1 Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον· ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ. 2 Καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἐπτὰ βόες, καλαὶ τῷ εἴδει, καὶ ἐκλεκταὶ ταῖς σαρξὶ, καὶ ἐβόσκοντο ἐν τῷ Ἄχει. 3 Ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ, αἰσχραὶ τῷ εἴδει, καὶ λεπταὶ ταῖς σαρξὶ, καὶ ἐνέμοντο παρὰ τὰς βόας ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ. 4 Καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶ τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτὰς ταῖς σαρξί· ἠγέρθη δὲ Φαραώ. 5 Καὶ ἐνυπνιάσθη τὸ δεύτερον· καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν τῷ πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί. 6 Καὶ ἰδοὺ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετʼ αὐτούς. 7 Καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις· ἠγέρθη δὲ Φαραὼ, καὶ ἦν ἐνύπνιον. 8 Ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς· καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. 9 Καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ, λέγων, τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. 10 Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ, ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν. 11 Καὶ εἴδομεν ἐνύπνιον ἀμφότεροι ἐν νυκτὶ μιᾷ ἐγὼ καὶ αὐτὸς, ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον εἴδομεν. 12 Ἦν δὲ ἐκεῖ μεθʼ ἡμῶν νεανίσκος παῖς Ἑβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν. 13 Ἐγενήθη δὲ, καθὼς συνέκρινεν ἡμῖν οὕτω καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι. 14 Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν Ἰωσήφ· καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος, καὶ ἐξύρησαν αὐτὸν, καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ· καὶ ἦλθε πρὸς Φαραώ. 15 Εἶπε δὲ Φαραὼ πρὸς Ἰωσὴφ, ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρῖναι αὐτά. 16 Ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ εἶπεν, ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. 17 Ἐλάλησε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων, ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ. 18 Καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶ, καὶ ἐνέμοντο ἐν τῷ Ἄχει. 19 Καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει, καὶ λεπταὶ ταῖς σαρξὶν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτου αἰσχροτέρας. 20 Καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ τὰς ἐκλεκτάς. 21 Καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὑ διάδηλοι ἐγένοντο, ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ, καθὰ καὶ τὴν ἀρχήν· ἐξεγερθεὶς δὲ ἐκοιμήθην. 22 Καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί· 23 Ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν. 24 Καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις· εἶπα οὖν τοῖς ἐξῆγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι αὐτό. 25 Καὶ εἶπεν Ἰωσὴφ τῷ Φαραὼ, τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. 26 Αἱ ἑπτὰ βόες αἱ καλαὶ, ἑπτὰ ἔτη ἐστί· καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ, ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι. 27 Καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ, αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν, ἑπτὰ ἔτη ἐστί· καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι, ἑπτὰ ἔτη ἐστί· ἔσονται ἑπτὰ ἔτη λιμοῦ. 28 Τὸ δὲ ῥῆμα ὃ εἴρηκα Φαραὼ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. 29 Ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτου. 30 Ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα· καὶ ἐπιλήσονται τῆς πλησμονῆς τῆς ἐσομένης ἐν ὅλῃ Αἰγύπτῳ· καὶ ἀναλώσει ὁ λιμὸς τῆν γῆν. 31 Καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα. 32 Περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δὶς, ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ Θεοῦ· καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. 