1 “ἜΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισὰν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμὶν, 1b ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως. 1c Ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἦς ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ, μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας. 1d “Καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμὺς, τάραχος ἐπὶ τῆς γῆς. 1e Καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι, ἕτομοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη, 1f καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον, ὥστε πολεμῆσαι δικαίων ἔθνος. 1g Καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλιψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς. 1h Καὶ ἐταράχθη πᾶν ἔθνος δίκαιον φοβούμενοι τὰ ἑαυτῶν κακὰ, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι, καὶ ἐβόησαν πρὸς τὸν Θεόν· 1i ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ. 1k Καὶ φῶς και ὁ ἥλιος ἀνέτειλε, καὶ οἱ ταπεινοὶ ὑψώθησαν, καὶ κατέφαγον τοὺς ἐνδόξους. 1l “Καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ Θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. 1m Καὶ ἡσύχασε Μαρδοχαῖος ἐν τῇ αὐλῇ. μετὰ Γαβαθὰ καὶ Θάῤῥα τῶν δύο εὐνούχων τοῦ βασιλέως, τῶν φυλασσόντων τὴν αὐλήν. 1n Ἤκουσέ τε αὐτῶν τοὺς λογισμοὺς, καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν· καὶ ἔμαθεν, ὅτι ἑτοιμάζουσι τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ· καὶ ὑπέδειξε τῷ βασιλεῖ περὶ αὐτῶ. 1o Καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες σαντες ἀπήχθησαν. 1p Καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψε περὶ τῶν λόγων τούτων. 1q Καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεων αὐτῷ δόματα περὶ τούτων. 1r Καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησε κακποιῆσαι τὸν Μαρδοχαῖον καὶ τον λαὸν αὐτοῦ, ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.” 1s Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου· οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν· 2 Ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει, 3 ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησε τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσι, καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις, καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν. 4 Καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ, καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα. 5 Ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσι τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ, ἐν αὐλῇ οἴκου τοῦ βασιλέως 6 κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις Παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου, καὶ πιννίνου, καὶ Παρίνου λίθου· καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα· 7 Ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδὺς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν. 8 Ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς, καὶ ἐπέταξε τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ, καὶ τῶν ἀνθρώπων. 9 Καὶ Ἀστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης. 10 Ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς, εἶπε τῷ Ἀμὰν, καὶ Βαζὰν, καὶ Θάῤῥα, καὶ Βωραζὶ, καὶ Ζαθολθὰ, καὶ Ἀβαταζὰ, καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου, 11 εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν, βασιλεύειν αὐτὴν, καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα, καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσι, καὶ τοῖς ἔθνεσι τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν. 12 Καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων· καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη, 13 Καὶ εἶπε τοῖς φίλοις αὐτοῦ, κατὰ ταῦτα ἐλάλησεν Ἀστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν. 14 Καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος, καὶ Σαρσαθαῖος, καὶ Μαλισεὰρ, οἱ ἄρχοντες Περσῶν καὶ Μήδων, οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ, 15 καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους, ὡς δεῖ ποιῆσαι Ἀστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησε τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων. 16 καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας, οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως· 17 Καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπε τῷ βασιλεῖ· ὡς οὖν ἀντεῖπε τῷ βασιλεῖ Ἀρταξέρξῃ, 18 οὕτω σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς, τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν. 19 Εἶ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν, καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτὸν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς. 20 Καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτω πᾶσαι αἱ γυναῖκες περιθήσουσι τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου. 21 Καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι· καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαῖος, 22 καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.
Esther (Greek) · Brenton's Greek Septuagint
Esther (Greek) 1 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abagtha
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti.
Cited in the guide: Esther 1:10
Admatha
One of the seven princes of Persia and Media who had personal access to the king and advised him on Vashti.
Cited in the guide: Esther 1:14
Bigtha
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti.
Cited in the guide: Esther 1:10
Biztha
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti.
Cited in the guide: Esther 1:10
Carkas
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti.
Cited in the guide: Esther 1:10
Carshena
One of the seven princes of Persia and Media who had personal access to the king and advised him on Vashti.
