Saltar al texto

Lucas · Textus Receptus (cotejo de Boyd)

Lucas 11 Textus Receptus (cotejo de Boyd)

Read in English
Sobre TR
  • Traductor individual
  • NT: Textus Receptus
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2022
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. 2 Εἶπε δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. 3 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν. 4◆ Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 5 Καὶ εἶπε πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, 6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· 7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. 8 Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει. 9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 10 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11 Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ; 12 Ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον; 13 Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν; 14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι. 15 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 16 Ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. 17 Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει. 18 Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19 Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. 20 Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 21 Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23 Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. 24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. 25 Καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. 26 Τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. 28 Αὐτὸς δὲ εἶπε, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. 29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη πονηρά ἐστι· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 30 Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε. 32 Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε. 33 Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν. 34 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. 35 Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36 Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. 37 Ἐν δὲ τῷ λαλῆσαι, ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38 Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39 Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40 Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; 41 Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν. 42 Ἀλλ᾿ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. 43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν. 45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46 Ὁ δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47 Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48 Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. 49 Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν· 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51 ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. 53 Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες αὐτόν, καὶ ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Zechariah

    Murdered between the temple and the altar

    Named by Jesus as the last of the righteous whose blood was shed, 'son of Berechiah', whom they killed between the temple and the altar. Matthew 23:35 calls him 'son of…

    Citado en la guía: Matthew 23:35; Luke 11:51

Referencias cruzadas (53)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Salmo 19:14; Romanos 8:26–27; Lucas 22:39–45; Judas 20; Lucas 6:12
  2. 2 Mateo 6:6–15; Eclesiastés 5:2; Salmo 72:18–19; Apocalipsis 15:4; Salmo 11:4
  3. 3 Mateo 6:11; Mateo 6:34; Proverbios 30:8; Éxodo 16:15–22; Isaías 33:16
  4. 4 Mateo 6:12–15; Mateo 26:41; Isaías 43:25–26; Colosenses 3:13; Mateo 18:35
  5. 5 Lucas 18:1–8
  6. 7 Lucas 13:25; Lucas 7:6; Gálatas 6:17; Mateo 25:10
  7. 8 Génesis 32:26; Colosenses 4:12; Romanos 15:30; Lucas 18:1–8; Mateo 15:22–28
  8. 9 Marcos 11:24; Juan 16:23–24; Mateo 21:22; Juan 15:16; Juan 15:7
  9. 10 Santiago 4:3; Lamentaciones 3:18; Lamentaciones 3:54–58; Jonás 2:2–8; Salmo 31:22
  10. 11 Mateo 7:9; Isaías 49:15
  11. 12 Ezequiel 2:6; Apocalipsis 9:10; Lucas 10:19
  12. 13 Mateo 7:11; Isaías 44:3–4; Romanos 8:32; Juan 4:10; Proverbios 1:23
  13. 14 Mateo 9:32–34; Mateo 12:22–24; Marcos 7:32–37
  14. 15 Mateo 9:34; Juan 10:20; Juan 8:48; Juan 7:20; Mateo 10:25
  15. 16 1 Corintios 1:22; Mateo 16:1–4; Juan 6:30; Marcos 8:11–12; Mateo 12:38–39
  16. 17 Marcos 3:23–27; Mateo 12:25–29; Isaías 19:2–3; Juan 2:25; Isaías 9:20–21
  17. 18 Mateo 12:26; Mateo 12:31–34; Lucas 11:15; Mateo 4:10; Santiago 3:5–8
  18. 19 Lucas 9:49; Job 15:6; Lucas 11:31–32; Romanos 3:19; Mateo 12:27–28
  19. 20 Éxodo 8:19; Mateo 12:28; Lucas 10:9; Mateo 3:2; Lucas 10:11
  20. 21 Marcos 3:27; Mateo 12:29
  21. 22 Isaías 49:24–25; Isaías 53:12; Génesis 3:15; 1 Juan 3:8; 1 Juan 4:4
  22. 23 Mateo 12:30; Lucas 9:50; Apocalipsis 3:15–16; Marcos 9:40
  23. 24 Mateo 12:43–45; 1 Pedro 5:8; Job 2:2; Salmo 63:1; Marcos 5:10
  24. 25 Judas 8–13; 2 Tesalonicenses 2:9–12; 2 Pedro 2:10–19; Mateo 12:44–45; Salmo 36:3
  25. 26 2 Pedro 2:20–22; Juan 5:14; Sofonías 1:6; Mateo 12:45; Hebreos 6:4–8
  26. 27 Lucas 23:29; Lucas 1:42; Lucas 1:48; Lucas 1:28
  27. 28 Lucas 6:47–48; Lucas 8:21; Salmo 112:1; Santiago 1:21–25; Juan 13:17
  28. 29 Lucas 11:16; Marcos 8:11–12; Mateo 12:38–42; 1 Corintios 1:22; Lucas 12:1
  29. 30 Mateo 12:40–42; Jonás 3:2–10; Lucas 24:46–47; Jonás 1:17; Jonás 2:10
  30. 31 2 Crónicas 9:1; 1 Reyes 10:1–13; Romanos 2:27; Jeremías 3:11; Lucas 3:22
  31. 32 Jonás 3:5–4:4; Lucas 11:31; Jonás 4:9; Jonás 1:2–3; Hebreos 7:26
  32. 33 Lucas 8:16–17; Marcos 4:21–22; Mateo 5:15–16; Juan 12:46; Filipenses 2:15–16
  33. 34 Mateo 6:22–23; Hechos 26:18; Jeremías 5:21; Romanos 11:8–10; Salmo 119:18
  34. 35 Proverbios 16:25; 2 Pedro 1:9; Santiago 3:13–17; 1 Corintios 1:19–21; Apocalipsis 3:17
  35. 36 Proverbios 20:27; Proverbios 6:23; Proverbios 4:18–19; 2 Corintios 4:6; 2 Pedro 3:18
  36. 37 Lucas 7:36; 1 Corintios 9:19–23; Lucas 14:1
  37. 38 Mateo 15:2–3; Juan 3:25; Marcos 7:2–5
  38. 39 Tito 1:15; Lucas 16:15; Génesis 6:5; Mateo 7:15; Proverbios 30:12
  39. 40 Lucas 12:20; 1 Corintios 15:36; Mateo 23:26; Mateo 23:17; Proverbios 1:22
  40. 41 Lucas 12:33; Santiago 1:27; Tito 1:15; Hechos 10:15; Lucas 16:9
  41. 42 Mateo 23:23; Proverbios 21:3; Lucas 18:12; 1 Juan 4:20; Deuteronomio 10:12–13
  42. 43 Lucas 20:46; Marcos 12:38–39; Mateo 23:6–7; Lucas 14:7–11; Proverbios 16:18
  43. 44 Mateo 23:27–28; Hechos 23:3; Salmo 5:9; Números 19:16; Oseas 9:8
  44. 45 Mateo 22:35; Juan 9:40; 1 Reyes 22:8; Jeremías 20:8; Lucas 11:46
  45. 46 Mateo 23:2–4; Isaías 10:1; Lucas 11:52; Gálatas 6:13; Lucas 11:45
  46. 47 Hechos 7:51; 1 Tesalonicenses 2:15; Mateo 23:29–33
  47. 48 Santiago 5:10; 2 Crónicas 36:16; Mateo 23:31; Mateo 21:35–38; Hechos 7:51–52
  48. 49 1 Corintios 1:30; Colosenses 2:3; Efesios 4:11; 1 Corintios 1:24; Hechos 8:3
  49. 50 Génesis 9:5–6; 2 Reyes 24:4; Apocalipsis 18:20–24; Números 35:33; Isaías 26:21
  50. 51 2 Crónicas 24:20–22; Mateo 23:35; Hebreos 11:4; Génesis 4:8–11; Zacarías 1:1
  51. 52 Mateo 23:13; Malaquías 2:7; Hechos 4:17–18; Lucas 11:45–46; Juan 9:24–34
  52. 53 Jeremías 20:10; Lucas 20:20; Lucas 20:27; Jeremías 18:18; 1 Corintios 13:5
  53. 54 Marcos 12:13; Mateo 22:35; Mateo 22:15; Salmo 37:32–33; Lucas 20:20

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 11:5 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LV)

    We have heard our Lord, the Heavenly Master, and most faithful Counsellor exhorting us, who at once exhorteth us to ask, and giveth when we ask. We have heard Him in the Gospel exhorting us to ask instantly, and to knock even after the likeness of intrusive importunity.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 11:50 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    Verily I say unto you, All these things shall come upon this generation." He thus points out the recapitulation that should take place in his own person of the effusion of blood from the beginning, of all the righteous men and of the prophets, and that by means of Himself there should be a requisition of their blood.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 11:12 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XI)

    Or if he ask an egg, will he offer him a scorpion? If ye then," saith He, "though ye be evil, know how to give good gifts unto your children, how much more shall your Father which is in heaven give good things to them that ask Him?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Cita 11:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily I)

    Whereas, if they were in discord, neither could this have been pointed out, and the doctrine itself had long since been brought to nought: "for every kingdom," saith He, "divided against itself shall not stand." But now even in this shines forth the might of the Spirit, namely, in that it prevailed on these men, engaged as they were in …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 11:13 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XVII)

    And that this grace is from the Father, He thus states, How much more shall your heavenly Father give the Holy Spirit to them that ask him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)