33 Νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν, καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου. 34 Καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς· καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας, 35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων· καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ· βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω. 36 Καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῆ ἐν τῷ λιμῷ. 37 Ἤρεσε δὲ τὸ ῥῆμα ἐναντίον Φαραὼ, καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ. 38 Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ, μῆ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ; 39 Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, ἐπειδὴ ἔδειξεν ὁ Θεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου. 40 Σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. 41 Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσῃ γῇ Αἰγύπτου. 42 Καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περίεθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Ἰωσὴφ, καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην, καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ. 43 Καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ· καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ· καὶ κατέστησεν αὐτὸν ἐφʼ ὅλης γῆς Αἰγύπτου. 44 Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, ἐγὼ Φαραώ· ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐθεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσης γῆς Αἰγύπτου. 45 Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ εἰς γυναῖκα. 46 Ἰωσὴφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου· ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου. 47 Καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα. 48 Καὶ συνήγαγε πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν ἡ εὐθηνία ἐν τῇ γῇ Αἰγύπτου· καὶ ἔθηκε τὰ βρώματα ἐν ταῖς πόλεσι· βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ. 49 Καὶ συνήγαγεν Ἰωσὴφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύνατο ἀριθμηθῆναι, οὐ γὰρ ἦν ἀριθμός. 50 Τῷ δὲ Ἰωσὴφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ ἡ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως. 51 Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου, Μανασσῆ· ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου· 52 Τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν, Ἐφραίμ· ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. 53 Παρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν τῇ γῇ Αἰγύπτου. 54 Καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν Ἰωσήφ· καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ· ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι. 55 Καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου· ἔκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπε δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυπτίοις, πορεύεσθε πρὸς Ἰωσὴφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε. 56 Καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξε δὲ Ἰωσὴφ πάντας τοὺς σιτοβολῶνας, καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις. 57 Καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον, ἀγοράζειν πρὸς Ἰωσήφ· ἐπεκράτησε γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ·
Genesis · Brenton's Greek Septuagint
Genesis 41 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Asenath
The Egyptian wife given to Joseph, mother of Ephraim and Manasseh.
Cited in the guide: Genesis 41:45-52; Genesis 46:20
Ephraim
Joseph's younger son, given the greater blessing by Jacob.
Cited in the guide: Genesis 41:52; 48
Joseph
Betrayed and enslaved, he rose to rule Egypt and saved his family from famine.
