis 18:21; Apocalipsis 18:2
  20. 20 Apocalipsis 6:14; Apocalipsis 20:11; Isaías 2:14–17; Jeremías 4:23–25
  21. 21 Apocalipsis 11:19; Apocalipsis 16:9; Josué 10:11; Apocalipsis 16:11; Apocalipsis 8:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias