1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4 Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. 5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· παρ᾿ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 9 Συνέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. 10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι ἢ δεκαδύο, ἀφ᾿ ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 Οὔτε παραστῆσαί με δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· 18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με. 20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, εἴ τι εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾿ ὑμῶν. 22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾿ ὑμᾶς· 23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. 24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα δὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
Hechos · Textus Receptus (cotejo de Boyd)
Hechos 24 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Ananias
The high priest who ordered Paul to be struck on the mouth at his hearing and later went down to Caesarea to accuse him before Felix.
Citado en la guía: Acts 23:2; Acts 24:1
Drusilla
The Jewish wife of the governor Felix who listened with him to Paul speak about faith in Christ Jesus.
Citado en la guía: Acts 24:24
Felix
The governor at Caesarea who heard Paul's case, trembled at his talk of judgment, and kept him in custody hoping for a bribe.
Citado en la guía: Acts 23:24; Acts 24:3; Acts 24:25
Festus
Succeeded Felix as governor, heard Paul's case, and sent him to Caesar after Paul appealed; he was told Paul was beside himself.
Citado en la guía: Acts 24:27; Acts 25:1; Acts 25:12
Tertullus
The spokesman who presented the case against Paul before the governor Felix.
Citado en la guía: Acts 24:1; Acts 24:2
Referencias cruzadas (25)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Hechos 24:11; Hechos 23:2; Hechos 23:24; Hechos 23:30; Hechos 21:27
- 2 Proverbios 29:5; Hechos 24:26–27; Proverbios 26:28; Judas 16; Salmo 12:2–3
- 3 Hechos 26:25; Hechos 23:26; Lucas 1:3
- 4 Hebreos 11:32
- 5 Hechos 28:22; Hechos 24:14; Hechos 26:5; Hechos 21:28; Hechos 15:5
- 6 Hechos 24:12; Juan 18:31; Hechos 19:37; Juan 19:7–8; Hechos 23:10–15
- 8 Hechos 25:15–16; Hechos 25:5; Hechos 23:30; Hechos 23:35
- 9 1 Tesalonicenses 2:16; Miqueas 7:2–3; Mateo 26:59–60; Salmo 4:2; Isaías 59:4–7
- 10 1 Pedro 3:15; 1 Samuel 2:25; Hechos 18:15; Lucas 18:2; Hechos 12:17
- 11 Hechos 24:1; Hechos 21:18; Hechos 23:23; Hechos 21:26–27; Hechos 22:30
- 12 Hechos 25:8; Hechos 24:18; Hechos 28:17; Hechos 24:5
- 13 Hechos 25:7; 1 Pedro 3:16
- 14 Hechos 9:2; Romanos 3:21; Hechos 3:13; Hechos 28:23; Hechos 24:5
- 15 Daniel 12:2; Juan 5:28–29; 1 Tesalonicenses 4:14–16; Apocalipsis 20:12–13; Job 19:25–26
- 16 1 Timoteo 1:5; Hechos 23:1; 2 Corintios 4:2; Hebreos 10:22; Romanos 2:15
- 17 Gálatas 2:10; Romanos 15:25–28; 1 Corintios 16:1–4; 2 Corintios 8:1–4; Hechos 11:29–30
- 18 Hechos 26:21; Hechos 21:26–30; Hechos 24:12
- 19 Hechos 23:30; Hechos 25:16
- 21 Hechos 23:6; Hechos 26:6–8; Hechos 4:2; Hechos 28:20
- 22 Hechos 24:6; Hechos 18:20; Deuteronomio 19:18; Hechos 26:3; Hechos 24:24
- 23 Hechos 27:3; Hechos 28:16; Proverbios 16:7; Hechos 24:26; Hechos 21:8–14
- 24 Hechos 20:21; Gálatas 2:16; Hechos 16:31; Lucas 19:3; 1 Juan 5:1
- 25 Juan 16:8; 1 Pedro 3:15; 2 Pedro 1:6; Hechos 10:42; Gálatas 5:23
- 26 1 Timoteo 6:9–10; Proverbios 17:23; Amós 2:6–7; 1 Samuel 12:3; 2 Pedro 2:14–15
- 27 Hechos 25:9; Hechos 25:14; Hechos 12:3; Marcos 15:15; Hechos 25:1
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
See how much close investigation is made by the many in a long course of time, that it should not be said that the trial was hurried over. For, as the orator had made mention of Lysias, that he took "him away with violence, Felix," he says, "deferred them.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)