1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, 2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3 Εἶπε δὲ Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; 4 Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. 5 Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. 6 Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν. 7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8 Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναί, τοσούτου. 9 Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. 10 Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. 12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. 13 Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ — ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων — ἐπλήσθησαν ζήλου, 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε, 20 Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς. 22 Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, 23 λέγοντες ὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἔξω ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. 24 Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο. 25 Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν. 27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, 28 λέγων, Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 Ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31 Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. 33 Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι. 35 Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε. 40 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι. 42 Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.
Hechos · Textus Receptus (cotejo de Boyd)
Hechos 5 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Ananias
Sold a piece of property and secretly kept back part of the price while claiming to give it all; he fell dead when Peter confronted him.
Citado en la guía: Acts 5:1; Acts 5:3; Acts 5:5
Gamaliel
A respected Pharisee on the Sanhedrin who counseled leaving the apostles alone; Paul later said he had been educated at his feet.
Citado en la guía: Acts 5:34; Acts 22:3
Judas the Galilean
Mentioned by Gamaliel as one who led a revolt in the days of the census; he perished and his followers were scattered.
Citado en la guía: Acts 5:37
Sapphira
Ananias's wife, who agreed to the false report about the price of the land and fell dead when Peter questioned her.
Citado en la guía: Acts 5:1
Theudas
Mentioned by Gamaliel as a man who claimed to be somebody, gathered about 400 followers, and was killed, his movement scattered.
Citado en la guía: Acts 5:36
Referencias cruzadas (39)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Levítico 10:1–3; 2 Timoteo 2:20; Mateo 13:47–48; Juan 6:37
- 2 Hechos 4:37; 2 Pedro 2:14–15; Hechos 4:34–35; Josué 7:11–12; Hechos 5:3
- 3 Jeremías 23:24; Isaías 29:15; Juan 13:27; Juan 13:2; Hechos 5:9
- 4 Hechos 5:3; 1 Tesalonicenses 4:8; 1 Crónicas 29:3; 2 Reyes 5:25–27; Josué 7:25–26
- 5 Hechos 5:10–11; Hechos 2:43; Números 16:26–34; Apocalipsis 11:5; Apocalipsis 11:13
- 6 Juan 19:40; Levítico 10:4–6; 2 Samuel 18:17; Deuteronomio 21:23
- 8 Hechos 5:2
- 9 1 Corintios 10:9; Hechos 5:3–4; Salmo 95:8–11; Salmo 78:56; Hechos 15:10
- 10 Hechos 5:5
- 11 Hechos 5:5; 1 Corintios 10:11–12; Hechos 19:17; Hebreos 4:1; Filipenses 2:12
- 12 Hechos 19:11; 2 Corintios 12:12; Hebreos 2:4; Hechos 14:3; Romanos 15:19
- 13 Hechos 2:47; Hechos 4:21; Hechos 19:17; Juan 19:38; Juan 12:42
- 14 Hechos 2:47; Isaías 55:11–13; Hechos 4:4; Hechos 2:41; Esdras 10:1
- 15 Hechos 19:11–12; Mateo 14:36; Juan 14:12; Mateo 9:21
- 16 Marcos 16:17–18; Marcos 2:3–4; Santiago 5:16; Marcos 6:54–56; Mateo 8:16
- 17 Hechos 13:45; Hechos 7:9; Hechos 17:5; 1 Pedro 2:1; Juan 12:10
- 18 Hechos 4:3; Lucas 21:12; 2 Corintios 11:23; Hebreos 11:36; Hechos 16:23–27
- 19 Hechos 16:26; Salmo 34:7; Hechos 12:7–11; Hechos 8:26; Salmo 105:17–20
- 20 Juan 6:63; Juan 6:68; 1 Juan 5:11–12; 1 Juan 1:1–3; Mateo 21:23
- 21 Juan 8:2; Hechos 12:18–19; Lucas 21:37–38; Hechos 22:2–3; Juan 18:35
- 23 Salmo 33:10; Salmo 2:4; Lamentaciones 3:55–58; Lamentaciones 3:37; Daniel 3:11–25
- 24 Hechos 5:26; Hechos 4:1; Juan 11:47–48; Marcos 4:30–32; Hechos 4:21
- 26 Hechos 5:13; Hechos 4:21; Lucas 20:19; Mateo 21:26; Lucas 20:6
- 27 Mateo 5:22; Hechos 6:12; Hechos 22:30–23:1; Hechos 4:7; Lucas 22:66
- 28 Mateo 27:25; Hechos 7:52; Hechos 4:18–21; Hechos 4:10–11; Jeremías 26:15
- 29 Hechos 4:19; 1 Samuel 15:24; Marcos 7:7–9; Génesis 3:17; Apocalipsis 14:8–12
- 30 Gálatas 3:13; 1 Pedro 2:24; Hechos 10:39; Hechos 13:28–29; Hechos 4:10–11
- 31 Lucas 24:47; Hechos 2:33; Hebreos 2:10; Hechos 11:18; Lucas 2:11
- 32 Juan 15:26–27; Hebreos 2:3–4; Hechos 1:8; Lucas 24:47–48; Hechos 13:31
- 33 Hechos 7:54; Lucas 4:28–29; Hechos 2:37; Juan 16:2; Mateo 24:9
- 34 Hechos 22:3; Lucas 2:46; Lucas 5:17; Salmo 76:10; Juan 7:50–53
- 35 Jeremías 26:19; Mateo 27:19; Hechos 19:36; Hechos 22:26
- 36 Hechos 8:9; 2 Pedro 2:2; Apocalipsis 17:3; Judas 16; Apocalipsis 17:5
- 37 Lucas 2:1–2; Lucas 13:1–2; Job 20:5–9; Mateo 26:52; Salmo 7:14–15
- 38 Mateo 15:13; Lamentaciones 3:37; Isaías 8:9–10; Job 5:12–14; Isaías 7:5–7
- 39 Proverbios 21:30; Isaías 46:10; Mateo 16:18; 1 Corintios 1:25; Hechos 7:51
- 40 Mateo 10:17; 2 Corintios 11:24; Hechos 4:17–21; Juan 19:1–4; Marcos 13:9
- 41 Santiago 1:2; 1 Pedro 4:13–16; Lucas 6:22; Filipenses 1:29; Juan 15:21
- 42 Hechos 2:46; Hechos 20:20; Lucas 21:37; Hechos 8:35; Hechos 9:20
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
"Having risen up," that is, being roused, being excited at the things taking place, the high-priest and they which were with him (which is the sect of the Sadducees) were filled with indignation, and laid their hands on the Apostles:" they now assault them more vigorously: "and put them in the common prison;" but did not forthwith bring them to …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
… are in this witnesses of these words; as also is the Holy Ghost, whom God hath given to them that believe in Him." "And daily," it is said, "in the temple, and from house to house, they ceased not to teach and preach Christ Jesus," the Son of God.
Was it night when, as the disciples were passing by, the sick were laid in couches, that they might be touched at least by their shadow as they passed? Yet, when the Lord was here, there was no one made whole by His shadow as He passed; but He Himself had said to the disciples, "Greater things than these shall …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
As when they said, "Did not we straitly command you, that ye should not speak in this name?" although able to work any number of miracles, they neither said nor did anything harsh, but answered for themselves with all meekness, saying, "Whether it be right to hearken unto you more than unto God, judge ye." Hast thou seen the harmlessness …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… the blessed Paul is one, having been a little while His enemy, but for a long time His servant: the Twelve Apostles are His witnesses, having preached the truth not only in words, but also by their own torments and deaths: the shadow of Peter bears witness, having healed the sick in the name of Christ.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)