1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. 3 Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. 4 Καὶ ἀνευρόντες τοὺς μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. 5 Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα. 6 Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. 7 Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς. 8 Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, τοῦ ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ. 9 Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. 10 Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. 11 Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας εἶπε, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 Ἀπεκρίθη δὲ ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. 14 Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. 15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀποσκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ. 16 Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. 20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι· 21 κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. 22 Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. 23 Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν· 24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων. 25 Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. 26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτόν, 28 κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. 29 Ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίς ἂν εἴη, καὶ τί ἐστι πεποιηκώς. 34 Ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου. 36 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κρᾶζον, Αἶρε αὐτόν. 37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; 38 Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39 Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. 40 Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,
Hechos · Textus Receptus (cotejo de Boyd)
Hechos 21 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Agabus
A prophet who foretold a great famine in the days of Claudius and later bound his feet and hands with Paul's belt to predict Paul's arrest at Jerusalem.
Citado en la guía: Acts 11:28; Acts 21:10
Mnason
A Cypriot and early disciple with whom Paul and his companions lodged on the way to Jerusalem.
Citado en la guía: Acts 21:16
Trophimus
An Ephesian who accompanied Paul; Jews at Jerusalem falsely claimed Paul had brought him into the temple, and Paul later left him sick at Miletus.
Citado en la guía: Acts 20:4; Acts 21:29; 2 Timothy 4:20
Lugares
Antioch (Syrian)
The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)
Citado en la guía: Acts 11:26; Acts 13:1-3; Galatians 2:11
Caesarea Maritima
The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.
Citado en la guía: Acts 10:1; Acts 23:23; Acts 25:11
Corinth
Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…
Citado en la guía: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1
Ephesus
The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.
Citado en la guía: Acts 19:1; Acts 19:28; Revelation 2:1
Jerusalem
Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.
Citado en la guía: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8
Philippi
A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.
Citado en la guía: Acts 16:12; Acts 16:25; Philippians 1:1
Tarsus
A wealthy university city in Cilicia and Paul's hometown. He was also a Roman citizen by birth (Acts 22:28), which shaped his missionary strategy and legal appeals.
Citado en la guía: Acts 9:11; Acts 21:39; Acts 22:3
Miletus
Referencias cruzadas (40)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Tesalonicenses 2:17; Lucas 5:4; 1 Samuel 20:41–42; Hechos 27:2; Hechos 16:10–11
- 2 Hechos 27:6; Hechos 15:3; Hechos 11:19; Jonás 1:3
- 3 Hechos 12:20; Hechos 4:36; Hechos 27:4; Hechos 21:16; Mateo 4:24
- 4 Hechos 21:10–12; Hechos 20:22–23; Hechos 20:6–7; Mateo 10:11; Hechos 11:26
- 5 Hechos 20:36; Hechos 9:40; Hechos 20:38; Hechos 15:3; Salmo 95:6
- 6 Juan 19:27; 2 Corintios 2:13; Juan 1:11; Juan 7:53; Juan 16:32
- 7 Hebreos 13:24; Hechos 28:12; Hechos 18:22; Hechos 21:10; Hechos 21:19
- 8 Hechos 6:5; Hechos 8:26–40; Efesios 4:11; Hechos 8:5–13; 2 Timoteo 4:5
- 9 Hechos 2:17; Apocalipsis 2:20; Éxodo 15:20; Lucas 2:36; Joel 2:28
- 10 Hechos 11:28; Hechos 21:4; Hechos 20:16
- 11 Hechos 21:33; Jeremías 13:1–11; 1 Samuel 15:27–28; Ezequiel 24:19–25; 1 Reyes 11:29–31
- 12 Hechos 20:22; Mateo 16:21–23; Hechos 21:4
- 13 Hechos 20:24; Filipenses 1:20–21; Filipenses 2:17; Romanos 8:35–37; Colosenses 1:24
- 14 Lucas 22:42; Mateo 26:42; Mateo 26:39; Mateo 6:10; 2 Reyes 20:19
- 15 Hechos 25:9; Hechos 25:1; Hechos 25:6; Hechos 18:22
- 16 Proverbios 16:31; Hechos 21:8; Hechos 21:3–4; Salmo 92:14; Filemón 9
- 17 Hechos 15:4; Hebreos 13:1–2; Romanos 15:7; 3 Juan 7–8; Hechos 21:7
- 18 Gálatas 1:19; Hechos 15:13; Hechos 11:30; Gálatas 2:9; Hechos 15:23
- 19 Hechos 14:27; Hechos 1:17; Romanos 15:18–19; 1 Corintios 15:10; Hechos 20:24
- 20 Romanos 10:2; Gálatas 1:14; Hechos 22:3; Hechos 11:18; Hechos 15:1
- 21 Gálatas 6:12–15; 1 Corintios 9:19–21; Gálatas 5:1–6; Hechos 21:28; Hechos 15:19–21
- 22 Hechos 15:22; Hechos 15:12; Hechos 19:32
- 23 Hechos 18:18; Números 6:2–7
- 24 Hechos 21:26; Hechos 18:18; Hechos 24:18; 1 Corintios 9:20; Éxodo 19:14
- 25 Hechos 15:29; Hechos 15:19–20
- 26 Hechos 24:18; Números 6:13–20; Hechos 21:24; 1 Corintios 9:20
- 27 Hechos 26:21; Hechos 24:18; Hechos 13:50; Hechos 14:19; Hechos 5:18
- 28 Hechos 24:5–6; Hechos 21:21; Hechos 26:20–21; Hechos 6:13–14; Hechos 19:26–28
- 29 Hechos 20:4; 2 Timoteo 4:20; Hechos 18:19
- 30 Hechos 26:21; 2 Corintios 11:26; Hechos 16:19–22; Hechos 7:57–58; Hechos 19:29
- 31 2 Corintios 11:23–33; Hechos 26:9–10; Hechos 17:5; Hechos 25:23; Hechos 23:17
- 32 Hechos 23:27; Hechos 5:40; Isaías 3:15; Hechos 22:19; Hechos 24:6
- 33 Efesios 6:20; Hechos 21:11; Hechos 20:23; Hechos 12:6; Hechos 28:20
- 34 Hechos 23:10; Hechos 19:32; Hechos 23:16; Hechos 22:24; Hechos 21:37
- 35 Génesis 6:11–12; Salmo 55:9; Habacuc 1:2–3; Salmo 58:2; Jeremías 23:10
- 36 Juan 19:15; Hechos 22:22; Lucas 23:18; 1 Corintios 4:13; Hechos 7:54
- 37 Hechos 21:34; Lucas 21:15; Mateo 10:18–20; Hechos 19:30; Hechos 21:19
- 38 Mateo 24:26; Hechos 5:36–37; 1 Corintios 4:13; Mateo 5:11
- 39 Hechos 22:3; Hechos 9:11; Hechos 6:9; Hechos 23:27; Hechos 15:41
- 40 Hechos 12:17; Hechos 26:14; Juan 5:2; Hechos 22:2; Hechos 21:35
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
This was the Bishop of Jerusalem; and to him (Paul) is sent on an earlier occasion. This (James) was brother of the Lord; a great and admirable man. (To him, it says,) "Paul entered in with us." Mark the (Bishop's) unassuming behavior: "and the elders" (were present).
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
Of which city was the Apostle Paul, being born in Tarsus of Cilicia. But some have understood by it Carthage, being haply sometimes so named, or in some language so signified.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)
This man gives directions to Paul himself, when he was after this come up again to Jerusalem, saying, "Thou seest, brother, how many thousands there are of them that are come together." So great was his understanding and his zeal, or rather so great the power of Christ.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Thus, for instance, both Peter appears to have been "girded," and Paul; for it saith, "the man that owneth this girdle." And Elijah too was thus arrayed, and every one of the saints, because they were at work continually, laboring, and busying themselves either in journeyings, or about some other necessary matter; and not for this cause only, but also …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For indeed even Paul was of them, and the thousands that believed in Jerusalem; for, "thou seest it is said, brother, how many thousands of Jews there are which believe." And if some continued in their sin, to themselves let them impute their punishment.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)