Cited in the guide: Genesis 37; 39–50
Manasseh
Joseph's elder son, whose descendants formed a tribe on both sides of the Jordan.
Cited in the guide: Genesis 41:51; 48
Potiphera
Priest of On whose daughter Asenath Pharaoh gave to Joseph as his wife.
Cited in the guide: Genesis 41:45; Genesis 41:50; Genesis 46:20
Cross references (53)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Genesis 20:3; Genesis 29:14; Ezekiel 29:3; Esther 6:1; Isaiah 19:5
- 2 Isaiah 19:6
- 3 Genesis 41:20–21; Genesis 41:4
- 4 1 Kings 3:15
- 5 Deuteronomy 32:14
- 6 Hosea 13:15; Ezekiel 19:12; Ezekiel 17:10
- 7 Genesis 20:3; Genesis 37:5
- 8 Daniel 4:7; Exodus 7:22; Matthew 2:1; Exodus 7:11; Isaiah 29:14
- 9 Genesis 40:14; Genesis 40:23; Genesis 40:1–3
- 10 Genesis 39:20; Genesis 40:2–3; Genesis 37:36
- 11 Genesis 40:5–8
- 12 Genesis 37:36; Genesis 40:12–19; Genesis 39:20; Genesis 39:1
- 13 Ezekiel 43:3; Jeremiah 1:10; Genesis 40:12; Genesis 40:20–22
- 14 Daniel 2:25; Psalm 113:7–8; Psalm 105:19–22; 1 Samuel 2:7–8; Isaiah 61:3
- 15 Daniel 5:16; Daniel 5:12; Psalm 25:14; Genesis 41:9–13
- 16 2 Corinthians 3:5; Genesis 40:8; Daniel 2:47; Acts 3:12; Numbers 12:6
- 18 Jeremiah 24:1–3; Jeremiah 24:5; Jeremiah 24:8
- 21 Revelation 10:9–10; Ezekiel 3:3; Isaiah 9:20; Psalm 37:19
- 23 2 Kings 19:26; Psalm 129:6–7; Hosea 9:16; Hosea 13:15; Genesis 41:6
- 24 Daniel 4:7; Genesis 41:8; Exodus 8:19
- 25 Daniel 2:45; Revelation 4:1; Daniel 2:28–29; Matthew 24:40; Daniel 2:47
- 26 Genesis 41:2; Genesis 41:47; Exodus 12:11; Genesis 41:5; Genesis 41:29
- 27 2 Kings 8:1; 2 Samuel 24:19
- 28 Genesis 41:25; Genesis 41:16
- 29 Genesis 41:46–47; Genesis 41:26; Genesis 41:49
- 30 Genesis 47:13; Genesis 41:54; James 5:17; Psalm 105:16; 1 Kings 17:1
- 31 Isaiah 24:20; 1 Samuel 5:6
- 32 Numbers 23:19; Isaiah 46:10–11; Isaiah 14:24–27; 2 Corinthians 13:1; Matthew 24:35
- 33 Genesis 41:39; Acts 6:3; Daniel 4:27; Deuteronomy 1:13; Exodus 18:19–22
- 34 Proverbs 6:6–8; Numbers 31:14; Job 5:20; Nehemiah 11:9; Proverbs 22:3
- 35 Genesis 41:48–49; Genesis 45:6–7; Genesis 41:56; Exodus 4:13
- 36 Genesis 47:13–25
- 37 Acts 7:10; Proverbs 25:11; Psalm 105:19; 1 Kings 21:2; Joshua 22:30
- 38 Job 32:8; Daniel 5:14; Numbers 27:18; Daniel 5:11; Daniel 4:18
- 39 Genesis 41:28; Genesis 41:33; Genesis 41:25; Genesis 41:16
- 40 Proverbs 22:29; Acts 7:10; Psalm 105:21–22; Daniel 5:29; Genesis 45:8–9
- 41 Matthew 28:18; Philippians 2:9–11; Genesis 42:6; Daniel 6:3; Daniel 4:2–3
- 42 Daniel 5:7; Daniel 5:29; Esther 3:10; Esther 8:2; Daniel 5:16
- 43 Genesis 45:8; Acts 7:10; Genesis 45:26; Genesis 42:33; Philippians 2:10
- 44 Psalm 105:22; Exodus 11:7
- 45 Genesis 46:20; Ezekiel 30:17; Exodus 2:16; Acts 11:28; Luke 2:1
- 46 Daniel 1:19; 1 Kings 12:6; 2 Samuel 5:4; 1 Samuel 16:21; Genesis 37:2
- 47 Genesis 26:12; Psalm 72:16
- 48 Genesis 41:34–36; Genesis 47:21
- 49 Psalm 78:27; 1 Samuel 13:5; Genesis 22:17; Judges 7:12; Judges 6:5
- 50 Genesis 48:5; Genesis 46:20; Genesis 41:45; 2 Samuel 8:18
- 51 Psalm 30:5; Proverbs 31:7; Psalm 30:11; Genesis 41:30; Deuteronomy 33:17
- 52 Genesis 49:22; Genesis 50:23; Genesis 17:6; Isaiah 40:1–2; Psalm 105:17–18
- 53 Psalm 73:20; Luke 16:25; Genesis 41:29–31
- 54 Acts 7:11; Psalm 105:16; Genesis 45:11; Genesis 41:30; Genesis 41:6–7
- 55 Matthew 17:5; Jeremiah 14:1–6; Matthew 3:17; Philippians 4:19; Genesis 41:40–41
- 56 Genesis 42:6; Acts 17:26; Genesis 47:14–24; Isaiah 23:17; Zechariah 5:3
- 57 Genesis 41:56; Genesis 41:54; Genesis 42:1; Genesis 42:5; Deuteronomy 9:28
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
He also came down upon all righteous men and Prophets; Enos, I mean, and Enoch, and Noah, and the rest; upon Abraham, Isaac, and Jacob; for as regards Joseph, even Pharaoh perceived that he had the Spirit of God within him.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)