Cited in the guide: Esther 1:14
Harbona
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti. A eunuch Harbonah later tells the king of the gallows Haman built for Mordecai, and Haman is…
Cited in the guide: Esther 1:10; Esther 7:9
Marsena
One of the seven princes of Persia and Media who had personal access to the king and advised him on Vashti.
Cited in the guide: Esther 1:14
Mehuman
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti.
Cited in the guide: Esther 1:10
Memucan
One of the seven princes who advised the king; he spoke for them in urging that Vashti be banished, and the king followed his counsel.
Cited in the guide: Esther 1:14; Esther 1:16; Esther 1:21
Meres
One of the seven princes of Persia and Media who had personal access to the king and advised him on Vashti.
Cited in the guide: Esther 1:14
Shethar
One of the seven princes of Persia and Media who had personal access to the king and advised him on Vashti.
Cited in the guide: Esther 1:14
Tarshish
One of the seven princes of Persia and Media who had personal access to the king and advised him on Vashti.
Cited in the guide: Esther 1:14
Vashti
Queen who gave a banquet for the women but refused the king’s command to appear before his guests; she was banished from the king’s presence by royal decree and replaced by Esther.
Cited in the guide: Esther 1:9; Esther 1:12; Esther 1:19
Xerxes
King who reigned over 127 provinces from Susa; he deposed Vashti, made Esther queen, honored Mordecai, hanged Haman and allowed the Jews to defend themselves. Ezra 4:6 mentions an…
Cited in the guide: Ezra 4:6; Esther 1:1; Esther 2:16
Zethar
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti.
Cited in the guide: Esther 1:10
Cross references (39)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 2 Nehemiah 1:1; 2 Samuel 7:1; Daniel 8:2; 1 Kings 1:46; Esther 2:3
- 3 Mark 6:21; Esther 2:18; Daniel 5:1; 1 Kings 3:15; Isaiah 21:2
- 4 Job 40:10; Colossians 1:27; Daniel 4:30; 1 Chronicles 29:25; Psalm 93:1
- 5 Esther 7:7–8; 2 Chronicles 30:21–25; 2 Chronicles 7:8–9
- 6 Amos 6:4; Ezekiel 23:41; Amos 2:8; Esther 7:8; Esther 8:15
- 7 Daniel 5:2–4; 1 Kings 10:21; 2 Chronicles 9:20; Esther 2:18
- 8 Habakkuk 2:15–16; Jeremiah 51:7; Jeremiah 35:8
- 9 Esther 5:4; Esther 5:8
- 10 Esther 7:9; Judges 16:25; 2 Samuel 13:28; Ecclesiastes 7:2–4; Proverbs 20:1
- 11 Proverbs 31:30; Mark 6:21–22; Proverbs 16:9; 2 Samuel 14:25; 1 Samuel 25:3
- 12 Proverbs 19:12; 1 Peter 3:1; Proverbs 20:2; Deuteronomy 29:20; Exodus 32:22
- 13 1 Chronicles 12:32; Daniel 2:2; Jeremiah 10:7; Matthew 16:3; Daniel 2:12
- 14 2 Kings 25:19; Matthew 18:10; Ezra 7:14; Revelation 22:4
- 15 Esther 6:6
- 16 1 Corinthians 6:7–8; Acts 25:10; Acts 18:14
- 17 Ephesians 5:33; 2 Samuel 6:16
- 18 Judges 5:29; 1 Kings 11:3
- 19 1 Samuel 15:28; Esther 8:8; Esther 3:9; Daniel 6:8–15; Daniel 6:17
- 20 Colossians 3:18; Ephesians 5:22; 1 Peter 3:1–7; Ephesians 5:33; Deuteronomy 21:21
- 21 Esther 2:4; Genesis 41:37; Esther 1:19
- 22 Esther 8:9; Esther 3:12; Ephesians 5:22–24; 1 Timothy 2:12; Daniel 4:1
- 1b Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1c Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1d Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1e Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1f Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1g Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1h Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1i Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1k Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1l Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1m Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1n Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1o Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1p Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1q Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1r Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
- 1s Daniel 9:1; Ezra 4:6; Esther 8:9; Esther 9:30; Daniel 6:1
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences